- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:48.12-48.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥援引雅典内讧的惨剧警告分裂招致外部干预的危险,劝谕公民效仿蜜蜂与蚂蚁的和谐共处,以理性的言论净化城邦并恢复和睦。
οὐδὲ γὰρ οἱ γονεῖς τοῖς τέκνοις ἀντὶ τῶν ἀναλωμάτων τὰς εὐχὰς λογίζονται. οἴεσθε ὅτι περὶ στοᾶς ἦν ἂν ἐμοὶ λόγος ἤ ἄλλου τινός, εἰ ἑώρων ὑμᾶς διαφερομένους; ἀλλὰ τοῦτό γε ὅμοιον ἦν ὥσπερ ἂν εἴ τις ἄνθρωπον νοσοῦντα καὶ φρενίτιδι ἐχόμενον, δέον οἶμαι καταπλάσαι κατακλίναντα, ὁ δὲ ἀλείφοι μύρῳ1 καὶ προσφέροι στέφανον· ταῦτα ἐκ περιουσίας ἐστὶ τοῖς ὑγιαίνουσι, τοῖς μηδὲν ἔχουσι κακόν. οὐκ οἴεσθε τοὺς Ἀθηναίους, ὅτ’ ἐστασίαζον καὶ τοὺς πολεμίους ἐπήγοντο καὶ προεδίδοσαν ἀλλήλους οἱ ταλαίπωροι, καὶ τὰ Προπύλαια ἔχειν καὶ τὸν Παρθενῶνα καὶ τὰς στοὰς καὶ τὸν Πειραιᾶ; ἀλλὰ οἰμώζουσιν αὐτοῖς μεῖζον ἐπήχει2 τὰ Προπύλαια καὶ τὰ νεώρια καὶ ὁ Πειραιεὺς αὐτός.
因为父母不会把祈祷当作向子女索要开销的代价。你们以为,若是我看见你们彼此反目,我还会谈论柱廊或其他什么事物吗?这简直就像有人面对一个患了疯热病的病人——本该让他躺下敷药才是——却反而为他涂抹香膏、奉上花冠;这些不过是给健康之人、毫无病痛之人的奢侈点缀罢了。难道你们以为,雅典人当年在陷入内讧、引狼入室、彼此出卖之际——那些可怜的人——就不曾拥有卫城山门、帕特农神庙、柱廊和比雷埃夫斯港吗?然而,对于他们的哀号,山门、船坞以及比雷埃夫斯本身只是报以更宏大的回响罢了。
καίτοι μεγάλη καὶ πολυάνθρωπος πόλις στασιάζουσα καὶ κακῶς φρονοῦσα δύναται χρόνον τινὰ ἐνεγκεῖν τὴν δυστυχίαν· ἀλλ’ ὅμως καὶ ταῦτα ὁρᾶτε ὁποῖά ἐστιν. οὐ κατηγοροῦσιν ἀλλήλων, οὐκ ἐξελαύνουσιν, οὐ τοὺς μὲν εἰς τὴν βουλὴν εἰσάγουσιν καὶ ἑτέρους ἐξάγουσιν; οὐχ ὥσπερ ἐν σεισμῷ πάντα κινεῖται καὶ πάντα μετέωρά ἐστι καὶ οὐθὲν βέβαιον; οὐκ εἰς τοῦτο ἥκουσιν ὥστε μὴ ἀρκεῖσθαι τοῖς αὑτῶν ἡγεμόσιν, ἀλλ̓ ὥσπερ ἐν τοῖς ἀνιάτοις νοσήμασι, δέονται ξένων ἰατρῶν, καὶ τοῦτο δὴ τὸ τῶν χαλεπῶν ἵππων γιγνόμενόν ἐστιν· ὅταν ὁ χαλινὸς μὴ κατισχύῃ, ψάλιον αὐτοῖς ἔξωθεν ἐμβάλλεται. ἐμοὶ δὲ μέλει μὲν καὶ τοῦ καθ’ ὑμᾶς, μέλει δὲ καὶ τοῦ κατ’ ἐμαυτόν.
诚然,一座人口众多的大城在发生内讧和昏聩行事时,尚能在一段时间内承受这种不幸;但你们看看就连这些情形究竟是什么样子。他们难道不是彼此控告、互相放逐、把一部分人塞进议事会而把另一部分人清除出去吗?难道不是如同发生地震一般,万物动荡、一切悬而未决、毫无稳固可言吗?他们难道不是落到了对自己的长官不满,反倒如同罹患不治之症一样,非得求助于外来医生的地步吗?这正如烈马身上所发生的情形:当嚼子失去效力时,便从外部给它们套上铁鼻带。而我既关切你们的境遇,也关切我自身的责任。
εἰ γὰρ φιλόσοφος πολιτείας ἁψάμενος οὐκ ἐδυνήθη παρέχειν ὁμονοοῦσαν πόλιν, τοῦτο δεινὸν ἤδη καὶ ἄφυκτον, ὥσπερ εἰ ναυπηγὸς ἐν νηὶ πλέων μὴ παρέχοι τὴν ναῦν πλέουσαν, καὶ εἰ κυβερνήτης φάσκων εἶναι πρὸς αὐτὸ τὸ κῦμα ἀποκλίνοι, ἢ λαβὼν οἰκίαν οἰκοδόμος, ὁρῶν πίπτουσαν, ὁ δὲ τούτου μὲν ἀμελοῖ, κονιῶν δὲ καὶ χρίων οἴοιτό τι ποιεῖν. εἴ μοι προέκειτο νῦν ὑπὲρ ὁμονοίας λέγειν, εἶπον ἂν πολλὰ καὶ περὶ τῶν ἀνθρωπίνων καὶ περὶ τῶν οὐρανίων παθημάτων· ὅτι τὰ θεῖα ταῦτα καὶ μεγάλα ὁμονοίας τυγχάνει δεόμενα καὶ φιλίας· εἰ δὲ μή, κίνδυνος ἀπολέσθαι καὶ φθαρῆναι τῷ καλῷ τούτῳ δημιουργήματι τῷ κόσμῳ.
因为一个哲学家投身城邦政事,若不能造就一座同心协力的城邦,这便是极其可怕且无可推诿的过失;正如造船匠乘舟航行,却未能使船只保持航行能力;又如自诩为舵手的人,却偏偏迎着浪峰偏转航向;或如泥瓦匠接管一栋房屋,眼见它快要倒塌,却对其不管不顾,反倒以为涂抹灰泥、粉刷墙壁就算尽了事功。如果我现在的主题是论述同心合意,我本会就人间的境遇和天界的运行畅抒己见:即这些神圣伟大的造物亦需要和睦与友爱;若非如此,这个名为宇宙的美丽造物便有毁灭与消亡的危险。
ἀλλ’ ἴσως μακρολογῶ, δέον βαδίζειν καὶ παρακαλεῖν τὸν ἡγεμόνα. τοσοῦτον δὴ μόνον ἐρῶ· οὐκ αἰσχρόν ἐστιν, εἰ μέλιτται μὲν ὁμονοοῦσι, καὶ οὐδεὶς οὐδέποτε ἑώρακεν ἑσμὸν στασιάζοντα καὶ μαχόμενον αὑτῷ· συνεργάζονται δὲ καὶ ζῶσιν ἅμα, καὶ παρέχουσαι τὴν τροφὴν αὑταῖς καὶ χρώμεναι... τί οὖν; οὐχὶ κἀκεῖ γίγνονται κηφῆνές τινες λεγόμενοι χαλεποὶ καὶ κατεσθίοντες τὸ μέλι; νὴ Δία, γίγνονται μέν· ὅμως δὲ καὶ τούτους πολλάκις ἐῶσιν οἱ γεωργοί, μὴ βουλόμενοι ταράττειν τὸν ἑσμόν, καὶ βέλτιον νομίζουσι παραναλίσκειν τοῦ μέλιτος ἢ πάσας θορυβῆσαι τὰς μελίττας.
然而,我或许说得太冗长了,本该动身去恳请总督才是。我只想说这么多:难道这不可耻吗——连蜜蜂都能和睦相处,谁也不曾见过蜂群发生内讧、自相残杀;它们齐心协力、共同生活,自行采集食粮并加以享用……那么又如何?难道蜂群中就不会产生所谓有害且吞食蜂蜜的雄蜂吗?指着宙斯发誓,确实会产生;然而养蜂人往往也听任它们存在,不愿惊扰蜂群,他们认为损失些许蜂蜜总好过使所有的蜜蜂陷入混乱。
οὐ μέντοι παρ’ ἡμῖν τυχὸν οὐδείς ἐστι κηφὴν ἀργός, βομβῶν σαθρόν, γευόμενος τοῦ μέλιτος. καὶ μέντοι καὶ μύρμηκας πάνυ ἡδέως ἰδεῖν ἔστιν, ὅπως μὲν οἰκοῦσι μετ’ ἀλλήλων εὐκόλως, ὅπως δὲ ἐξίασιν, ὅπως δὲ τὰ βάρη μεταλαμβάνουσιν, ὅπως δὲ παραχωροῦσιν ἀλλήλοις τῶν ὁδῶν. οὔκουν αἰσχρὸν ἀνθρώπους ὄντας ἀφρονεστέρους εἶναι θηρίων οὕτω σμικρῶν καὶ ἀφρόνων; ταῦτα μὲν οὖν ἄλλως ἐρρήθη τρόπον τινά. στάσιν δὲ οὔτε ὀνομάζειν ἄξιον παρ’ ἡμῖν μήτε λεγέτω μηδείς.
然而在我们当中,想必没有哪一个是怠惰、嗡嗡作恶声、品尝蜂蜜的雄蜂。再者,观看蚂蚁也实在令人心旷神怡:它们如何平静融洽地共处,如何结队外出,如何分担重物,如何彼此让道。那么,身为人类,却比这样微小而无理性的生物更加愚昧,难道不可耻吗?当然,这些话在某种程度上算是题外话。但在我们当中,内讧连提都不值一提,谁也不要再谈论它。
ἀλλά μοι δοκεῖ περικαθήραντας τὴν πόλιν μὴ σκίλλῃ μηδὲ ὕδατι, πολὺ δὲ καθαρωτέρῳ χρήματι τῷ λόγῳ κοινῇ πράττειν3 τὰ λοιπά, καὶ περὶ τῶν ἀγορανόμων καὶ τῶν ἄλλων φροντίζειν καὶ τὴν βουλὴν παρακαλεῖν πρὸς ταῦτα, ἵνα, ὥσπερ εἴωθε, προνοῇ τῆς πόλεως· ἔσται γὰρ ὑμῖν πάνυ ῥᾴδια. τοῦτο δὲ ἄξιον ὑμῖν σπουδάσαι καὶ διὰ τὸν ἄρχοντα, ὃν πεποιήκατε, ἵνα μὴ λαβόντες ἄπειρον ἄνθρωπον ἔπειτα ἐν κλύδωνι καὶ σάλῳ ἐᾶτε.
相反,依我看,我们应当不用海葱,也不用水,而是用那纯洁得多的事物——理性的言论——来净化城邦,共同处理余下的事务,过问市场官及其他事项,并就此敦促议事会,使它如往常一样为城邦深谋远虑;因为这对你们而言是轻而易举的。为了你们所推选的长官,你们也应当在这件事上全力以赴,免得你们推选了一个缺乏经验的人,随后却将他弃于惊涛骇浪之中。
- 48.12δέον οἶμαι καταπλάσαι κατακλίναντα, ὁ δὲ ἀλείφοι μύρῳ
此处插入了源于非人称动词 δεῖ 的宾格绝对结构(δέον,“本该……才是”),随后以照应性的 ὁ δέ(“却反而……”)引出后续谓语动作,构成强烈对照。该句式生动突显了面对热病患者不施以应有的治疗(卧床敷药),反而涂抹香膏、佩戴花冠的荒谬行径。
- 48.12ἀλλὰ οἰμώζουσιν αὐτοῖς μεῖζον ἐπήχει
οἰμώζουσιν αὐτοῖς 是附属于动词 ἐπήχει(“回响、共鸣”)的受损与格。这表现出辛辣的讽刺:对于因内讧而自取灭亡并哀号叹息的雅典人而言,那些曾经引以为豪的壮丽建筑反而将他们的哀声更加沉重地放大回荡。
- 48.17περικαθήραντας τὴν πόλιν ... κοινῇ πράττειν
分词 περικαθήραντας 采用宾格,与非人称动词 μοι δοκεῖ(“在我看来应当……”)所支配的不定式 πράττειν 的逻辑主语(即全体公民)保持一致。此处并未受与格代词 μοι 的吸引,而是保留了宾格加不定式结构。
