← 金嘴狄翁

演说集

§48.1-48.6

致谢总督瓦雷努斯与公民和睦的劝诫

演说者敦促公民们感谢总督瓦雷努斯批准召开大会,并告诫他们应保持城邦内部的节制与和睦,切勿就公款账目等事务喧哗起哄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48.1

Πρῶτον μέν, ὦ ἄνδρες, τῷ κρατίστῳ Οὐαρηνῷ δεῖ χάριν ἡμᾶς εἰδέναι καὶ διὰ τὴν ἄλλην προθυμίαν, ἣν ἐπιδέδεικται πρὸς τὴν πόλιν, καὶ ὅτι βουλομένοις ἡμῖν ἐκκλησιάσαι πάλιν ἐφῆκεν οὐ μόνον ἑτοίμως, ἀλλὰ καὶ ἡδέως. τοῦτο γὰρ ἦν πιστεύοντος ὑμῖν1 καὶ εἰδότος ὅτι πρὸς οὐδὲν ἄτοπον χρήσεσθε τῇ ἐξουσίᾳ. οὔτε γὰρ ξύλα χλωρὰ δήπουθεν οὐδεὶς συντίθησιν, ὥστε κάεσθαι, προειδὼς ὅτι ἀνάγκη γενέσθαι καπνὸν πολὺν καὶ ἄτοπον, οὔτε τεταραγμένον δῆμον εἰς ταὐτὸ συνάγει νοῦν ἔχων ἡγεμών, ἀλλὰ ἂν μή τις μείζων ἀνάγκη καταλάβῃ.

诸位,首先,我们理当对最优秀的瓦雷努斯心怀感激,这不仅是由于他对我们城邦所展现出的其他热忱,更是因为当我们希望举行公民大会时,他不仅欣然应允,甚至十分乐意地再次批准了。因为这是信任你们、深知你们绝不会将这一权力用于任何不轨之举者的作为。事实上,想必没有谁会堆积潮湿的木柴去燃烧,明知必然会产生浓厚而刺鼻的烟雾;明智的统治者若非遭遇某种更重大的迫切必要,也不会把情绪激动的民众召集到一处。

§48.2

νῦν οὖν ὑμέτερον ἔργον ἐστὶ μὴ ψεύσασθαι αὐτοῦ τὴν διάνοιαν, ἀλλ’ ἐπιδεῖξαι σωφρόνως καὶ καλῶς αὑτοὺς ἐκκλησιάζοντας, καὶ πρῶτον, ἐμοὶ δοκεῖν, καλλωπίσασθαι τῇ φιλίᾳ τῇ πρὸς ἀλλήλους καὶ ὁμονοίᾳ, κἂν δεῦρο ἀφίκηται παρακληθείς, περὶ μὲν τῶν ἄλλων ὧν ἐβοᾶτε ὑπερθέσθαι· ζητήσει γὰρ αὐτὸς τὰ δημόσια, κἂν ὑμεῖς κωλύειν θέλητε. τὸ δὲ νῦν εὐχαριστήσατε καὶ δεξιώσασθε καὶ μετ’ εὐφημίας καὶ τιμῆς ὑποδέξασθε, ἵνα μὴ ὥσπερ ἰατρὸς πρὸς νοσοῦντας ὑπόπτως καὶ ἀηδῶς θεραπείας ἕνεκεν, ἀλλ’ ὡς πρὸς ὑγιαίνοντας ἡδέως καὶ προθύμως παρῇ.

因此,现在你们的任务是不要辜负他的信任,而是要表明你们能以节制而体面的方式举行集会;依我之见,首先应当因彼此之间的友谊与融和而感到自豪。即便他应邀来到这里,也请将你们先前喧闹争吵的其他事情先行搁置;因为即便你们想要阻拦,他自己也会彻查公款账目。眼下你们应当向他致谢、向他致意,带着吉祥的颂词与敬意迎接他,以免他像医生出于诊治而心怀疑忌、满是不悦地面对病人那样,而是像探视健康之人一样欢喜而热切地亲临。

§48.3

καὶ γὰρ δὴ νῦν μὲν ἄπεισι μετὰ τὴν τήμερον ἴσως ἡμέραν, ἀφικνεῖται δὲ ὀλίγον ὕστερον· καὶ τότε, ἂν μὴ πρότερον αὐτοὶ πείσωμεν ὑμᾶς, εἴ τις ἄρα τῶν δημοσίων ἔχει τι, καὶ δικασταῖς καὶ διαιτηταῖς ἀλλήλοις χρησάμενοι, τότε ἐξέσται καὶ λέγειν καὶ καταβοᾶν. τό γε μὴν προεξανίστασθαι μὴ σφόδρα ἄγνωμον ᾖ.2 ποῦ γὰρ ἀπεπειράθητε ἢ πότε ἠξιώσατε παρ’ αὐτῶν; ἢ τίς ὑμῖν οὐχ ὑπήκουσε; καὶ τὴν εὐφημίαν τὴν εἰς ἐμέ, ἐγὼ δέομαι, τρέψατε εἰς ἅπαντας. ὥσπερ γὰρ ἐν ἑστιάσει πάνυ αἰσχρόν ἐστιν ἕνα τῶν κατακειμένων πίνειν, καὶ διὰ τοῦτο μὴ μόνον τῷ οἰνοχόῳ δυσκολαίνομεν, ἀλλὰ καὶ τῷ πίνοντι, τὸ αὐτὸ τοῦτο ἐν τοῖς πολιτικοῖς ἐπαίνοις ἐστίν.

因为在今日过后,他或许就要离去,但不久之后便会再来;到了那时,即使真的有人侵吞了公款,只要我们事先未能通过彼此互为法官与仲裁者的方式说服你们,届时你们尽可以畅所欲言、大声斥责。然而过早地躁动发难,恐怕实在太不明智了。因为你们究竟在哪里尝试过,或者何时曾向他们提出过要求?又有谁没有听从你们呢?至于向我发出的欢呼,我恳求你们,请转向大家所有人。因为正如在宴席上就席者中只有一人饮酒是极为可耻的,因此我们不仅会对斟酒者心生不快,也会对饮酒者感到不满,在城邦层面的赞誉中亦复如是。

§48.4

καὶ ταῦτα ποιοῦντες αὑτοὺς κοσμήσετε, ὡς ἔστι κόσμος τῆς πόλεως μέγιστος ὁ τῶν πολιτῶν ἔπαινος. ἐπὶ τίνι γὰρ ἄλλῳ μέγα φρονεῖτε; οὐ μεγέθει μὲν ἕτεραι διαφέρουσι πόλεις καὶ νὴ Δία πλούτῳ καὶ περιουσίᾳ καὶ τοῖς δημοσίοις οἰκοδομήμασιν; ἓν δὲ τοῦτό ἐστιν, ᾧ φιλοτιμούμεθα σχεδὸν πρὸς ἅπαντας ἀνθρώπους, τὸ ἔχειν ἄνδρας ἱκανοὺς καὶ πρᾶξαι καὶ εἰπεῖν, καὶ τὸ μέγιστον, ἀγαπῶντας τὴν πατρίδα. ἐὰν δέ τις ὑμῶν τοῦτο ἀφέληται, ποίας πόλεως καὶ τῆς βραχυτάτης δόξετε ἀμείνους; νῦν γάρ, ἐὰν διενεχθῆτε πρός τινα πόλιν, ὃ μηδεὶς ποιήσειε θεῶν, ἔπειτα ἐκεῖνοι τοὺς ἡμετέρους πολίτας λοιδορῶσι λέγοντες ὅτι εἰσὶν ἅρπαγες, ἄπιστοι, πῶς οἴσετε; οὐχ ἕξετε χαλεπῶς; οὐκ εὐθὺς βοήσετε, λοιδορήσεσθε, εἰς χεῖρας τυχὸν ἐλεύσεσθε, ὃ γέγονε πολλάκις πρότερον;

你们这样做便是在装点自己,因为城邦最大的光彩莫过于公民受到的赞美。因为你们还能因何事自视甚高呢?其他城邦难道不是在规模上,指着宙斯发誓,在财富、资财以及公共建筑上都胜过我们吗?但面对几乎所有人时我们引以为豪的唯有这一点,即拥有既能实干又善言辞的人才,而且最重要的是,拥有热爱祖国的人才。如果你们中的某人剥夺了这一点,你们还会显得比哪座哪怕最小的城邦更为优秀呢?假如现在你们与某座城邦产生嫌隙——愿诸神中无谁降下此等灾厄!——继而他们辱骂我们的公民,说他们是强盗、毫无信义,你们将如何忍受?难道不会愤愤不平吗?难道不会立刻叫骂、相互辱骂,甚至可能诉诸武力,就像以往多次发生过的那样吗?

§48.5

εἶθ’ ἃ λεγόντων ἑτέρων οὐκ ἀνέχεσθε ἀκούοντες, ταῦτα ἐρεῖτε αὐτοὶ καθ’ ἑαυτῶν; ἐάν ποτε γένηται διαφορά, κἀκεῖνοι προφέρωσιν ὑμῖν τὸ στασιάζειν, οὐκ αἰσχύνεσθε; ὡς ἔγωγε τοὺς θεοὺς ὑμῖν ὀμνύω πάντας, ἦ μὴν σφόδρα ἠχθέσθην εἰπόντος μοί τινος, Διάλλαξον τὴν πόλιν̔, καὶ πρὸς αὐτὸν ἠγανάκτησα. μὴ γὰρ ἴδοιμι τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ διαλλαγῶν ὑμεῖς δεήσεσθε, ἀλλ’ εἰς ἐχθρῶν, φασί, κεφαλὰς τὰ τοιαῦτα τρέποιτο, τοῦτ’ ἔστι εἰς τοὺς καταράτους Γέτας, εἰς μηδένα δὲ τῶν ἄλλων τῶν ὁμοεθνῶν.

既然如此,当别人说起时你们尚且难以忍受听闻的事情,你们却要自己口出恶言加诸自身吗?倘若日后发生争执,他们拿内讧来当面羞辱你们,你们难道不觉得羞耻吗?我指着所有神明向你们起誓,当有人对我说‘去让城邦和解吧’时,我确实极为难受,并对他深感愤慨。愿我永不见那一天的到来——在那一天你们竟需要和解;正如俗话所说,但愿这等灾祸落到仇敌的头上,也就是落到那帮该诅咒的盖塔人头上,而绝不落在我们任何同族同胞的头上。

§48.6

τί γὰρ ἂν εἴη τῆς ἡμετέρας ἐπιδημίας ὄφελος, εἰ μὴ πρὸς τὰ τοιαῦτα πειθομένους ὑμᾶς ἄγοιμεν, λόγων ἀεὶ συναγωγῶν ὁμονοίας καὶ φιλίας συναράμενοι, καθ̓ ὅσον οἷοί τέ ἐσμεν, ἔχθραν δὲ καὶ ἔριν καὶ φιλονικίαν ἄλογον καὶ ἀνόητον ἐξαιροῦντες πάντα τρόπον.

因为倘若我们不能引导你们顺服于这些道理,不能尽己所能始终借助促成融和与友谊的言论,并千方百计消除无理而愚蠢的敌意、争端与好胜心,那么我们在此居留又有什么益处呢?

语法注2 条
  1. 48.1τοῦτο γὰρ ἦν πιστεύοντος ὑμῖν

    分词属格 πιστεύοντος 依赖于 ἦν,充当表示某人特征或标志的“表语性特征属格”(即“这正属于/标志着信任你们的人的做派”)。在语法上亦可视为修饰省略的代词(如 αὐτοῦ)的所有格,但按表语性特征属格理解最为自然妥帖。

  2. 48.3τό γε μὴν προεξανίστασθαι μὴ σφόδρα ἄγνωμον ᾖ

    在独立主句中使用 μὴ 搭配虚拟式(ᾖ),表达谨慎的主张、委婉的担忧或审慎的推测(“过早起事恐怕实在太不明智了”)。语法上亦可分析为省略了类似 ὅρα(审视、留心)这样的动词,但它本身即是古典希腊语中表达委婉顾虑与评判的惯用句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:48.1-48.6