- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:48.7-48.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以合唱和同舟航行作比,强调公民团结与融和的重要性,呼吁众人停止针对领导阶层的内讧与斥责,以和平劝导化解公款及市政工程上的分歧。
καλὸν γὰρ δὴ καὶ συμφέρον ὁμοίως ἅπασι ψόγον τε καὶ ἔπαινον ἐπὶ ταὐτὸ φέροντας,1 τοῖς τε ἀγαθοῖς καὶ τοῖς φαύλοις πιστὴν ἑκατέροις μαρτυρίαν, ὥσπερ ἐν χορῷ τεταγμένῳ, συνᾴδειν ἓν καὶ ταὐτὸ μέλος, ἀλλὰ μὴ πονηροῦ τρόπον ὀργάνου διαφέρεσθαι διπλοῦς φθόγγους τε καὶ ἤχους ἀποφαίνοντας ἀπὸ διπλῶν καὶ ποικίλων ἠθῶν ἐν ᾧ σχεδὸν ἥ τε καταφρόνησις καὶ δυστυχία2 καὶ τὸ μηδὲν ἰσχύειν μήτε παρ’ ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν. οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ,τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. ὥσπερ γὰρ ἐν μιᾷ νηὶ πλέοντας οὐ δυνατὸν οἶμαι χωρὶς ἕκαστον σωτηρίας τυγχάνειν, ἀλλ’ ἅμα πάντας, οὕτως οὐδὲ τοὺς συμπολιτευομένους.
事实上,正如在秩序井然的合唱队中那样,将谴责与赞扬引向同一目的,对善人与恶人各自给予可信的证明,齐声唱出同一支曲调,这对所有人同样既是美好的又是有益的,而不是像劣质乐器那样发出杂音,由虚伪多变的品性呈现出双重音调与声响——处于这种状态下,几乎只有轻蔑、不幸,以及无论在自己同胞之间还是在长官面前都毫无力量可言。因为对于声音不谐和的合唱队,没有人能轻易听懂他们在唱些什么,对于纷争不断的城邦也是如此。正如我认为同乘一舟航行的人不可能各自单独获得拯救,而唯有全体一同得救,同一城邦的公民亦复如是。
πρέπει δὲ ὑμῖν παιδείᾳ διαφέροντας καὶ φύσει καὶ τῷ ὄντι καθαρῶς ὄντας Ἕλληνας ἐν αὐτῷ τούτῳ τὴν γενναιότητα ἐπιδεικνύναι. πολλὰ δ’ ἂν οἶμαι περὶ τούτων ἔλεγον καὶ πρὸς τὸ μέγεθος τῆς ὑποθέσεως, εἰ μὴ τό τε σῶμα κομιδῇ φαύλως εἶχον ὑμᾶς τε, ὅπερ ἔφην, οὐχ ἑώρων διενεχθέντας.3 οὐδὲ γὰρ γέγονεν οὐδὲ φύεται παρ’ ὑμῖν τοῦτο τὸ νόσημα, ἀλλὰ ἴσως βραχεῖά τις ὑποψία, ἧς καθάπερ ὀφθαλμίας παρὰ τῶν ἐγγὺς ἀπελαύσαμεν. εἴωθε δὲ τοῦτο συμβαίνειν καὶ τῇ θαλάττῃ πολλάκις· τοῦ βυθοῦ κλυσθέντος ἰσχυρῶς καὶ χειμῶνος ἔξω γενομένου πολλάκις ἀδήλως ἐπεσήμηνε καὶ τοῖς λιμέσιν.
你们在教养与天性上出类拔萃,且是地地道道、纯正的希腊人,理当正是在这一点上展现出你们的高贵品格。我想,若非我身体极其欠佳,且正如我所说,见你们并未真正彼此反目,我本会按照这一论题的重大程度,就这些事多加申述。因为这种病症在你们当中既未产生,也不曾滋长,或许只是些许微弱的猜忌,正如眼疾一样,是我们从邻近之人那里染上的。这种情形在海上也常常发生:当深海翻江倒海、外海掀起风暴时,港湾之中也常常不知不觉地显现出风浪的迹象。
οἴεσθε ἀγορᾶς καὶ θεάτρου καὶ γυμνασίων καὶ στοῶν καὶ χρημάτων εἶναί τι ὄφελος τοῖς στασιάζουσιν; οὐ ταῦτά ἐστι τὰ ποιοῦντα πόλιν καλήν, ἀλλὰ σωφροσύνη, φιλία, τὸ πιστεύειν ἀλλήλοις. ὅταν δὲ τὴν βουλὴν ψέγητε, τοὺς προεστῶτας, τοὺς ἐξειλεγμένους, οὐχ αὑτοὺς ψέγετε; εἰ γὰρ οἱ βελτίους ὑμῶν εἰσι πονηροί, τί δεῖ περὶ τῶν ἄλλων ὑπολαβεῖν;,ἡμεῖς ἄρα τὰ αὑτῶν ἀπολέσωμεν;ʽ οὐθείς φησιν· ἀλλ’ εὖ ἴστε ὅτι ἐν πάσαις ταῖς πόλεσίν ἐστι χρήματα δημόσια, καὶ ταῦτα ἔχουσιν ἔνιοι, τινὲς μὲν δι’ ἄγνοιαν, τινὲς δὲ ἄλλως· καὶ δεῖ προνοεῖν καὶ σῴζειν, οὐ μέντοι μετὰ ἔχθρας οὐδὲ μετὰ διαφορᾶς. οὗτοι φιλοτιμοῦνται, πολλάκις ὑμῖν παρ’ αὑτῶν εἰσενηνόχασιν.
你们以为对于发生内讧的人而言,集市、剧场、竞技场、柱廊以及金钱能带来任何益处吗?造就一座美好城邦的不是这些,而是节制、友爱以及彼此的信任。当你们指责议事会、执政首领以及推选出来的精英时,难道不是在指责你们自己吗?因为如果你们当中的优秀分子都是恶人,那么对其他人又能作何设想呢?“难道我们要任凭自己的财产损失掉吗?”没有人这样说;但你们要深知,在所有城邦中都有公款存在,某些人保有这些公款,有些人是出于无知,有些人则是出于其他缘由;我们固然应当深谋远虑予以保全,然而绝不可带着敌意与纷争。这些人富有热心公德的荣誉感,曾多次从自己的资产中为你们捐献资助。
πείθετε αὐτούς, παρακαλεῖτε· ἂν ἀντιτείνωσι, δικαιολογεῖσθε πρὸς μόνους μηθενὸς παρόντος ἔξωθεν. οὐχ ὑμεῖς ἐστε οἱ πολλάκις ἐπαινοῦντες ἡμᾶς δι’ ὅλης τῆς ἡμέρας, τοὺς μὲν ἀριστεῖς λέγοντες, τοὺς δὲ Ὀλυμπίους, τοὺς δὲ σωτῆρας, τοὺς δὲ τροφέας; εἶτα πρὸς Διὸς καὶ θεῶν παρ’ αὑτοῖς ψευδομαρτυριῶν ἁλώσεσθε, καὶ πότερον νῦν ταῦτα ὀργιζόμενοι λέγετε ἤ τότε ἐκεῖνα κολακεύοντες, καὶ νῦν ἀπατώμενοι μᾶλλον ἤ τότε ἐξαπατῶντες. οὐ παύσεσθε τῆς ταραχῆς καὶ γνώσεσθε ὅτι πάνυ χαρίεντας ἔχετε πολίτας καὶ πόλιν δυναμένην εἶναι μακαρίαν; ἣν ἐγὼ πολλὰ δύναμαι σὺν τοῖς θεοῖς ἀγαθὰ ποιῆσαι, τούτους ἔχων συναγωνιζομένους, λέγων τὸ τῆς παροιμίας εἷς ἀνὴρ οὐδεὶς ἀνήρ.4
你们应当劝导他们,督促他们;若他们抗拒,便在没有外人在场的情况下单独同他们据理力争。整天反复赞美我们,称某些人为豪杰,某些人为奥林匹斯诸神,某些人为救星,某些人为抚育者的,不正是你们吗?难道凭着宙斯与诸神的名义,你们要在自己心中被定为作伪证,究竟是如今在怒气中说出这番话,还是当年在阿谀奉承?究竟是如今受了蒙骗,还是当年欺骗了他人?你们难道还不平息骚动,认识到你们拥有极其出色的公民,以及一座有望成为幸福之地的城邦吗?在诸神的庇佑下,有这些人作为齐心协力的伙伴,我能够为这座城邦成就诸多福祉,正如有句谚语所说: 独木不成林(一人非人)。
ἀλλ’ ἴσως ἐδυσχεράνατε ὅτι οὐκ ἐγένετο τὸ ἔργον. γίγνεται καὶ σφόδρα ἔσται ταχέως, μάλιστα τούτων προθυμουμένων καὶ σπουδαζόντων, ἐὰν ἑκοντὶ διδῶσιν· οὐδὲ γὰρ ἄκοντες ὑμῖν ὑπέσχοντο. διὰ τί δὲ παρὰ τούτων μὲν ἀπαιτεῖτε, παρ’ ἐμοῦ δὲ οὐκ ἀπαιτεῖτε; ὅτι δοκῶ παρεσχηκέναι ὑμῖν; ἔπειτα οἴεσθέ με τοῦτο ἐμποιεῖν, εἰ τὴν ἐμαυτοῦ πατρίδα τιμιωτέραν ἐποίησα, χρημάτων τινὰ ἀφορμὴν παρασχών ἀπὸ τῶν βουλευτικῶν5 καὶ νὴ Δία ἀπὸ τῶν προσόδων ηὐξημένων διὰ τὴν διοίκησιν; ἀλλὰ ταῦτα μὲν ὅμοιά ἐστιν ὥσπερ ἂν εἰ ηὐξάμην ὑπὲρ ὑμῶν, οἱ θεοὶ δὲ ἐποίησαν. κἂν πάλιν δυνηθῶ, ποιήσω πάλιν (δυνήσομαι δὲ μεθ’ ὑμῶν, φίλους ἔχων τοὺς ἐνθάδε) καὶ οὐδὲν ὑμῖν λογιοῦμαι τῶν τοιούτων.
然而,也许你们是因为工程未能完工而感到不满。工程正在进行中,并且很快就会完成,尤其是在这些人满怀热忱、全力以赴的情况下,只要他们出于自愿出资;因为他们向你们许下诺言时也并非迫于无奈。为什么你们向他们索要,却不向我索要呢?是因为我被认为已经为你们提供了吗?难道你们以为,如果我通过从议事员的入会金中,指着宙斯发誓,并从因妥善治理而增加的岁入中提供了一笔资金基础,从而使我自己的祖国更为光彩,我是在以此邀功求索吗?然而,这些事情就像是我为你们祈祷,而诸神予以实现了一样。如果我日后还能做到,我将再次去做——在你们的协助下,并将这里的诸位视作挚友,我定能做到——而且对于诸如此类的事情,我绝不会向你们索取分毫。
- 48.7ψόγον τε καὶ ἔπαινον ἐπὶ ταὐτὸ φέροντας
宾格分词 φέροντας(以及后文的 ἀποφαίνοντας)与非人称短语 καλὸν καὶ συμφέρον [ἐστίν] 所支配的不定词 συνᾴδειν 的逻辑主语(隐含的人称/公民)保持一致。尽管前面出现了与格 ἅπασι,但此处按不定词复合结构采用了宾格。
- 48.7ἐν ᾧ σχεδὸν ἥ τε καταφρόνησις καὶ δυστυχία
关系代词短语 ἐν ᾧ 意为“在此种状态下”,概括指代前文 διαφέρεσθαι ... ἀποφαίνοντας 所描述的不和与发出杂音的状况。
- 48.8πολλὰ δ’ ἂν οἶμαι περὶ τούτων ἔλεγον... εἰ μὴ τό τε σῶμα κομιδῇ φαύλως εἶχον ὑμᾶς τε, ὅπερ ἔφην, οὐχ ἑώρων διενεχθέντας
非真实条件句(与事实相反)。主句为未完成过去时加 ἄν(ἔλεγον ἄν,意为“我本会谈论许多”),从句由 εἰ 引导未完成过去时直陈式(εἶχον, ἑώρων),表达与当前事实相反的假设。
- 48.10εἷς ἀνὴρ οὐδεὶς ἀνήρ
著名的希腊格言/谚语,意为“一人不成兵/一人非人”(即孤立单凭一人无法成事)。在此作为独立的引言出现。
- 48.11ἀπὸ τῶν βουλευτικῶν
中性复数形容词名词化用法,指议事会议员就职时缴纳的会费或公职赞助费(议事员金库/就职捐金)。
