- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.129-4.139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将好名之神的欺罔比作伊克西翁与云雾的交合,指出煽动政客与智者皆由此而生,并阐述了受享乐、财富与虚名诸神同时拉扯的灵魂所经历的内讧与凄惨,进而转向赞美命运赐予受教之人的节制之神。
ἀπάτη δὲ καὶ τούτῳ παρέπεται τῷ δαίμονι ἁπασῶν πιθανωτάτη. οὐ γὰρ ὡς ἡ τοῦ φιλαργύρου καὶ φιληδόνου λαμπρὸν μὲν οὐδὲν λόγῳ ἐδύναντο ὑποσχέσθαι, οὐδʼ ὡς ἐπὶ σεμνὰ καὶ λαμπρὰ προήγαγον τοὺς ἀπατωμένους ὑπʼ αὐτῶν, ἀλλὰ μόνον τὸ τῶν ἀγαθῶν αὐτοῖς ὄνομα ἐπεφήμιζον καὶ προσετίθεσαν, οὕτως ἡ τοῦδε ἀπάτη,1 ἀλλʼ ἐπᾴδουσα καὶ γοητεύουσά φησι φιλόκαλον αὐτὸν εἶναι καὶ ὡς ἐπʼ ἀρετήν τινα ἢ εὔκλειαν ἄγει τὴν δόξαν.
此外,这尊神明还伴随着一种在所有欺瞒中最具说服力的欺骗。因为他的欺骗并不像嗜财者和嗜乐者的欺瞒那样,在言语上无法许诺任何光彩夺目的事物,也未能将受骗者引向崇高而显赫的境界,而仅仅是将善的名义呼唤并强加于他们;他的欺骗反而是念动咒语、施展魅术,宣称他本人热爱美好,并仿佛引向某种德性或美名一般将〔他〕引向虚名。
πάλιν οὖν ἐνθάδε κινδυνεύσω τὸ δεύτερον εἰς τὸν αὐτὸν πεσεῖν μῦθον τὸν Ἰξίονος. καὶ γὰρ ἐκεῖνόν φασιν ἐπιθυμήσαντα τῶν Ἥρας μακαρίων γάμων νεφέλῃ τινὶ συγγενόμενον σκοτεινῇ καὶ ἀχλυώδει ἄχρηστα καὶ ἀλλόκοτα γεννῆσαι τέκνα, τὸ τῶν Κενταύρων γένος ποικίλον καὶ συμπεφορημένον.
因此,我在此处恐怕要再度冒落入伊克西翁同一个神话的危险。因为人们说,他也曾渴望与赫拉缔结至福的婚盟,却与一团阴暗昏昧的云雾交合,生下了无用而怪诞的子嗣,即那纷杂混乱的半人马一族。
ὁ γὰρ εὐκλείας ἔρωτος διαμαρτών, ἔπειτα δόξης ἐπιθυμίᾳ συνών, τῷ ὄντι νεφέλῃ λέληθεν ἀντὶ τῆς θείας καὶ σεμνῆς ὁμιλίας συνών. ἐκ δὲ τῶν τοιούτων συνουσιῶν ἢ γάμων ὠφέλιμον μὲν ἢ χρήσιμον οὐδὲν ἂν γένοιτο, θαυμαστὰ δὲ καὶ ἄλογα, προσεοικότα τοῖς Κενταύροις, δημαγωγῶν τινων πολιτεύματα καὶ ξυγγράμματα σοφιστῶν.
因为凡是未能获得对真正美名之爱、转而与虚名之欲结合的人,实际上正是在浑然不觉中与云雾交合,而非置身于神圣崇高的交融之中。从这种结合或婚姻中,决不能产生任何有益或实用之物,而只会产生如同半人马一般奇异而荒谬之物,即某些煽动政客的施政手腕与智者的著述。
ξεναγοὶ γὰρ καὶ σοφισταὶ καὶ δημαγωγοί· λέγω δὲ διακρίνων στρατηγούς τε καὶ παιδευτὰς καὶ πολιτικοὺς ἄνδρας ἀπὸ τῶν νῦν εἰρημένων· οὗτοι πάντες ἐκείνῳ τῷ δαίμονι προσνέμεσθαι ἄξιοι καὶ τῆς ἐκείνου μερίδος τε καὶ ἑταιρείας ἀριθμεῖσθαι.
因为佣兵统领、智者与煽动政客——我在此将将领、教育者与政治家与刚才提及之流明确区分开来——所有这些人皆配归属于那尊神明,被计入他的同党与会派之中。
καὶ δὴ νῦν μὲν ἐπεξῆλθον τοὺς ὑφʼ ἑνὸς ἑκάστου τῶν εἰρημένων δαιμόνων ἐλαυνομένους· πολλάκις δὲ καὶ δύο τὸν αὐτὸν ἢ πάντες εἰλήχασι, τἀναντία ἀλλήλοις προστάττοντες καὶ ἀπειλοῦντες, εἰ μὴ πείθοιτο, μεγάλαις τισὶ περιβαλεῖν ζημίαις, ὁ μὲν φιλήδονος ἀναλίσκειν εἰς τὰς ἡδονὰς κελεύων, καὶ μήτε χρυσοῦ μήτε ἀργύρου μήτε ἄλλου κτήματος φείδεσθαι μηδενός, ὁ δʼ αὖ φιλοχρήματος καὶ μικρολόγος οὐκ ἐῶν, ἀλλὰ κατέχων τε καὶ ἀπειλῶν, εἰ πείσεται ἐκείνῳ, λιμῷ τε καὶ δίψῃ καὶ ἁπάσῃ πενίᾳ τε καὶ ἀπορίᾳ διολλύειν αὐτόν.
方才我所详述的,乃是被前述诸神中各个单独神明驱使之人;然而,常常有两个甚至所有的神明同时抽中同一个人作为归宿,下达彼此相反的指令,并威胁他若不服从,便将对他课以巨大的惩罚。嗜乐之神命他将资财挥霍于享乐之中,不可吝惜黄金、白银或任何其他财产;而嗜财且斤斤计较之神却绝不容许,反将其扣紧,并威胁若听从前者,便要以饥渴以及一切贫困与匮乏将他毁灭。
πάλιν δὲ ὁ μὲν φιλόδοξος συμβουλεύει καὶ παρακαλεῖ προΐεσθαι τὰ ὄντα τιμῆς ἕνεκεν· ὁ δὲ καὶ πρὸς τοῦτον ἀπομάχεται καὶ ἀντιβαίνει. καὶ μὴν ὅ γε τῆς ἡδονῆς φίλος καὶ ὁ τῆς δόξης οὔποτε δύνανται συνᾷσαι οὐδὲ τὸ αὐτὸ εἰπεῖν. ὁ μὲν γὰρ καταφρονεῖ τῆς δόξης καὶ λῆρον ἡγεῖται καὶ τὸ τοῦ Σαρδαναπάλλου προφέρεται πολλάκις ἐλεγεῖον, "τόσσʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ὄλβια πάντα λέλειπται, " καὶ μάλιστα τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν δείκνυσιν, ὡς οὐδενὸς ἔτι τῶν ἡδέων δυνησομένῳ μετασχεῖν· ὁ δὲ φιλόδοξος ἀπάγει τε καὶ ἀφέλκει τῶν ἡδονῶν, τά τε ὀνείδη καὶ τὰς λοιδορίας ἐπανατεινόμενος.
好名之神又劝告并号召他为了荣誉散尽家财;但嗜财之神对此人同样奋起反抗、极力阻挠。况且,享乐之友与虚名之友绝不可能合唱同一首歌,亦无法言说同一桩事。因为前者轻蔑虚名,视之为无稽之谈,并屡屡援引萨达那帕鲁斯的那首哀歌体诗句: “我之所有,唯我所食、所肆意妄为、并与爱神一同享过之欢愉;其余一切丰厚财物,皆已尽数弃离,”并尤甚是将死亡时刻陈于眼前,表明他将再也无法分享任何欢愉;然而好名之神却以责难与辱骂相威胁,将他从享乐之中拉拽带离。
οὐκ ἔχων οὖν ὃ ποιήσῃ καὶ ὅποι τράπηται καὶ καταδύσηται, ἀποδιδράσκει πολλάκις εἰς τὸ σκότος, καὶ πειρᾶται λανθάνων τῷ ἑτέρῳ χαρίζεσθαι καὶ ὑπηρετεῖν· ὁ δὲ ἀποκαλύπτει καὶ εἰς τὸ μέσον αὐτὸν ἕλκει.
于是,这人不知该做何事,不知该转向何方或隐于何处,便往往遁入黑暗之中,试图背着人讨好并侍奉其中一方;但另一方却将他揭露,并拖拽到大庭广众之中。
οὕτω δὴ ψυχὴν διαφορουμένην τε καὶ διασπωμένην, ἀεί ποτε ἐν μάχῃ καὶ στάσει διηνεκεῖ πρὸς αὑτὴν οὖσαν, ἀνάγκη πρὸς πᾶσαν ἀφικνεῖσθαι δυστυχίαν. ὥσπερ γὰρ τὰ νοσήματα ἀλλήλοις ἐπιπλεκόμενα, τἀναντία δοκοῦντα πολλάκις, χαλεπὴν καὶ ἄπορον ποιεῖ τὴν ἴασιν, τὸν αὐτὸν οἶμαι τρόπον ἀνάγκη γίγνεσθαι καὶ τῶν τῆς ψυχῆς συμμιγνυμένων τε καὶ συμπλεκομένων εἰς τὸ αὐτὸ παθῶν.
如此这般,灵魂被拉扯撕裂,始终处于反对自身的无休止的争战与内讧之中,必然会陷入彻头彻尾的厄运。因为,正如诸般疾病彼此交织、且往往看似截然相反时,会使医治变得艰巨而无望一样,我认为,当灵魂的情欲彼此混杂、并相互缠绕于一处时,亦必然发生同样的局面。
ἀλλὰ δὴ μεταλαβόντες καθαράν τε καὶ κρείττω τῆς πρότερον ἁρμονίας τὸν ἀγαθὸν καὶ σώφρονα ὑμνῶμεν δαίμονα καὶ θεὸν, οἷς ποτε ἐκείνου τυχεῖν ἐπέκλωσαν ἀγαθαὶ Μοῖραι παιδείας ὑγιοῦς καὶ λόγου μεταλαβοῦσι.2
然而,且让我们转入一种比先前更为纯粹、更为优越的和谐之中,共同赞美那位善良且节制的守护神即真神罢——仁善的命运女神们曾纺定,让那些分享了健全的教养与理性之人,终能与他相遇。
- 4.129οὐ γὰρ ὡς ἡ τοῦ φιλαργύρου καὶ φιληδόνου λαμπρὸν μὲν οὐδὲν λόγῳ ἐδύναντο ὑποσχέσθαι, οὐδʼ ὡς ἐπὶ σεμνὰ καὶ λαμπρὰ προήγαγον τοὺς ἀπατωμένους ὑπʼ αὐτῶν, ἀλλὰ μόνον τὸ τῶν ἀγαθῶν αὐτοῖς ὄνομα ἐπεφήμιζον καὶ προσετίθεσαν, οὕτως ἡ τοῦδε ἀπάτη
全句骨干为 οὐ γὰρ [...] οὕτως ἡ τοῦδε ἀπάτη(“盖此神之欺瞒并非如此”),中间插入了由 ὡς 引导的比较从句。在 ὡς ἡ τοῦ φιλαργύρου καὶ φιληδόνου [ἀπάτη](承前省略 ἀπάτη)之后,谓语动词 ἐδύναντο、προήγαγον 等变为复数,与支配嗜财与嗜乐的具体神明或欲望相一致(句法转换)。整个从句结构统一理解为“此神的欺瞒,绝不像嗜财者与嗜乐者的欺瞒那样……”。
- 4.139οἷς ποτε ἐκείνου τυχεῖν ἐπέκλωσαν ἀγαθαὶ Μοῖραι παιδείας ὑγιοῦς καὶ λόγου μεταλαβοῦσι
关系代词 οἷς 与句末的与格分词 μεταλαβοῦσι(“对于分享了……之人”)同格,充当动词 ἐπέκλωσαν(“纺定命运”)的间接宾语。不定词 τυχεῖν 支配属格代词 ἐκείνου(指前文“善良且节制的守护神”),全句构成“仁善的命运女神曾纺定让分享了健全教育与理性之人得与其相遇”的句式。
