← 金嘴狄翁

演说集

§5.1-5.14

神话的教训价值与利比亚半人半蛇怪兽的传说

演说者以农夫嫁接植物为喻阐明神话的道德教益,随后开讲利比亚关于锡尔提斯湾怪物的传说:该异兽上半身是绝美女子,下半身是大蛇,善用美色诱捕并吞食人类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

τάχα γὰρ ἄν ποτε καὶ ἡμῖν χρείαν οὐ φαύλην παράσχοι ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν.1

因为它们或许有朝一日也能为我们提供并非微不足道的用处,只要它们在某种程度上被引向适宜之事,并与实在且真实之物相对照。

§5.2

ἡ δὲ τοιαύτη δύναμις καὶ ἐπιχείρησις ὁμοία μοι δοκεῖ τῇ τῶν γεωργῶν ἐμπειρίᾳ περὶ τὰ φυτά, ἐάνπερ ἱκανῶς γίγνηται· ἐκεῖνοι γὰρ ἐνίοτε τοῖς ἀκάρποις καὶ ἀγρίοις ἐνθέντες καὶ ἐμφυτεύσαντες τὰ ἥμερα καὶ καρποφόρα χρήσιμον ἀντʼ ἀχρήστου καὶ ὠφέλιμον ἀντὶ ἀνωφελοῦς ἀπέδειξαν τὸ φυτόν.

在我看来,这种能力与尝试,若能充分实现,便类似于农夫在植物方面的经验;因为他们有时通过在不结果实的野生植物中插入并嫁接驯化且结果的部分,便使植物从无用变为有用,从无益变为有益。

§5.3

οὕτω δὴ καὶ τοῖς ἀνωφελέσι μυθεύμασι λόγος ἐμβληθεὶς χρήσιμος καὶ συμφέρων οὐδὲ ἐκεῖνα εἴασεν εἶναι μάτην λεγόμενα. τυχὸν δὲ καὶ οἱ πρῶτοι συντιθέντες αὐτὰ πρός τι τοιοῦτον συνέθεσαν, αἰνιττόμενοι καὶ μεταφέροντες τοῖς δυναμένοις ὀρθῶς ὑπολαμβάνειν.

正如这样,将有用且有益的言论注入无益的神话中,便也不致让那些神话落得虚妄空谈。或许最初编造它们的人,也是出于某种这样的目的而编造的,他们为那些能够正确理解的人留下了谜语与寓意。

§5.4

τόδε μὲν δὴ προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. λοιπὸν δʼ ἂν εἴη αὐτὸν τὸν νόμον λέγειν τε καὶ ᾅδειν,2 ὁποίῳ μάλιστα ἀφομοιοῦμεν εἰκάσματι τὰς ἐπιθυμίας.

如某人所言,这便是“法律的序言”了。接下来剩下的,便是讲述并歌唱这法律本身:我们主要将欲望比作何种肖像。

§5.5

λέγεται γὰρ πάλαι ποτὲ θηρίων εἶναί τι γένος χαλεπὸν καὶ ἄγριον, πλεῖστον καὶ μάλιστα γιγνόμενον ἐν τοῖς ἀοικήτοις τῆς Λιβύης. ἥδε γὰρ ἡ χώρα καὶ νῦν ἔτι δοκεῖ παντοδαπὰς φέρειν ζῴων φύσεις, ἑρπετῶν τε καὶ ἄλλων θηρίων.

因为据说在很久以前,曾有一种凶猛而野蛮的异兽,最多且主要滋生于利比亚的无人之地。因为这片土地甚至在今天似乎仍孕育着形形色色的动物天性,既有爬虫,也有其他野兽。

§5.6

ἐν οἷς εἶναι καὶ τοῦτο τὸ γένος, ὑπὲρ οὗ νῦν ὁ λόγος, σύνθετον τὴν τοῦ σώματος ἰδέαν σχεδὸν ἐκ τῶν πλεῖστον διαφερόντων, παντελῶς ἄτοπον. πλανᾶσθαι δὲ αὐτὸ μέχρι τῆσδε τῆς θαλάττης ἐπὶ τὴν Σύρτιν τροφῆς ἕνεκα.

据说其中也有现在所谈及的这个族类,其身躯的形态几乎是由差异最为悬殊的部分组合而成,完全怪异绝伦。它为了寻食,一直游荡到这片大海,靠近锡尔提斯湾。

§5.7

θηρᾶν μὲν γὰρ καὶ τἄλλα θηρία, τούς τε λέοντας καὶ παρδάλεις τάς τε ἐλάφους καὶ τοὺς ἀγρίους ὄνους καὶ τὰ πρόβατα, μάλιστα δὲ ἥδεσθαι τῇ τῶν ἀνθρώπων ἄγρᾳ.

因为虽然它也猎捕其他野兽——狮子、豹子、鹿、野驴和羊群——但它最喜爱的却是人类这种猎物。

§5.8

ὧν δὴ καὶ ἕνεκεν ἐγγὺς ἀφικνεῖσθαι τῶν οἰκουμένων μέχρι τῆς Σύρτεως. ἔστι δὲ ἡ Σύρτις κόλπος θαλάττης εἰσέχων ἐπὶ πολὺ τῆς χώρας καὶ τριῶν ἡμερῶν, φασί, πλοῦς ἀκωλύτως πλέουσι.

正因如此,它才来到靠近有人居住的地方,直到锡尔提斯湾。锡尔提斯湾是一个深插入陆地的大海湾,据说对于航行无阻的人来说,是三天的航程。

§5.9

τοῖς δὲ κατενεχθεῖσιν οὐκ εἶναι τὸν ἔκπλουν δυνατόν· βραχέα γὰρ καὶ διθάλαττα καὶ ταινίαι μακραὶ μέχρι πολλοῦ διήκουσαι παντάπασιν ἄπορον καὶ δύσκολον παρέχουσι τὸ πέλαγος. οὐ γάρ ἐστι κατʼ ἐκεῖνα τὸ τῆς θαλάττης ἀγγεῖον καθαρόν, κοῖλος δὲ καὶ ψαμμώδης ὁ τόπος ὢν ἐκδέχεται τὸ πέλαγος, οὐδὲν ἔχων στερεόν.

但对于被冲入其中的人而言,驶出却是不可能的;因为浅滩、双向对流的海水以及绵延极远的长条砂堤,使得这片外海完全不可通行且险阻重重。因为在那些地方,海水的容器并不纯净,而是一个低凹且多砂的处所接纳了外海,没有任何坚实之物。

§5.10

ὅθεν οἶμαι θῖνές τε μεγάλαι καὶ χώματα ἐν αὐτῷ γίγνονται τῆς ψάμμου, καθάπερ ἐν τῇ χώρᾳ συμβαίνει τὸ τοιοῦτον ἀπὸ πνευμάτων, ἐκεῖ μᾶλλον ὑπὸ τοῦ κλύδωνος. ἔστι δὲ καὶ τὰ κύκλῳ τοιαῦτα σχεδόν, ἐρημία καὶ θῖνες.

因此我想,其中便形成了巨大的沙丘与砂土堆,正如陆地上由风所造成的那样,而在那里更多是由波浪造成的。周围一带大体也是如此,尽是荒原与沙丘。

§5.11

ἀλλὰ γὰρ δὴ τούς τε ναυαγοὺς ἀπὸ τῆς θαλάττης ἐπανιόντας καὶ εἴ τινας τῶν Λιβύων κατʼ ἀνάγκην διεξιόντας ἢ πλανωμένους ἐπιφαινόμενα ἥρπαζε τὰ θηρία.

然而,当落难船员从海中爬上岸,或者有任何利比亚人出于无奈路过或徘徊时,这些野兽便会骤然现身,将他们掳走。

§5.12

ἡ δὲ φύσις αὐτῶν τοῦ σώματος καὶ ἡ ἰδέα τοιάδε· τὸ μὲν πρόσωπον γυναικεῖον εὐειδοῦς γυναικός, μαστοὶ δὲ καὶ στήθη πολύ τι κάλλιστα καὶ τράχηλος, ὁποῖα οὔτε παρθένου γένοιτʼ ἂν οὔτε νύμφης ἀκμαζούσης οὔτε πλάττων ἢ γράφων οὐδεὶς δυνήσεται ἀπεικάσαι· τὸ δὲ χρῶμα λαμπρότατον, καὶ ἀπὸ τῶν ὀμμάτων φιλοφροσύνη καὶ ἵμερος ταῖς ψυχαῖς ἐνέπιπτεν, ὁπότε προσίδοι τις· τὸ δὲ λοιπὸν σῶμα σκληρόν τε καὶ ἄρρηκτον φολίσι, καὶ τὸ κάτω πᾶν ὄφις· ὑστάτη δὲ κεφαλὴ τοῦ ὄφεως μάλα ἀναιδής. τὰ δὲ θηρία ταῦτα πτερωτὰ μὲν οὐ λέγεται γενέσθαι, καθάπερ αἱ σφίγγες, τῶν δὲ πεζῶν ἁπάντων τάχιστα, ὡς μηδένα ἄν ποτε ἐκφυγεῖν αὐτά·3 καὶ τῶν μὲν ἄλλων ἀλκῇ κρατεῖν, ἀνθρώπων δὲ ἀπάτῃ, παραφαίνοντα τὰ στήθη καὶ τοὺς μαστούς, καὶ ἅμα προσβλέποντα καταγοητεύειν τε καὶ ἔρωτα ἐμβάλλειν δεινὸν τῆς ὁμιλίας· καὶ τοὺς μὲν προσιέναι καθάπερ γυναιξί, τὰ δὲ μένειν ἀτρεμοῦντα καὶ κάτω πολλάκις βλέποντα,

它们身躯的天性与形态如下:面容是美貌女子的面容,乳房、胸膛与颈项极其优美,既非少女亦非风华正茂的新娘所能拥有,无论是雕塑家还是画师也都无人能够摹拟;肤色最为光彩夺目,无论何时有人注视它们,亲睦与渴望便从其双眼中注入人们的灵魂;但其余的身躯却坚硬且覆满鳞片,坚不可摧,下半截完全是一条蛇;蛇尾最末端的头部极其凶顽无耻。据说这些异兽并不像斯芬克斯那样长有翅膀,却是所有陆行生灵中最迅捷的,以至于无人能够逃脱它们;它们以力气制服其他动物,却以诡计克制人类,微微展露胸膛与乳房,同时凝视对方以施加蛊惑,注入对交媾的可怕欲念;于是人们像走向女子一般迎上前去,而它们则静止不动,常常低头垂目,

语法注3 条
  1. 5.1ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν

    中性复数被动分词(ἑλκόμενα, παραβαλλόμενα)具有条件状语功能(“若被引向……并被比照……”),充当主句中带有 ἄν 的希求法谓语(παράσχοι ἄν)的条件从句(protasis)。其逻辑主语由上下文承前省略的神话故事等中性名词(如 μυθεύματα)充任。

  2. 5.4προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. λοιπὸν δʼ ἂν εἴη αὐτὸν τὸν νόμον λέγειν τε καὶ ᾅδειν

    ὡς ἔφη τις(“如某人所言”)为插入语。短语 προοίμιον τοῦ νόμου(“法律的序言/序曲”)以及紧随其后的 λέγειν τε καὶ ᾅδειν(“讲述并歌唱”)化用了柏拉图《法篇》(722d–723d)中关于法律序言的著名论述,兼具 νόμος 在希腊语中兼指“法律”与“曲调/旋律”的双关意涵。在句法上,λοιπὸν ἂν εἴη 作非人称谓语,以不定式 λέγειν τε καὶ ᾅδειν 为真正主语。

  3. 5.14ὡς μηδένα ἄν ποτε ἐκφυγεῖν αὐτά

    连词 ὡς 引导结果从句,与 ἄν 及不定式 ἐκφυγεῖν 连用。这种结构在间接引语或结果从句中相当于直陈式过去时或希求法带 ἄν 的虚拟/潜能句,表示潜能含义:“以至于无人能从它们那里逃脱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:5.1-5.14