- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:50.1-50.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者表达了对议事会(元老层)的崇敬与信赖,申明此前对平民的庇护仅是对困厄者的同情救援,绝非轻视作为城邦支柱的议事员们。
Ἐγὼ καὶ πρότερον μὲν ὑμᾶς ἠγάπων, ὦ ἄνδρες, ὥσπερ εἰκὸς ἦν τὸν ἄνδρα τὸν ἐπιεικῆ καὶ οὐκ ἀνόητον τὸ φρονιμώτατον στέργειν τῆς πατρίδος καὶ βεβαιότατον· τὸ δὲ ὑμῶν ἄλλους προτιμᾶν1 ὅμοιον ὥσπερ εἴ τις φιλόπολις εἶναι λέγων ταῖς οἰκίαις μὲν ἥδοιτο καὶ τοῖς ἐργαστηρίοις τοῖς ἐν τῇ πόλει, τὴν δὲ ἀγορὰν καὶ τὸ πρυτανεῖον καὶ τὸ βουλευτήριον καὶ τὰ ἄλλα ἱερὰ ἀμελέστερον ὁρῴη, ἢ νὴ Δία εἴ τις Λακεδαιμονίων τὸ μὲν πλῆθος ἐφίλει, τοὺς δὲ βασιλέας καὶ τοὺς ἐφόρους καὶ τοὺς γέροντας ἠτίμαζε τοὺς σωφροσύνῃ τῶν ἄλλων διαφέροντας καὶ δι’ οὓς ἅπασα ἡ πόλις ἐσῴζετο.
诸位大人,我甚至在从前就已经敬爱你们,正如一位温和而明智的人理当热爱祖国中最聪明、最稳固的部分一样。若是把他人置于你们之上,就如同有人自称热爱城邦,却只对城内的宅第和工坊感到欣喜,对于广场、议事厅、评议会以及其他圣所则漠不关心;或者凭宙斯起誓,就如同斯巴达人中有人爱重民众,却蔑视那些在克制自守上超迈众人、且赖其庇佑全城得以保全的诸王、监察官以及长老们一样。
ὅπου καὶ παρὰ τοῖς Ἀθηναίοις,2 οἳ μάλιστα ἀνθρώπων ἐδημοκρατοῦντο καὶ πλεῖστον ἔνεμον τοῖς πολλοῖς καὶ δημοτικοῖς, οὐδεὶς πώποτε οὕτως ἐγένετο θρασὺς δημαγωγός, οὐδὲ Ὑπέρβολος ἐκεῖνος ἢ Κλέων, ὥστε τὸν Ἄρειον πάγον ἢ τὴν βουλὴν τοὺς ἑξακοσίους ἀτιμότερον τοῦ δήμου νομίζειν. εἰ δὲ συνεχῶς μέμνημαι Λακεδαιμονίων καὶ Ἀθηναίων, συγγνώμην ἐχέτωσαν οἱ πάνυ δριμεῖς, ὅτι τῶν τοιούτων παραδειγμάτων ὑμᾶς ἀξίους κρίνω, καὶ πρὸς Ἕλληνας, ὡς οἶμαι, διαλεγόμενος οὐκ ἄλλων τινῶν μᾶλλον ἡγοῦμαι πρέπειν μνημονεύειν ἢ τῶν ἄκρως Ἑλλήνων.
事实上有鉴于此,即使在世人中最为民主、赋予大众和平民最大权力的雅典人那里,也从未有过任何煽动民众的政客张狂到如此地步——哪怕是声名显赫的许珀耳波罗斯或克里昂——以至于认为阿雷奥帕戈斯或六百人议事会不如民众受人尊重。如果我不断提及斯巴达人和雅典人,愿那些极其苛刻的人宽恕我,因为我认为你们配得上这样的典范;而且依我之见,既然面对的是希腊人,我认为再没有比提及最地道的希腊人更为合宜的了。
τῆς δ’ οὖν εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς πίστεως ἐκεῖνο ὑμῖν γιγνέσθω τεκμήριον, ὅτι μήτε ἑταιρείᾳ τινὶ πεποιθὼς μήτε συνήθεις ἐξ ὑμῶν ἔχων τινὰς θαρρῶν εἰσέρχομαι πρὸς ὑμᾶς, καὶ νομίζω μηδενὸς ἔλαττον ἂν ἔχειν, δῆλον ὅτι τῇ κοινῇ φιλίᾳ πεπιστευκὼς καὶ τῇ πρὸς ἅπαντας εὐνοίᾳ, μή γε ἰσχυρὸς ἢ φοβερὸς εἶναι δοκῶν ἢ βουλόμενος ὡς διὰ τοῦτο θεραπεύεσθαι. εἰ δὲ ἠλέουν τοὺς δημοτικούς, ὅτε ἦσαν ἐλεεινοί, καὶ καθ’ ὅσον οἷόν τε ἦν ἐπικουφίζειν ἐπειρώμην, οὐθέν ἐστι τοῦτο σημεῖον τοῦ πρὸς ἐκείνους ἔχειν οἰκειότερον· ἐπεὶ καὶ τοῦ σώματος ἀεὶ τὸ κάμνον θεραπεύομεν καὶ πλείονα ποιούμεθα πρόνοιαν ποδῶν ἢ ὀφθαλμῶν, ὅταν οἱ μὲν ἀλγῶσι καὶ πεπονθότες ὦσιν, οἱ δὲ ὑγιαίνωσιν.
无论如何,愿这一点成为我对你们心怀善意与信任的明证:我既不仰仗任何派系,在你们当中也无密友,却满怀信心地来到你们面前,并相信自己绝不会落于人后——这显然是因为我信任我们共同的友谊以及对全体的善意,绝非自以为强力或可畏,亦非希望因之受到奉承。如果说我曾怜悯平民,那也是在他们境遇凄凉之时,并且我曾尽力减轻他们的负担,但这绝不是与他们更为亲近的标志;因为对于身体,我们也总是调治患病的部分,当一方〔足部〕感到痛苦受创而另一方〔眼睛〕健全时,我们也会对足部给予比眼睛更多的关照。
εἰ δὲ εἶπον ἐλεεινοὺς τοὺς δημοτικούς, μηδεὶς ὑπολάβῃ λέγειν με ὡς ἄδικα καὶ παράνομα ἔπασχον, ὁπότε καὶ τοὺς ὑπὸ ἰατρῶν τεμνομένους ἢ καομένους, ἐπὶ σωτηρίᾳ πάσχοντας ταῦτα, ἐλεοῦμεν, καὶ δακρύουσιν ἐπ’ αὐτοῖς καὶ μητέρες καὶ πατέρες, εἰδότες ὠφελουμένους. ὃ δὲ ἔφην,3 ὅτι καὶ πρότερον ὑμᾶς ἠγάπων πρὶν ἢ πεῖραν ἱκανὴν εἰληφέναι τῆς διανοίας, νῦν γε ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἔγωγε τὴν βουλὴν οὐ μόνον ἀξίαν τιμῆς κρίνω καὶ φιλίας, ἀλλὰ καὶ θαυμάζω τὴν ἰσχὺν ὑμῶν καὶ τὴν ἀλήθειαν καὶ τὴν ἐλευθερίαν.
然而,若我说平民令人怜悯,绝不要有人以为我是在说他们遭受了不公和非法的对待;因为即使对于那些被医师切割或火灼的人——他们承受这些是为了获得拯救——我们也会心生怜悯,做父母的也会为他们落泪,尽管深知他们是在获益。正如我所言,甚至在对你们的心性有充分体验之前,我就已经敬爱你们;而现在,我当着所有神明的面向你们起誓:我确实不仅认为议事会配受尊崇与友谊,而且赞赏你们的力量、真实与自由。
καὶ τοῦτον ἔσχηκα τὸν τρόπον, ὥστε τῷ δήμῳ μὲν ἐκτετικέναι δοκεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν, ὡς πολίτης, ὑμῖν δὲ ὀφείλειν καὶ μηδέποτε ἂν δυνηθῆναι τὴν ὑμετέραν εὔνοιαν ὑπερβαλέσθαι. καὶ τοῦτο δὴ τὸ ῥηθὲν ὑπὸ τῶν παλαιῶν τινος ῥητόρων, ὑπερβολήν τινα ἔχειν δοκοῦν κολακείας, ὅτι,τὸν δῆμον εἰκότως ἂν ἐν τοῖς ὀφθαλμοῖς περιφεροίμην̔ ἐγὼ δικαίως ἂν εἴποιμι πρὸς ὑμᾶς. καὶ τὸν υἱὸν τοῦτον, εἰ νοῦν ἔχει καὶ σωφρονεῖ, νομίζω πάντα τὸν βίον ὑμῖν ἀναθήσειν καὶ θεραπεύσειν ὑμᾶς οὐχ ἧττον ἐμοῦ.
我已经形成了这样一种心意:作为一名公民,我觉得自己已按自身能力还清了对平民的欠账,但对你们却始终负债,并且永远无法超越你们的善意。古时的一位演说家曾说过一句话,那话看似带有某种过度的阿谀,即“我理当把民众抱在自己的眼眸之中”,而我却可以名正言顺地将这句话用在你们身上。我的这个儿子,只要他有头脑且克制自重,我相信他也定会将毕生奉献给你们,对你们的服侍绝不会逊色于我。
- 50.1τὸ δὲ ὑμῶν ἄλλους προτιμᾶν
冠词与不定式短语 τὸ... προτιμᾶν 构成主语从句。代词 ὑμῶν 是比较属格,由 προτιμᾶν 中的前缀 πρό- 及比较含义所支配,意为“把其他人置于你们之上”。宾格 ἄλλους 是不定式的直接宾语。
- 50.2ὅπου καὶ παρὰ τοῖς Ἀθηναίοις
ὅπου 在此并非单纯表示空间处所,而是转为引出无可辩驳的事实证据的连词用法(“事实上有鉴于……”、“甚至在……那里也是如此”),用以引入民主政体最为极端的雅典作为论据支持前述论断。
- 50.4ὃ δὲ ἔφην
中性单数宾格关系代词 ὃ 独立置于句首,作为话题宾格/关于格使用(“关于我所说的那件事,即……”),用以总括并引出随后的 ὅτι 从句,使论述重新呼应本篇开头的论点。
