← 金嘴狄翁

演说集

§49.6-49.10

哲学家的统理与作为至高统治的自我克制

演说者指出,尽管哲学家极少担任正式官职,但在哲学家执政或充当君王谋臣监督者时诸民族获益最丰,并论证哲学家克制内在激情的自制统治才是最艰难、最至高的统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.6

εὕροι δ’ ἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις, λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς ἢ σατράπας ἢ βασιλέας καθισταμένους· πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους·1 Σόλωνος μὲν Ἀθηναίους καὶ Ἀριστείδου καὶ Περικλέους τοῦ Ἀναξαγόρου μαθητοῦ, Θηβαίους δὲ Ἐπαμεινώνδου, Ῥωμαίους δὲ Νόμα, ὅν φασί τινες τῆς Πυθαγόρου σοφίας μετασχεῖν· Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς πόλεις διεῖπον.

人们会发现,哲学家在人类之中极少掌握统治权——我指的是那些有名分的职位,如被任命为将帅、总督或国王;然而被统治者却从他们那里获得了最多且最大的福祉:雅典人得益于梭伦、阿里斯泰德以及阿那克萨哥拉的弟子伯里克利;底比斯人得益于伊巴密浓达;罗马人得益于努马,有人说努马分有了毕达哥拉斯的智慧;而所有大希腊的希腊人则得益于毕达哥拉斯派学者,在哲学家掌管城邦的岁月里,他们享有长久的幸福,并在最大的和谐与和平中治理城邦。

§49.7

καὶ κοινῇ δὲ τὰ ἰσχυρότατα τῶν ἐθνῶν, ἐπειδὴ οὐ δύνανται ἀεὶ βασιλεύεσθαι ὑπὸ τῶν φιλοσόφων, ἐπιστάτας τοῖς βασιλεῦσι καὶ ἄρχοντας τούτους ἀπέδειξαν· Πέρσαι μὲν οἶμαι τοὺς καλουμένους παρ’ αὐτοῖς μάγους, οἳ τῆς φύσεως ἦσαν ἔμπειροι καὶ τοὺς θεοὺς ᾔδεσαν ὡς δεῖ θεραπεύειν· Αἰγύπτιοι δὲ τοὺς ἱερέας, οἳ τὴν αὐτὴν ἐπιστήμην εἶχον τοῖς μάγοις, τῶν θεῶν ἐπιμελούμενοι καὶ τὰ ξύμπαντα γιγνώσκοντες ὅπῃ τε καὶ ὅπως ἔχοι· Ἰνδοὶ δὲ βραχμᾶνας, ἐγκρατείᾳ καὶ δικαιοσύνῃ διαφέροντας καὶ τῇ πρὸς τὸ θεῖον φιλίᾳ, ὅθεν μᾶλλον ἴσασι τὰ μέλλοντα ἢ οἱ ἄλλοι ἄνθρωποι τὰ παρόντα αὐτοῖς· Κελτοὶ δὲ οὓς ὀνομάζουσι Δρυΐδας, καὶ τούτους περὶ μαντικὴν ὄντας καὶ τὴν ἄλλην σοφίαν· ὧν ἄνευ τοῖς βασιλεῦσιν οὐδὲν ἐξῆν πράττειν οὐδὲ βουλεύεσθαι, ὥστε τὸ μὲν ἀληθὲς ἐκείνους ἄρχειν, τοὺς δὲ βασιλέας αὐτῶν ὑπηρέτας καὶ διακόνους γίγνεσθαι τῆς γνώμης ἐν θρόνοις χρυσοῖς καθημένους καὶ οἰκίας μεγάλας οἰκοῦντας καὶ πολυτελῶς εὐωχουμένους. καὶ γὰρ δὴ τοῦτον εἰκός ἐστι πᾶσαν ἀρχὴν ἱκανώτατα διοικῆσαι, ὃς τὴν χαλεπωτάτην ἀρχὴν διηνεκῶς ἄρχων δύναται παρέχειν ἀναμάρτητον αὑτόν.

此外,那些最强大的民族作为一个整体,既然不可能始终由哲学家来担任君王统治,便指派这些哲学家作为他们君王的监督者和主政者:依我看,波斯人指定了在他们那里被称为麦琪的人,他们熟知自然,懂得当如何敬奉神明;埃及人指定了祭司,他们拥有与麦琪相同的知识,侍奉神祇,知晓万物的规律与状态;印度人指定了婆罗门,他们因自制、正义以及与神明的亲近而卓异,由此他们对未来的了解,胜过常人对眼前之事的了解;凯尔特人则指定了他们所谓的德鲁伊,这些人同样精通预言术及其他智慧。没有他们,国王们便不得做任何事,亦不得进行决断;因此事实上统治的是他们,而坐在黄金宝座上、住在大屋中、享受奢华筵席的国王们,反倒成了贯彻他们意志的仆从与执行者。因为理所当然的是,凡是能持久地履行那最艰巨的统治、并能保持自身无咎之人,最能胜任管理一切统治事务。

§49.9

ὁ τοίνυν φιλόσοφος ἀεὶ αὑτοῦ ἄρχει· ὃ τῷ παντὶ χαλεπώτερον ἢ συμπάντων μὲν Ἑλλήνων, συμπάντων δὲ βαρβάρων βασιλεύειν. ποῖον μὲν γὰρ οὕτως ἄγριον ἀνθρώπων γένος ἐστὶν ὡς ὀργαί τε καὶ φθόνοι καὶ φιλονικίαι, ὧν αὐτὸν ἐγκρατῆ εἶναι δεῖ; ποῖον δὲ οὕτω πανοῦργον καὶ ἐπίβουλον καὶ προδοτικὸν ὡς ἡδοναί τε καὶ ἐπιθυμίαι, ὧν αὐτὸν οὐδέποτε ἡττᾶσθαι δεῖ; ποῖον δὲ οὕτω βίαιον καὶ καταπληττόμενον καὶ ταπεινοῦν τὰς ψυχὰς ὡς φόβοι τε καὶ λῦπαι, οἷς οὔποτε αὐτὸν πρέπει ὑπείκοντα ὀφθῆναι;

由此可见,哲学家始终在统治着自己;而这比统治全体希腊人和全体异族人要艰难得多。因为究竟有什么样的人类部族,会像愤怒、嫉妒与好胜心那样桀骜不驯,而他必须克制这些;又有什么部族会像快乐与欲望那样奸诈、狡黠与背信弃义,而他绝不能屈服于这些;又有何者会像恐惧与悲伤那样暴烈、令人惊骇并使心灵卑屈,而他在面对这些时绝不可被见有丝毫退让?

§49.10

ποῖα δὲ ὅπλα, ποῖα δὲ ἐρύματα πρὸς ταῦτα προβέβληται, οἷα οἵ τε βασιλεῖς καὶ στρατηγοὶ πόλεως πρὸς τοὺς πολεμίους; ποίοις δὲ συμμάχοις ἢ δορυφόροις ἐπὶ ταῦτα χρῆσθαι δυνατόν, εἰ μή γε τοῖς σοφοῖς καὶ φρονίμοις λόγοις; τίσι δὲ ἄλλοις ἐντείλασθαι φυλακὰς ἢ ἐπιτρέψαι φρουρεῖν, ἦ ποίοις χρήσασθαι διακόνοις; ἆρ’ οὐκ αὐτὸν δεῖ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν φροντίζοντα καὶ ἀγρυπνοῦντα τὴν φυλακὴν ταύτην ἔχειν, ὅπως μὴ λάθῃ αὑτὸν ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν ἢ καταπλαγεὶς ὑπὸ φόβων ἢ παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ἢ ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι2 τῶν βελτίστων καὶ δικαιοτάτων ἔργων προδότης αὑτοῦ γενόμενος;

面对这些,又备有怎样的武器,怎样的城防工事,如同城邦的国王和将帅用以抵御外敌那般?除了智慧而审慎的言辞,人们还能借助怎样的盟友或禁卫军来对抗它们?又可吩咐别的什么人值哨,或托付其守卫,抑或使用什么样的差役?难道不应当是他自己在昼夜之中满怀忧虑、警惕不眠地执行这番守卫,以免自己在不经意间受快乐煽动、被恐惧惊骇、遭欲望蒙蔽或因悲伤而沮丧,以致背弃最崇高、最正义的行为,沦为自己的叛徒吗?

语法注2 条
  1. 49.6εὕροι δ’ ἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις, λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς ἢ σατράπας ἢ βασιλέας καθισταμένους· πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους

    带 ἄν 的潜能祈愿气式(εὕροι ἄν)支配着由 μέν...δέ 连接的两个并列“宾格+分词”从属结构:其一是 [φιλοσόφους ἄρξαντας ... καθισταμένους](“哲学家掌权……”),其二是 [πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους](“被统治者从他们那里获益……”)。随后的一系列历史人名(Σόλωνος μὲν Ἀθηναίους ...)省略了分词 ἀπολαύσαντας,延续了该结构(ἀπολαύω 支配属格表示获益的来源)。

  2. 49.10ὅπως μὴ λάθῃ αὑτὸν ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν ἢ καταπλαγεὶς ὑπὸ φόβων ἢ παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ἢ ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι

    这是动词 λανθάνω 结合分词与反身代词宾格(αὑτόν)的惯用句式,字面意为“免得自己在不知不觉中……”,即“免得无意中遭快乐煽动……”。一连串被动态主格单数阳性分词(ἀνασεισθείς、καταπλαγείς、παρακρουσθείς、ταπεινωθείς)与连接气式动词 λάθῃ 的主语一致。后面的 ὥστε 引导不定式(ἀποστῆναι),表示其导致的后果(“以致于背离……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:49.6-49.10