← 金嘴狄翁

演说集

§50.6-50.10

对议事会的真诚赞颂与操纵政务嫌疑的澄清

演说者阐明自己对议事会的赞扬是出于对其品格的由衷敬佩而非奉承,并澄清了有关他阻碍议事会召开以及在暗中把控其子所理政务的谣言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.6

τίνος γενομένου, φήσει τις, καὶ τίνα τῶν ἀνδρῶν πεῖραν εἰληφὼς οὕτως ὑπερδιατείνῃ; ἴσως ἐπίπνοιά τις μοι γέγονεν αὐτόματος καὶ φορὰ τῆς ψυχῆς τοιαύτη πρὸς ὑμᾶς· ἐκεῖνο δ’ οὖν ἐπίστασθε σαφῶς ὅτι οὔτε δῆμον οὔτε βουλὴν οὔτε ἄνδρα σατράπην ἢ δυνάστην ἢ τύραννον στέργειν ἢ θεραπεύειν τοῖς λόγοις ἐγὼ δύναμαι, μὴ παρ’ ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος.1 ὑμᾶς δὲ ὁρῶ σχεδὸν ὁσάκις ὑμῶν γέγονε πεῖρα τῆς διανοίας μηδὲν πώποτε ἄδικον μηδὲ ἀμφίβολον μηδὲ ταπεινὸν μηδὲ εὐμετάβολον μηδὲ ἀναίσθητον ἢ θορύβων ἢ πραγμάτων ἐπιδεδειγμένους·

有人会问:“究竟发生了什么事,你又对这些人作了何种考验,竟如此卖力地陈词?”或许我心中油然升起了一种灵感,对你们产生了如此的灵魂冲动;无论如何,你们要清楚地知道这一点:无论是民众、议事会、总督、统治者还是僭主,除非我事先在自己内心赞赏他并接纳了他灵魂的品格,否则我绝无法用言辞去爱戴或阿谀奉承。然而据我所见,几乎每当对你们的见识进行检验时,你们从未表现出任何不义、含混、卑劣、反复无常,或是对动荡与时局的麻木不仁。

§50.7

ὥστε εἴποιμ’ ἂν θαρρῶν, ἔχετε μὲν προστάτας χρηστούς, οὐδένα δὲ ἄξιον ἑαυτῶν, ἀλλ’ οὐδὲ τῶν πρότερον τὸν ἐμὸν πατέρα ἢ πάππον οὐδὲ τοὺς τῶν ἄλλων, πάντας ἀγαθοὺς καὶ τιμῆς ἀξίους. καὶ μηδείς με νομίσῃ λέγειν ἐμαυτὸν εἰσποιοῦντα τῷ προΐστασθαι τῆς βουλῆς· ἐγὼ μὲν γὰρ ἄπειμι διὰ πολλὰς αἰτίας (καὶ πιστεύσατε ὡς νῦν γοῦν ἀληθῶς λέγω) καὶ ἴσως οὐκ ἐμαυτοῦ χάριν ὠφελείας ἢ τρυφῆς τινος· ἣν δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην.

因此我可以满怀信心地说:你们拥有优秀的领袖,却没有一个配得上你们自身,即使在昔日的人中,我的父亲或祖父,亦或他人的先祖也不例外,尽管他们都是善良且配受尊崇的人。绝不要有人以为我说这番话是想把自己安插进议事会领袖的地位;因为出于诸多缘故,我将要离去(请相信我现在说的至少是真话),而且或许并非为了我个人的利益或某种奢靡;但我无法隐瞒自己所持的见解。

§50.8

καὶ οὐκ ἔστι δέος μήποτε ἐγὼ δόξω κολακεύειν ὑμᾶς, οὐ κολακεύσας τὸν ἐχθρὸν τύραννον οὐδὲ ῥῆμα ἀγεννὲς οὐδὲ ἀνελεύθερον εἰπών, ὅτε πολλοῖς ἀγαπητὸν ἦν ζῆν ὁτιοῦν πράττουσι καὶ λέγουσιν. ἀλλά μοι δοκεῖ μέγα καὶ θεῖον εἶναι τὸ γιγνόμενον παρ’ ὑμῖν. ἰδίᾳ μὲν γὰρ ὁποῖοί ποτέ ἐστε, οὐ σφόδρα ἀκριβῶς ἐπίσταμαι· νομίζω δὲ βελτίους τῶν πολλῶν. κοινῇ δέ, ὅταν συνέλθητε δεῦρο ἢ πάλιν εἰς τὴν ἐκκλησίαν, οὐδὲν πώποτε οὔτε ταπεινὸν οὔτε ἀνελεύθερον οἶδα εἰπόντας ἢ φρονήσαντας ὑμᾶς, οὐ παράκλησιν ἰσχύουσαν παῤ ὑμῖν, οὐχ ὑπόσχεσιν, οὐκ ἀπειλήν, εἴ τις ἄρα τοιοῦτός ἐστιν, ὥστ’ ἰσχύειν ἀπειλῶν. διὰ τί δὲ μὴ φῶ τὰ δοκοῦντα ἐμαυτῷ, καθάπερ δέον τὸν φιλόσοφον τὰ πονηρὰ μόνον ἐξελέγχειν, τὰ δὲ βελτίω παρακαλύπτεσθαι, ἢ τὴν ἀλήθειαν ἐπὶ μόνοις τοῖς κακοῖς οὖσαν ὠφέλιμον, ἀλλ’ οὐ καὶ ἐπὶ τοῖς ἀγαθοῖς οὐδὲν ἧττον, ὅτι εὔφημος;

而且绝不必担心我会被认为是在谄媚你们;面对敌对的僭主时,在许多人只要能苟活就满足于做任何事、说任何话之际,我都未曾谄媚,也未曾说过一句卑贱或有失自由人身份的话。相反,在我看来,在你们当中展现的一切是伟大而神圣的。私下里你们为人究竟如何,我并非十分确切地了解,但我认为你们优于大众;但在公事上,每当你们聚集于此,或再次前往公民大会时,我从未见你们说过或想过任何卑屈或有失自由人的事,也未曾见劝诱、许诺或威胁在你们当中产生过效力——如果真有这样的人能凭威胁奏效的话。为什么我不说出自己的想法呢,难道哲学家应当只揭露恶事而掩盖美事?或者难道真理只对坏事有益,而对好事仅仅因其顺耳就并非同样有益了吗?

§50.9

σὺ οὖν, φήσει τις, ἐγκώμιον ἀναστὰς ἠθέλησας εἰπεῖν τῆς βουλῆς; καὶ τί δεινόν, ἐὰν ἀληθὲς ᾖ; τὸ δὲ ἐγκώμιον τοῦτο, ἐὰν φαίνησθε ἀνόμοιοι τοῖς λεγομένοις, οὐχ ὑμέτερός ἐστιν ἔπαινος, τοῦ δὲ εἰπόντος κατηγορία. ὅμως δὲ οὐκ ἂν ἐποιησάμην οὐδένα λόγον τοιοῦτον, εἰ μὴ σφόδρα ἤλγησα· ὥσπερ καὶ πρότερόν ποτε, ἀκούσας ὅτι καθυφίεμαι τὸ ὑμέτερον, διὰ τοῦτο ἀπελογησάμην, οὐχ ὑπερορῶν ἀπολογεῖσθαι· πόθεν; οὐδὲ κρίνων ἐμαυτοῦ ταπεινότερον. νυστάζοντι μὲν γάρ, ὥς φασι, δικαστῇ, καὶ νὴ Δία τυράννῳ κακοήθει καὶ πονηρῷ ταπεινὸν ἀπολογεῖσθαι· πολίταις δὲ καὶ συγγενέσι καὶ φίλοις, οὕς τις ἡγεῖται μετρίους, οὐ ταπεινόν, ἀλλ’ εὔγνωμον καὶ δίκαιον. καὶ τότε οὖν ὀρθῶς ἐποίησα καὶ νῦν πολλῷ μᾶλλον, ὅτε ὑμᾶς σαφέστερον ἐπίσταμαι.

“那么,”有人会说,“你站起来难道是想发表一篇赞美议事会的颂词吗?”如果这是真话,又有何不妥呢?但这一颂词,若是你们显现出来的与所说的并不相符,那便不再是对你们的称赞,而是对说话之人的控诉。然而,若非我感到极为痛苦,我绝不会发表任何这般的演说;正如从前有一次,听说我放弃了你们的权益,我因此进行了辩解,我并没有不屑于辩解——怎么会呢?——也没有认为这对自己而言过于卑屈。正如俗话所说,面对打瞌睡的法官,甚至凭宙斯起誓,面对心术不正且邪恶的僭主进行辩解,确实是卑屈的;但面对被自己视为通情达理的同胞公民、亲属和朋友进行辩解,则绝非卑屈,而是明达而正当的。因此那时我做得对,而如今我更清楚地了解了你们,这样做就更是理所应当了。

§50.10

πυνθάνομαι γὰρ ὥς τινες ἔδοξαν καὶ λόγος ἐρρύη τοιοῦτος ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν·2 ἐπεὶ καὶ τόδε ἤκουσα ὡς πάντα ἁπλῶς νομίζουσι τὰ τῆς ἀρχῆς γίγνεσθαι κατὰ τὴν ἐμὴν γνώμην. ἐγὼ δὲ ἐκεῖνο μὲν οὐκ ἀφαιροῦμαι τὸν υἱόν, τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ’ ἑαυτῷ μηδὲ ἄλλως ἂν ἢ στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης·3 ὀμνύω δὲ μὴ προστάξαι μηδεπώποτε μηδέν, λέγω δὲ τῶν κοινῶν, τὸ δὲ συμβουλεύειν πατέρα ὄντα τὰ κρείττονα δοκοῦντα προστάγματος ἔχει τάξιν. καὶ διὰ τὴν ὑποψίαν ταύτην ἀπὸ χρόνου τινὸς οὐδὲ ταῖς βουλαῖς παρετύγχανον. τὸ γὰρ ἄρχειν αὐτὸν ἀξιώσαντα τῆς πόλεως, ὡς ἱκανὸν ὄντα βουλεύεσθαι ἤδη καὶ διοικεῖν τὰ κοινά, μεταξὺ δὲ ἔργῳ ποιεῖν4 ἰδιώτην καὶ τῆς ἐξουσίας τῆς κατὰ τὸν νόμον ἄκυρον οὔτε ἄλλως ἐπιεικὲς οὔτε ἴσως τοῖς τηλικούτοις.

因为我得知,有些人持有这种看法,并流传着这样的话,说我阻碍了议事会的召集;因为我甚至听说,他们竟一概认为官职的一切事务都是按照我的意愿进行的。我并不剥夺我儿子的这一品质,即在属于他职权范围内的事上,绝不违背我的意愿行事,也绝不脱离顾及我意愿的考量;但我起誓,我从未下达过任何指令——我是指关于公务——尽管作为父亲提出看似更好的建议,确实带有命令的性质。正是由于这一猜忌,有段时间我甚至没有出席议事会。因为既然认定他配得上治理城邦,认为他如今已有能力商议并料理公务,却在暗中通过实际行动使他沦为平民,剥夺其法定的权力,这无论从哪方面看都是不公道的,对于他这样年纪的人来说或许也是不相宜的。

语法注4 条
  1. 50.6μὴ παρ’ ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος

    否定词 μή 条件性地修饰分词短语(ἐπαινέσας 与 ἀποδεξάμενος),相当于条件从句(“除非我事先在自己内心赞赏他并接纳了……”)。

  2. 50.10ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν

    连词 ὡς 后接宾格加分词结构(ἐμὲ ... γενόμενον),用于引述主观流言的内容(“声称我成为了……的阻碍”)。定冠词不定词短语 τῷ συνάγεσθαι βουλήν 作 ἐμποδών 的补足语。

  3. 50.10τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ’ ἑαυτῷ μηδὲ ἄλλως ἂν ἢ στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης

    带有冠词的不定词短语 τὸ ... ποιῆσαι 与 τὸν υἱόν 一同构成 ἀφαιροῦμαι 的双重宾格结构。语气词 ἄν 与不定词连用表示潜在意义(“他绝不会违背我的意愿去行事”)。分词 στοχαζόμενον 为阳性单数宾格,与不定词的逻辑主语(儿子)一致。

  4. 50.10τὸ γὰρ ἄρχειν αὐτὸν ἀξιώσαντα ... μεταξὺ δὲ ἔργῳ ποιεῖν

    整个句子的主语是带定冠词的不定词短语 τὸ ... ποιεῖν,表语为 οὔτε ἐπιεικὲς [ἐστιν]。宾格分词 ἀξιώσαντα 作不定词 ποιεῖν 的逻辑主语(指说话者自身或泛指行为人),结构为“既然已认为他配得上……却在此期间在实际行动上使他成为……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:50.6-50.10