- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:49.11-49.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥告诫人们不可单凭外表与头衔判断真正的哲学家,强调真正哲学家的本分在于治理人群,但同时阐明了自己因眼下迫不得已的理由而必须谢绝同胞市民所推选公职的立场。
τῷ δὲ τὴν ἀρχὴν ταύτην ἰσχυρῶς καὶ ἐγκρατῶς ἄρχοντι οὐ χαλεπὸν ἤδη καὶ συμπάντων ἀνθρώπων κρείττω γίγνεσθαι. ὁπόταν δὲ ταῦτα διεξίω περὶ τῶν φιλοσόφων, μηδείς με ἡγείσθω πρὸς τὸ σχῆμα ἀφορῶντα λέγειν καὶ πρὸς τὸ ὄνομα. οὔτε γὰρ τὸν οἶνον ἐκ τοῦ κεράμου κρίνουσιν οἱ νοῦν ἔχοντες· πολλάκις γὰρ εὑρήσεις ἐν σπουδαίῳ κεράμῳ τὸν ἐκ τῶν καπηλείων οἶνον ἐξεστηκότα· οὔτε τὸν ἄνδρα τὸν πεπαιδευμένον ἐκ τοῦ σχήματος.
而对于有力且自制地行使这一统治权的人来说,超越全人类便不再是难事。然而,每当我论及有关哲学家的这些事情时,愿无人认为我是着眼于外表和头衔而言的。因为有见识之人既不会根据坛子来评判美酒——毕竟人们常常会在精美的坛子里发现酒馆里变质的酸酒——也不会根据外貌来评判受过教养之人。
τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸ Ἰσμηνίου τοῦτο μάλιστα ἀγανακτεῖν,1 τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν, ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐδ’ ἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται.
不过,大众被此类表象所蒙骗,我倒并不感到惊异。因为求婚者们正是由于外貌,便将奥德修斯与伊罗斯撮合对决,仿佛二人毫无差异一般。不久前的一位哲学家曾不无机智地谈到伊斯梅尼亚斯的那句话,即〔他〕对吹奏丧葬之管的人竟被称为长笛手极为愤慨;然而依我之见,这两者并不完全相似。因为丧乐手绝不会对死者造成损害或烦扰,而伪称从事哲学的人中,却有些人作恶多端。
ἀλλὰ τοῦ γε ὄντως φιλοσόφου τὸ ἔργον οὐχ ἕτερόν ἐστιν ἢ ἀρχὴ ἀνθρώπων. ὅστις δὲ ὀκνεῖ τὴν αὑτοῦ πόλιν ἑκοῦσαν καὶ ἐπικαλουμένην διοικεῖν, οὐ φάσκων ἱκανὸς εἶναι, ὅμοιός ἐστιν ὥσπερ εἴ τις τὸ μὲν ἑαυτοῦ σῶμα θεραπεύειν μὴ θέλοι, ἀξιῶν ἰατρὸς εἶναι, ἄλλους δὲ ἀνθρώπους ἰατρεύοι προθύμως ἀργύριον ἢ τιμὰς λαμβάνων, ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν,2 ἢ εἴ τις ἀξιῶν ἱκανὸς εἶναι παιδοτρίβης ἢ γραμμάτων διδάσκαλος ἀλλοτρίους μὲν παῖδας θέλοι διδάσκειν, τοὺς δὲ αὑτοῦ πέμποι πρὸς ἄλλον τινὰ τῶν φαυλοτέρων, ἢ εἴ τις ἀμελήσας τῶν ἑαυτοῦ γονέων ἀλλοτρίους ἐθέλοι προτιμᾶν, οὓς ἂν αἴσθηται πλουσιωτέρους ἐκείνων ἢ μᾶλλον ἐνδόξους.
然而,真正哲学家的职责无非是统治人群。若是有人在自己的城邦心甘情愿并发出召唤时,仍犹豫着不去治理,推辞说自己不能胜任,那么此人就像是:自称是医师,却不愿调养自己的身体,反而为了获取金钱或荣誉而热心医治他人,仿佛健康相比于另一种报酬竟是更为低微的赏赐;又如自称是有能力的体育教师或读写教师,宁愿教授他人的孩子,却把自己的子女送到更拙劣的教师那里;再如有人怠慢自己的双亲,却偏爱敬重那些被他视为比双亲更富有或更显赫的外人。
οὔτε γὰρ δικαιότερον οὔτε μὰ Δία ἥδιον τῶν ἀναγκαίων ὑπεριδόντα τοῖς μηδὲν προσήκουσιν ὠφέλιμον γίγνεσθαι. ʽοὐκοῦν τό γε ἀκόλουθόν ἐστι τοῖς λόγοις τούτοις ἄρχειν αὐτὸν βουλομένων ἡμῶν3. ἀλλ’ εὖ ἴστε ὅτι εἰ μή τι ἦν ἀδύνατον, οὐκ ἂν περιέμενον ὥστε ὑμᾶς ἀξιοῦν, ἀλλ’ αὐτὸς ἂν ἠξίουν καὶ παρεκάλουν. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν καλῶν καὶ σωφρόνων, αὐτὸν παραγγέλλοντα καὶ χάριν εἰδότα τῆς χειροτονίας ἄρχειν τῶν πολιτῶν, ἀλλὰ μὴ καθαιροῦντα μηδὲ ἄτιμον τὸ πρᾶγμα ποιήσαντα.
因为置至亲之人于不顾,转而去造福于毫无瓜葛之人,既非更合乎正义,凭宙斯起誓,亦非更令人愉悦之事。“那么,从这些言论中得出的必然推论,难道不就是既然我们愿意,你就应当亲自掌权吗?”然而你们当深知,若非有某种不可能的阻碍,我本不会坐等你们提出要求,而会亲自提出请求与敦请。因为自告奋勇地挺身而出、心怀对众人推举的感激来统治同胞公民,而不是贬低这一职位或使其蒙羞,这本就是美好而审慎的行为之一。
τί οὖν ἐστι τὸ ἀδύνατον ἐν τῷ παρόντι; ἐγὼ μὲν καὶ τἄλλα ἀξιῶ πιστεύεσθαι, ἐφ’ ὧν λέγω· οὐδέποτε γὰρ ὑμᾶς ἐξηπάτησα, ὡς ἐγὼ νομίζω, ὑπὲρ οὐδενός· οὐδὲ πρότερον ἄλλως διανοούμενος εἶπον, ἀλλ’ ἀεὶ πλείους ἀσχολίαι καταλιπεῖν μέχρι τοῦδε οὐχ ἑκόντα με κατέσχηκεν. τὸ δὲ νῦν οὐκέτι ἐγχωρεῖ σχεδόν. οὔτε γὰρ ἐμοὶ οὔτε ἴσως ὑμῖν ἄμεινόν ἐστιν ἐμὲ διατρίβειν ἐνθάδε. ὥστε παραιτοῦμαι τὴν ψῆφον. ἐπίσταμαι γὰρ ὅτι οὐκ ἂν ἐδεήθη ἐξετάσεως, ἀλλὰ ὥσπερ πρότερον ἐν τῷ φανερῷ πάντες ἐψηφίσασθε, ὁπότε με ὑπενοήσατε βούλεσθαι, τὸ αὐτὸ καὶ νῦν ἂν ἐποιήσατε. ἀλλ’ οὐκ ἔχω οὕτως, ἀλλ’ ἵνα μὲν ἄρξω, ἐπίσταμαι ὅτι οὐκ ἂν ἔδει με παρακαλεῖν, ἵνα δὲ ἀφεθῶ, ὑπὲρ τούτου παρακαλῶν οὐκ αἰσχύνομαι.
那么,目前的不可能之处究竟何在?就我而言,我期望在自己所言的其他事情上同样得到信任;因为据我所知,我从未就任何事情欺骗过你们;此前我说话也绝非言不由衷,只是不断增多的事务违背我的意愿,将我羁绊至今未能离开。然而时至今日,逗留已几乎不再可能。因为我在此消磨时日,无论对我自己,还是对你们而言,恐怕都绝非更有益之事。因此,我辞谢这项推选。因为我深知,这原本无须审查,正如同此前当你们察觉我有此意愿时,便已公开一致投票支持那般,如今你们也定会如法炮制。但我的处境并非如此;我深知若为了执掌权力,我绝无须恳请,但若是为了获得解脱,我为之恳请却并不感到羞耻。
- 49.12τὸ Ἰσμηνίου τοῦτο μάλιστα ἀγανακτεῖν
带冠词不定式短语 τὸ ... ἀγανακτεῖν 作 ἔφη 的宾语(或作省略了 εἶναι 的 οὐ φαῦλον 的主语)。Ἰσμηνίου 为主格性属格,表示 ἀγανακτεῖν 的逻辑主语(或表示所属,指伊斯梅尼亚斯的那句名言/轶事)。紧随其后的 τὸ καλεῖσθαι 构成同格短语,进一步说明其愤慨的具体内容。
- 49.13ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν
此为与 ὥσπερ 连用的宾格绝对结构,表达一种主观假定的理由或态度。τὴν ὑγίειαν 为宾格逻辑主语,ὄντα 为分词,ἐλάττω μισθόν 为表语宾格。ἑτέρου μισθοῦ 是由比较级 ἐλάττω 所要求的比较属格。
- 49.14ἄρχειν αὐτὸν βουλομένων ἡμῶν
此句为设想的反驳(反诘插话)的一部分。βουλομένων ἡμῶν 为属格绝对结构,表示原因或伴随情况(“既然我们愿意”)。ἄρχειν αὐτόν 为带宾格的不定式短语,充当表语结构 τό ... ἀκόλουθόν ἐστι(“是顺理成章的推论”)的逻辑主语(“由他自己/您亲自来掌权”)。
