← 金嘴狄翁

演说集

§47.7-47.13

营建计划遭阻与亚里士多德的先例

演讲者陈述了自己的营建项目在公民中所引发的反弹,引用亚里士多德未能重建斯塔吉拉的旧事慨叹市民的偏狭,并提及罗马皇帝的赞许,呼吁同胞为城邦的繁荣共同建言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.7

ὃς δὲ πάντα τὸν χρόνον ἔμεινεν ἐν τῇ πατρίδι, πράττων ὅ,τι δοκοίη τοῖς πολίταις καὶ τοῖς νόμοις, εἰ μέν τι μέγα ὤνησε τοὺς Ἀθηναίους, οὐκ ἔχω εἰπεῖν· τὴν δὲ βλάβην ἐπίσταμαι τὴν γενομένην αὐτοῖς. ἔτι γὰρ νῦν ὀνειδίζονται περὶ Σωκράτους, ὡς οὔτε δικαίως οὔτε ὁσίως τῷ ἀνδρὶ προσενεχθέντες, καὶ πάντων αὐτοῖς τῶν ὕστερον γενομένων κακῶν ταύτην φασὶ συμβῆναι τὴν αἰτίαν.

另一方面,至于那位毕生留在祖国、按照公民与法律的意旨行事的人,他是否曾为雅典人带来过什么重大的益处,我无从断言;但我深知降临于他们的祸害。因为直到如今,他们仍因苏格拉底之事遭受责难,被指责对待那位先生既非公正亦非虔敬,人们更声称后世降临于他们的一切灾祸皆以此事为根由。

§47.8

ταῦτα μὲν ἀκηκόατε ἄλλως παρὰ ἀνθρώπου πλάνητος καὶ ἀδολέσχου. ὃ δ’ οὖν ἔφην, παραιτοῦμαι ὑμᾶς μηδένα ἀπαιτεῖν ἐν τῷ παρόντι παρ’ ἐμοῦ λόγον μεγαλόφρονα καὶ σοφόν, ἀλλ’ ἰδιωτικὸν καὶ φαῦλον, ὁποῖα καὶ τὰ πράγματά ἐστιν. εὖ δ’ ἴστε, ὥσπερ προειλόμην σιγᾶν, ἀφ’ οὗ νῦν ἧκον, οὐκ ἂν ἐφθεγξάμην, εἰ μή τι ἀναγκαῖον συμβεβήκει. ἐγὼ γὰρ ἡψάμην πράγματος, ὅ μοι πολλῶν τῷ ὄντι πραγμάτων αἴτιον γέγονε καὶ θαυμαστῆς ἀηδίας. ὥστε πρότερον μὲν οὐκ ᾔδειν τὸ τῶν Θετταλῶν τί ποτέ ἐστι τὸ ἐφ’ αὑτὰς τὴν σελήνην κατάγειν,1 νῦν δὲ ἐπιμελῶς ἔγνωκα.

你们漫然从一个流浪汉和饶舌者那里听到了这些话。然而正如我方才所言,我恳请你们此刻切莫向我索求什么志向高远与智慧的言辞,而只求朴实无华,正如我当下的处境一般。你们当深知,正如同我自此次归来以来一直决意保持沉默,若非发生了某种紧迫之事,我是绝不会开腔说话的。因为我染指了一桩事务,它实实在在地给我带来了诸多麻烦与莫大的烦恼。以至于从前我尚不知晓色萨利妇女“将月亮引到自己身上”这句谚语究竟是何用意,而如今我已深切领会了。

§47.9

καὶ τὸν Ἀριστοτέλην ἐνίοτε ἐμακάριζον, ὅστις Σταγειρίτης ὤν ʽτὰ δὲ Στάγειρα κώμη τῆς Ὀλυνθίας ἦν’ ἁλούσης δὲ Ὀλύνθου συγγενόμενος Ἀλεξάνδρῳ καὶ Φιλίππῳ διεπράξατο οἰκισθῆναι πάλιν τὸ χωρίον, καὶ μόνον αὐτὸν ἔφασκον εὐτυχῆσαι τὴν εὐτυχίαν ταύτην, ὥστε τῆς πατρίδος οἰκιστὴν γενέσθαι. μεταξὺ δὲ πρῴην ἐνέτυχον ἐπιστολῇ τινι, ἐν ᾗ ἐστι μετανοῶν καὶ ὀδυρόμενος καὶ λέγων ὅτι τούτων τινὲς καὶ τὸν βασιλέα καὶ τοὺς ἀφικνουμένους σατράπας διαφθείρουσιν, ὥστε μηδὲν ἀγαθὸν γενέσθαι μηδὲ ὅλως κατοικισθῆναι τὴν πόλιν.

我有时曾羡慕亚里士多德,他作为斯塔吉拉人——斯塔吉拉曾是奥林索斯领地内的一个村落——在奥林索斯陷落之后,因结识了亚历山大与腓力,得以促成该地重新建城,人们说唯独他享有了这般荣幸,以至于成为自己祖国的奠基者。然而日前我偶得一封书信,在信中他悔恨而叹息,并说道这些居民中的某些人甚至腐蚀了大王以及前来的总督,以致于未能产生任何益处,城邦也根本未曾建成。

§47.10

ὅπου δὲ καὶ τοῦτο ἐλύπει τινάς, εἰ φυγάδες ὄντες καὶ ἀπόλιδες πατρίδα ἕξουσι καὶ πολιτεύσονται κατὰ νόμους ἐν ἐλευθερίᾳ, μᾶλλον δ᾽ ᾑροῦντο διῳκίσθαι κατὰ κώμας τοῖς βαρβάροις ὁμοίως ἢ σχῆμα πόλεως καὶ ὄνομα ἔχειν· ἦπου προσήκει θαυμάζειν καὶ εἰ ἄλλο τι λυπεῖ τινας; ὃ δ’ οὖν Ἀριστοτέλης ἐπιστέλλων γέγραφεν ὡς τοῖς πράγμασιν ἀπειρηκώς· φησὶ γὰρ αἴρειν τοὺς δακτύλους·2

假若竟然有人甚至对此也感到愤懑——即作为流亡者和失去城邦之人本可拥有祖国、并在自由中依循法律参政,他们却宁愿像蛮族那样分散在村落中生活,也不愿拥有城邦的规制与名称——那么若有人为其他任何事情感到不悦,难道还值得惊异吗?无论如何,亚里士多德在信中写得就像是对现实弃绝认输之人;因为他说自己要举起手指认输了:

§47.11

τοὺς Ἰδαίους κἀμὲ νομίζετε καὶ εἴ τινές εἰσιν ἕτεροι. καὶ γὰρ δὴ πλεῖον ἴσχυσεν ἡ τῶν ἀνθρώπων ἐκείνων κακοδαιμονία τῆς τοῦ Ἀριστοτέλους σπουδῆς, ὥστε οὐκ εἴασαν προβῆναι τὸ κωμίον εἰς ἀξίωμα πόλεως, καὶ νῦν ἔτι ἀοίκητόν ἐστιν. ἀλλ’ ὅπως μὴ καὶ τοῦτό μου διαβάλῃ τις, ὡς ἐγὼ Στάγειρα καὶ κώμην καλῶ τὴν πόλιν ταύτην· δύναμαι γὰρ ὀμόσας εἰπεῖν μηδεμίαν ἄλλην πόλιν ἐμοὶ κρείττω πεφηνέναι, κἂν εἰ μόνον εἶχε τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, ὃ ἐγὼ κατέλυσα ὁ τὰς πόλεις πορθῶν καὶ τὰς νεκροπόλεις.

“你们且将伊达山神人和我、以及若还有其他的什么人,视作一类罢。”因为那些人的倒行逆施终究胜过了亚里士多德的热忱,以致于他们未能容许这处小村落升至城邦的尊严,至今那里仍旧无人居住。然而切莫让任何人因这点也来诋毁我,说我竟把我们这座城邦称作斯塔吉拉和一个村落;因为我敢起誓而言,在我眼中没有哪座城邦显得比它更卓越,哪怕它仅仅拥有的只是某某人的那处铁匠铺——正是我这个洗劫城邦和墓园的人所拆除的那间!

§47.12

ἵνα δ’ οὖν μὴ ἐπιλάθωμαι οὗ χάριν ἀνέστην, ἁμάρτημα ἴσως ἥμαρτον ἀνθρώπινον. νῦν οὖν τίνα με βούλεσθε ὑποσχεῖν ζημίαν ἀντὶ τούτου τοῦ ἁμαρτήματος ἢ τί ποιεῖν; ἀξιῶ συμβούλους ὑμᾶς γενέσθαι· πότερον καθελεῖν με τὸ ἔργον ταῖς ἐμαυτοῦ δαπάναις τὸ γεγονὸς καὶ ποιῆσαι πάντα ὁποῖα ἦν πρότερον; ἀλλὰ ἴσως οὐ δυνήσομαι.

无论如何,免得我忘记自己站起来的初衷:我或许犯下了一个凡人难免的过失。那么如今你们希望我为这项过失承担怎样的惩罚,或是要我做什么呢?我恳请你们作我的顾问:是要我自己出资拆除已建成的工程,并使一切恢复旧貌吗?但这或许非我力所能及。

§47.13

ἢ τί πρὸς θεῶν; εἴπατέ μοι. ἐγὼ μὲν γὰρ ᾤμην ὁρῶν τὰ τοιαῦτα πόλεις ἄλλας φιλοτιμουμένας,3 οὐ μόνον τὰς κατὰ τὴν Ἀσίαν λέγω καὶ Συρίαν καὶ Κιλικίαν, ἀλλὰ ταύτας τὰς ἀστυγείτονας καὶ πλησίον, τὴν τῶν Νικομηδέων, τὴν τῶν Νικαέων, τοὺς Καισαρεῖς τούτους, εὐγενεῖς μὲν ἀνθρώπους καὶ σφόδρα Ἕλληνας, πολὺ δὲ μικροτέραν τῆς ἡμετέρας οἰκοῦντας πόλιν, καὶ τοὺς πολιτευομένους παρ’ ἑκάστοις, ἐὰν καὶ περὶ τῶν ἄλλων διαφέρωνται, τά γε τοιαῦτα ὁμοφρονοῦντας, καὶ τὸν αὐτοκράτορα τοιαῦτα ἐπιστέλλοντα τύχῃ τινί, ὅτι βούλεται πάντα τρόπον αὔξεσθαι τὴν πόλιν ὑμῶν (ἐπιτρέψατε δὲ ἀναγνῶναι τὴν ἐπιστολήν, ἐπειδὴ τὴν τοῦ Ἀριστοτέλους μακρὸν ἦν καὶ περίεργον· —)

凭着诸神起誓,还能怎样呢?请告诉我。因为我以为,眼见其他城邦在诸如此类的事情上竞相夸耀——我所指的不仅是亚细亚、叙利亚和奇里乞亚的诸邦,更包括近邻和附近的诸城邦,如尼科美底亚人的城邦、尼西亚人的城邦,以及那些凯撒利亚人,他们固然是出身高贵且极具希腊风范之人,所居城邦却远比我们的小得多——又眼见各邦的从政者即使在其他事务上各执己见,在此类事情上却同心协力,加之皇帝又由于某种机缘送来这样的信函,表明他愿以各种方式壮大你们的城邦(请允许我宣读这封信函,因为亚里士多德的那封信既冗长又繁复——)

语法注3 条
  1. 47.8τὸ τῶν Θετταλῶν τί ποτέ ἐστι τὸ ἐφ’ αὑτὰς τὴν σελήνην κατάγειν

    先取句式(prolepsis)。作为间接疑问从句真正主题的短语(τὸ ἐφ’ αὑτὰς τὴν σελήνην κατάγειν)的限定短语 τὸ τῶν Θετταλῶν 被提前置于主句动词 ᾔδειν 的宾语位置。该表达典引色萨利女巫借法术召引月亮却招致自身失明或灾殃的古老谚语,意指“引火烧身”或“自招祸端”。

  2. 47.10αἴρειν τοὺς δακτύλους

    源自古希腊搏击运动(如潘克拉辛格斗)的习语,指选手通过竖起或举起手指向上示意认输。此处比亚里士多德在重修故乡的工程遭受政敌持续阻挠后,心灰意冷地承认失败、甘拜下风。

  3. 47.13ἐγὼ μὲν γὰρ ᾤμην ὁρῶν τὰ τοιαῦτα πόλεις ἄλλας φιλοτιμουμένας

    破格构式(anacoluthon)兼言止意留(aposiopesis)。动词 ᾤμην(我以为)后接分词 ὁρῶν(目睹),其宾语接连列举了其他各城邦的热忱、各邦政客的同心以及皇帝的来信,但尚未引出所思所想的具体宾语从句或不定式,便被请求宣读信件的插入祈使句(ἐπιτρέψατε δὲ ἀναγνῶναι...)所打断,致使句意悬置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:47.7-47.13