← 金嘴狄翁

演说集

§47.19-47.25

对诋毁者劝告的反讽与僭主指控的驳斥

狄奥表示愿意遵从公民们关于柱廊的任何指示,同时讽刺地列举了一位诋毁者假借善意劝告其停止城邦开支与公共事务的言论。接着,他通过对比真正的僭主残暴行径与自己简朴的生活、哲学家的外表以及造福城邦的善行,驳斥了指责他施行僭政的荒谬论调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.19

τί οὖν βούλεσθέ με ποιεῖν; ὃ γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἐρῶ, οὐδὲ ἂν ᾖ τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐδ’ ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ’ ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐδὲ ἂν ἄλλο τι γίγνηται· τί γὰρ ἐμοὶ τούτων; διὰ μὲν γὰρ τῆς στοᾶς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ πονεῖν καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους; καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥςτε κουφίζεσθαι τοὺς ἄλλους. μόνον ἕν τι προστάξατε·

那么你们究竟要我做什么呢?因为凡是你们所说的,我都照办,而对于其他一切事情我概不过问——即便有人承办了工程却未提交账目,即便有人仍在施工并不断从历任年度官员那里领受钱财、仿佛将这些款项领进无底洞一般,即便发生任何别的事情,我也一概不提。因为这些与我何干?你们清楚知道,我绝不会从那座柱廊中穿行而过。难道我应该劳心费力、前去恳请资深执政官,让他温和地、根据认捐者的承受能力去征收认捐款吗?我不仅乐意这样做,甚至还愿意亲自承担一部分认捐份额,以减轻其他人的负担。只请你们给我下达一个指令!

§47.20

εἰ δὲ μή, τὴν ἡσυχίαν ἕξω βοώντων ὑμῶν, μᾶλλον δὲ ἄπειμι. οὐ γὰρ ὥσπερ ἡ ἀλώπηξ καταφαγοῦσα τὰ κρέα οὐκ ἐδύνατο ἐξελθεῖν ἐκ τῆς δρυὸς διὰ τὸ ἐμπλησθῆναι, κἀμοὶ ἐξελθεῖν διὰ τοῦτο χαλεπόν. πολὺ γὰρ γέγονα λεπτότερος ἢ ὅτε εἰσῆλθον. καὶ πρὸς θεῶν μή μοι νομίζετε χαρίζεσθαι περὶ τῆς στοᾶς ἐπιβοῶντες. ἐμοὶ γὰρ εἷς ἀνήρ ἐστιν ὁ χαριζόμενος ἐν τῇ πόλει σχεδόν, ὡς ἐγὼ ἀκούω, καὶ μάλιστα προνοῶν τῶν ἐμοὶ συμφερόντων· καὶ οὔτε φίλος οὔτε συγγενὴς οὕτως οὐδεὶς ἐμοῦ κήδεται. σκοπεῖτε δὲ εἰ δόξει καλῶς ὑμῖν ὑπὲρ ἐμοῦ λογίζεσθαι καί με ἀγαπᾶν, ὃς πρῶτον οἴεταί με δεῖν1 πολλὰ κινδυνεύσαντα καὶ πονήσαντα τὴν ἡσυχίαν ἐνθάδε ἄγειν καὶ τοῖς ἐμαυτοῦ προσέχειν καὶ μήτε ἡγεμόνας θεραπεύειν μήτε ἄλλην ἀσχολίαν μηδεμίαν ἔχειν· ἔπειτα σμικρόν τι μέρος εὑρηκότα τῆς οὐσίας, καὶ πρὸς ταῖς πρότερον βλάβαις ἔτι καὶ τῆς ἀδελφῆς ἀποθανούσης ὠφεληθέντα μὲν μηδέν, ἀπολέσαντα δὲ πάντα, ὅσα τῶν ἐμῶν εἶχε, δανεισάμενόν τε, ὥστε τὰ χωρία πρίασθαι, τοῦτο ἀποδοῦναι τὸ χρέος καὶ τὰ πρότερον ὀφειλόμενα, καὶ μὴ στοὰν οἰκοδομεῖν μηδὲ ἀναλίσκειν παρὰ δύναμιν· ἔπειτα συνηθείας οὔσης μοι πρὸς τὸν αὐτοκράτορα, ἴσως δὲ καὶ φιλίας, καὶ πρὸς ἄλλους πολλοὺς τοὺς δυνατωτάτους σχεδόν τι Ῥωμαίων, ἐκείνοις συνεῖναι τιμώμενον καὶ θαυμαζόμενον· εἰ δὲ ἄρα ἀποδημῶν ἥδομαι, τὰς μεγίστας πόλεις ἐπιέναι μετὰ πολλοῦ ζήλου καὶ φιλοτιμίας παραπεμπόμενον, χάριν εἰδότων μοι παῤ οὓς ἂν ἀφίκωμαι καὶ δεομένων λέγειν καὶ συμβουλεύειν καὶ περὶ τὰς ἐμὰς θύρας ἰόντων ἐξ ἑωθινοῦ, μηδὲν ἀναλώσαντα μηδὲ προστιθέντα, ὥστε θαυμάζειν ἅπαντας καὶ τυχὸν ἂν εἰπεῖν τινας, ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών κε πόλιν καὶ δῆμον ἵκηται·

否则,在你们喧哗之际我宁可保持沉默,或者更确切地说,我将离去。因为并不像那只吃光了肉、因肚子填得太饱而无法从橡树树洞里钻出来的狐狸那样,我也因为同样的原因而难以离开;因为我比来时已经瘦得多了。指着诸神发誓,你们切莫以为为柱廊之事叫喊是在讨好我。因为据我所闻,全城中几乎只有一个人是在讨好我,并且最为我个人的利益着想;无论朋友还是亲属,都没有人这般关照我。你们且看看,你们是否认为他是真心为我着想、真心爱戴我——他首先认为,我历经了诸多危险与辛劳,理当在此安享平静,专注于自己的事务,既不去巴结行省总督,也不再承担任何其他杂务;其次,我既然只找回了自己财产中极小的一部分,并且在先前的损失之外,妹妹去世时我也未得到丝毫益处,反而失去了她所持有的全部属于我的财物,而且为了购买田产还借了债,我就理应偿还这笔债务以及先前的欠款,而不是去建造柱廊,也不该超出能力去挥霍;再者,既然我与皇帝素有交情——或许甚至是友谊——并且与罗马人中几乎最有权势的其他许多人也关系密切,我就理当与他们交往,受人尊崇与赞叹;若我果真喜爱周游异乡,就理当在众人的热切拥戴与极高礼遇的护送下走访各大名城,凡是我所到之处的人们都对我心存感激,恳求我发表演说、提供建议,清晨便聚集在我的门前,而无需我耗费分文或倒贴任何东西,以致所有人都赞叹不已,或许还会有人说:“哎呀,无论此人来到谁的城邦与民众之中,他是多么受所有人喜爱与尊崇啊!”

§47.23

ἀλλὰ μὴ δαπανᾶν μὲν ἐξ ὀλίγων ὑπαρχόντων, ἀσχολεῖσθαι δὲ ἀσχολίας ἀνωφελεῖς, τὸ δὲ σῶμα, θεραπείας δεόμενον καὶ πολλῆς προσοχῆς, καταφθείρειν ἀμελοῦντα, τὴν δὲ ψυχὴν τοσοῦτον χρόνον ἐᾶν ἄγευστον φιλοσοφίας καὶ τῶν τοιούτων μαθημάτων, πρὸς δὲ τὸν δεῖνα ἐξετάζεσθαι ἢ τὸν δεῖνα καὶ κακῶς ἀκούειν ἐνίοτε καὶ δάκνεσθαι. πρὸς θεῶν ὁ ταῦτα ὑπὲρ ἐμοῦ φροντίζων καὶ διαλεγόμενος οὐχ οὗτός ἐστιν ἀνθρώπων ἁπάντων εὐνούστατος ἐμοὶ καὶ μάλιστα ὑπʼ ἐμοῦ φιλεῖσθαι δίκαιος; ὅταν δὲ ἀκούω λέγειν τινὰ ὡς περὶ τυράννου, παράδοξον ἐμοὶ φαίνεται καὶ γελοῖον.

——而不该从微薄的家底中支出钱财,也不该汲汲于无益的琐务,因怠忽而毁坏了亟需调理与精心照料的身体,让灵魂如此长久地未曾领略哲学及类似学问的滋味,更不该去同某某人或某某人较劲比试,有时还遭受恶名与内心的刺痛。指着诸神发誓,为我这般操心、讲这番话的人,难道不是全人类中对我最为善意、最理当受到我爱戴的人吗?可当我听说有人说话时把我当作僭主一般,在我看来这简直荒唐可笑。

§47.24

ἐγὼ γὰρ ἐπίσταμαι τῶν τυράννων ἔργα τοιαῦτα, μοιχεύειν γυναῖκας ἀλλοτρίας καὶ διαφθείρειν παῖδας, ἀνθρώπους ἐλευθέρους τύπτειν καὶ αἰκίζεσθαι πάντων ὁρώντων, τοὺς δὲ καὶ στρεβλοῦν, οἷον εἰς ζέοντα λέβητα καθιέντας, ἄλλους δὲ καταπιττοῦντας· ὧν οὐδὲν ἐγὼ ποιῶ· ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι2 πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ. τῶν δὲ τυράννων ἕνα ἀκήκοα ταῦτα ποιοῦντα, πρεσβύτην θρασύν.

因为据我所知,僭主的作为乃是这般的:通奸于他人的妻子,败坏男童,在众目睽睽之下鞭笞、折磨自由人,甚至将某些人施以拷问——宛如扔进沸腾的深锅之中——又或者给其他人涂上沥青点天灯;而这些作为我一件也没有做。我还知道另一位女性僭主塞米拉米斯,因为年事已高却淫乱无度,强迫某些人与她交合;我也听说过有一位僭主是这般行事的放肆老翁。

§47.25

ὧν τί πρὸς ἐμέ ἐστιν; ἢ ὅτι τὴν οἰκίαν οἰκοδομῶ πολυτελῶς; ἀλλ’ οὐκ ἐῶ πίπτειν; ἢ ὅτι πορφύραν αὐτὸς ἠμφίεσμαι; ἀλλ’ οὐ φαῦλον τριβώνιον; ἀλλ’ ὅτι κομῶ καὶ γένεια ἔχω; τοῦτο δ’ ἴσως οὐ τυραννικόν ἐστιν, ἀλλὰ βασιλικόν. ἔφη δ’ οὖν τις ὅτι καὶ τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο3 βασιλικόν ἐστιν.

这些事情与我究竟有何相干?难道是因为我把宅邸建造得奢华吗?但我难道不是仅仅防止它倒塌吗?或者是因为我自己身穿紫袍吗?但我穿的难道不是一件简陋的粗短斗篷吗?又或者是因为我蓄长发、留胡须吗?但这恐怕不是僭主的特征,而是王者的气象。无论如何,曾有人说过,做好事而承受恶名,这同样也是王者的本色。

语法注3 条
  1. 47.21ὃς πρῶτον οἴεταί με δεῖν

    关系代名词 ὃς 的先行词是前文的 εἷς ἀνήρ(某一个人)。其后由动词 οἴεται(他认为)统领的长篇“宾格加不定式”结构(με δεῖν 统领一系列不定式)贯穿了三个自然段。表示应为之事的肯定不定式(ἄγειν, προσέχειν, ἀποδοῦναι, συνεῖναι, ἐπιέναι)与表示不应为之事的否定不定式(μὴ οἰκοδομεῖν, μηδὲ ἀναλίσκειν, μὴ δαπανᾶν 等)相互并列,以极其讽刺的反语再现了政敌假借“忠告”之名劝阻狄奥参与城邦公共事业的嘴脸。

  2. 47.24ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι

    宾格短语 ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν 作为前文主述动词 ἐπίσταμαι(因为我知道)的宾语被提前(先取构词/预提,prolepsis),其具体行为则由随后的 ὅτι 从句加以说明。此结构省略了重复的主动词,起到了提引新话题并将塞米拉米斯作为另一典型真僭主加以突出的修辞效果。

  3. 47.25τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο

    带冠词的不定式短语 τὸ κακῶς ἀκούειν(遭受恶名/被说坏话)担任主语。分词 καλῶς ποιοῦντα 为阳性单数宾格,与不定式隐含的宾格逻辑主语(不特定的“某人” τινά)保持一致。其后的指示代词短语 καὶ τοῦτο 起到复指与强调主语的作用(resumptive demonstrative),意为“这本身也……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:47.19-47.25