- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:49.1-49.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,对于有修养的人来说统治是一件令人愉悦且易于胜任的施善机会,并以阿伽门农与涅斯托尔、腓力与亚里士多德等历史范例说明统治者皆须倚重哲学家与明智的谋臣。
Τοῖς ἐπιεικέσιν ἀνθρώποις καὶ πεπαιδευμένοις οὔτε ἀηδὲς τὸ ἄρχειν οὔτε χαλεπόν. ἥδονται μὲν γὰρ οὐδενὶ μᾶλλον ἢ τῷ εὖ ποιεῖν· τῷ δὲ ἄρχοντι πόλεως ἢ ἔθνους ἢ καὶ πλειόνων ἀνθρώπων οὐ μόνον ἐξουσία πλείστη τοῦ εὐεργετεῖν ἐστιν, ἀλλὰ καὶ ἀνάγκη σχεδόν· εἰ δὲ μή, οὐκ ἀνέχονται τὸν βλαβερὸν ἄρχοντα οὐχ ὅπως ἄνθρωποι, ἀλλ’ οὐδὲ τῶν θηρίων τὰ ἀφρονέστατα.1
对于宽厚温和且受过良好教养的人来说,统治既非不快之事,亦非难事。因为他们最高兴的莫过于行善;而对于统治一座城邦、一个部族、乃至更多人群的人而言,不仅有最大的机会去施惠,而且几乎可以说是一种必然要求。否则,不要说人类无法容忍一个有害的统治者,就连最无理性的走兽也不会容忍。
οὔτε γὰρ βόες ῥᾳδίως ὑπομένουσι βουκόλων ἀμέλειαν οὔτε αἰπόλια καὶ ποῖμναι τοὺς φθείροντας νομέας. τὰ μὲν γὰρ ἀποφεύγει καὶ οὐ πείθεται, τὰ δὲ καὶ ἀμύνεται τοὺς πονηροὺς προστάτας. οἱ δ’ ἵπποι τοὺς ἀμαθεῖς ἡνιόχους ἀποβάλλοντες πολὺ κάκιον κολάζουσιν ἢ ἐκεῖνοι τῇ μάστιγι παίοντες. τούτων δὲ ἁπάντων ἄνθρωπος δεινότατόν ἐστι καὶ πλείστην ἔχον σύνεσιν· ὥστε κακῷ μὲν ἡγεμόνι πάντων ἐχθρότατον, τῷ δὲ ἀγαθῷ πάντων εὐνούστατον. ἡδὺ μὲν οὕτως τοῖς ἐπισταμένοις τὸ ἄρχειν· χαλεπὸν δὲ οὐκ ἂν εἴη πρᾶγμα οὐδὲν τῷ μελετήσαντι ἐξ ἀρχῆς καὶ παρεσκευασμένῳ πρὸς αὐτό.
因为牛群绝不会轻易忍受牧牛人的疏忽,山羊群和绵羊群也不会容忍糟蹋它们的牧人。它们要么逃跑而不听驯从,要么甚至会反击恶劣的管理者。马匹则通过甩掉不通技术的御者,给予他们的惩处远比那些御者用皮鞭抽打要严厉得多。而在这一切造物之中,人是最令人生畏且具有最高领悟力的;因此,面对恶劣的领袖,人是最具敌意的,而对优秀的领袖,人则是最忠诚拥戴的。由此可见,对于深谙此道的人来说,统治是令人愉悦的;而对于从一开始就潜心钻研并为此做好准备的人来说,绝不会有任何困难之事。
ὁ δὲ τῷ ὄντι φιλόσοφος οὐκ ἄλλο τι φανήσεται διαπονούμενος ἢ ὅπως2 ἄρχειν καλῶς δυνήσεται καὶ αὑτοῦ καὶ οἰκίας καὶ πόλεως τῆς μεγίστης καὶ συλλήβδην ἁπάντων ἀνθρώπων, ἂν ἐπιτρέπωσι, καὶ αὐτὸς μὲν οὐ προσδεήσεται οὐδενὸς ἄρχοντος ἀλλ’ ἢ τοῦ λόγου καὶ τοῦ θεοῦ,3 τῶν δὲ ἄλλων ἀνθρώπων ἐπιμελεῖσθαι καὶ φροντίζειν ἱκανὸς ἔσται. καὶ τοῦτο οὐδὲ τοὺς βασιλέας αὐτοὺς λέληθεν οὐδὲ τῶν ἐν ταῖς δυναστείαις ὅσοι μὴ τελέως ἄφρονες. τῶν γὰρ πεπαιδευμένων ἐν τοῖς μεγίστοις δέονται συμβούλους σφίσι γίγνεσθαι, καὶ τοῖς ἄλλοις προστάττοντες αὐτοὶ παρ’ ἐκείνων προστάγματα λαμβάνουσιν ἃ δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι· ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην· ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον,4 καὶ τοσαύταις μυριάσι προστάττων ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ, εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι ἢ εἴ τι περὶ τὸν υἱόν.
至于真正的哲学家,显而易见,他所致力的无非在于:倘若众人托付给他,他将如何能够妥善统治自己、家庭、最伟大的城邦,乃至全人类;而且他自身除了理性和神灵之外,不需要任何统治者,却完全有能力关照并掌管其余众人。这一点,即便是君王们自己,以及那些并非彻底昏聩的执政者,也并非未曾察觉。因为在最重大的事务上,他们都需要受过教养之士来充当自己的谋臣;他们号令他人,自己却从这些谋臣那里领受关于应当做什么和戒除什么的训导——正如荷马所说,阿伽门农总是需要涅斯托尔的主意,并且每当未能遵从其劝告时,便会痛苦万分并立即悔悟。而那被视为列王中最精明过人的腓力,曾为儿子亚历山大延请亚里士多德作为老师和掌管者,认为自己不足以传授王者之术;尽管他自认有资格统治其余的马其顿人、色雷斯人、伊利里亚人以及全希腊人,却将自己的儿子托付给他人管教,号令如此千万之人,却不敢亲自号令那一个儿子。因为他认为,自己在其他人身上犯错,与在儿子身上犯下过失,对自己而言绝非同等严重的危险。
καίτοι πρότερον αὐτὸς ἐν Θήβαις ὁμηρεύων Πελοπίδᾳ τε συνῆν, ἀνδρὶ πεπαιδευμένῳ, ὥστε καὶ ἐραστὴν ἔφασαν αὐτοῦ τὸν Πελοπίδαν γενέσθαι, καὶ Ἐπαμεινώνδου τά τε ἔργα ἑώρα καὶ τῶν λόγων δὲ ἤκουεν, ὃς οὐκ ἀπὸ ταὐτομάτου τοσοῦτον ἴσχυσεν ἐν τοῖς Ἕλλησι καὶ τοσαύτην μεταβολὴν ἐποίησεν, ὥστε καταλῦσαι Λακεδαιμονίους τοσοῦτον χρόνον ἄρχοντας, ἀλλὰ Λύσιδι ὁμιλήσας τῷ Πυθαγόρου μαθητῇ. ὅθεν οἶμαι πολὺ διήνεγκεν ὁ Φίλιππος τῶν πρότερον ἐν Μακεδονίᾳ βασιλευσάντων. ἀλλ’ ὅμως τοιαύτης παιδείας ἐπιτυχὼν οὐκ ἐθάρρει τὸν Ἀλέξανδρον αὐτὸς διδάσκειν.
尽管此前腓力本人在底比斯作人质时,曾与博学多才的珀罗皮达斯朝夕相处——甚至有人说珀罗皮达斯成了他的爱慕者——,并且亲睹了伊巴密浓达的事功,亲聆了他的教诲;而伊巴密浓达在希腊人中获得如此巨大的威势,引发如此剧烈的变革,以至于推翻了称霸如此长久的斯巴达人,并非出于偶然,而是由于他曾追随毕达哥拉斯的门徒利西斯。依我看,腓力正是因此才远胜此前在马其顿称王的诸位先辈。然而,尽管获得了如此深厚的教养,他依然不敢亲自教导亚历山大。
- 49.1οὐχ ὅπως ἄνθρωποι, ἀλλ’ οὐδὲ τῶν θηρίων τὰ ἀφρονέστατα
短语 οὐχ ὅπως 在此作惯用表达,意为“不仅(人类)不……甚至连(最无理性的走兽)也不……”,承接主句的否定式(οὐκ ἀνέχονται)构成递进否定。
- 49.3οὐκ ἄλλο τι φανήσεται διαπονούμενος ἢ ὅπως
结构由 οὐκ ἄλλο τι... ἤ(“除了……之外绝无其他……”)与充当 φανήσεται 补充成分的分词 διαπονούμενος 结合而成。随后的 ὅπως 从句充当分词 διαπονούμενος 的内容/目的(“如何能够妥善统治”)。
- 49.3ἀλλ’ ἢ τοῦ λόγου καὶ τοῦ θεοῦ
短语 ἀλλ’ ἤ 紧随否定词(οὐδενὸς ἄρχοντος)之后,为表示“除了……之外(except)”的固定惯用短语。属格 τοῦ λόγου καὶ τοῦ θεοῦ 支配于要求属格的动词 προσδεήσεται。
- 49.4ἀρχθησόμενον
此为未来被动分词,与 παρεδίδου 的直接宾语 τὸν υἱόν 一致,作表语性用法以表示目的或预期的状态(“去受他人管教/治理”)。
