- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:47.14-47.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者为自己的城邦建设工程辩护,强调该工程征得过公众同意且造福于集体,并援引其他城邦的先例,诉说自己无论推进还是停工皆受指责的两难处境,请求民众给予裁夺建议。
ᾤμην καὶ παρ’ ὑμῖν ταῦτα ἔσεσθαι, καὶ μηδένα λυπήσεσθαι τῆς πόλεως κατασκευαζομένης. καὶ τοῦτό γε ἀπέβη τοιοῦτον· καὶ γὰρ ἔδοξεν ὑμῖν ταῦτα καὶ πολλάκις συνεισεφέρετε αὐτοὶ καὶ προεθυμεῖσθε. τί οὖν βούλεσθε; ἐγὼ γὰρ ὄμνυμι τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἀντὶ τοῦ λυπεῖν ὑμᾶς ἤ τινας ὑμῶν ἢ δοκεῖν βαρὺς οὐκ ἂν ἑλοίμην ἴδιά μοι γενέσθαι τὰ Δαρείου βασίλεια ἢ τὰ Κροίσου ἢ τὴν οἰκίαν τὴν πατρῴαν τὴν ἐμὴν χρυσῆν τῷ ὄντι, ἀλλὰ μὴ ὥσπερ ὀνόματι μόνον τὴν τοῦ Νέρωνος καλοῦσιν.
我原以为你们这里也会是这般光景,城邦营建之时无人会感到不悦。事实也确曾如此:因为你们赞成这些举措,常常亲自认捐款项并表现出极大的热情。那么你们究竟想要什么呢?我向你们对着一切神明起誓:若要以让你们或你们中的任何人感到不悦、或是让自己显得令人生厌为代价,我绝不会选择让大流士或克洛伊索斯的王宫成为我的私产,或者让我祖传的宅邸真正变成黄金造的,而不是像人们称呼尼禄的那座宅邸那样仅仅徒有虚名。
οὐδὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον ἢ χύτρας χρυσῆς ἢ τῆς πλατάνου τῆς ἐν Πέρσαις. πόλεως δὲ ὄφελος εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια· ἵνα ὥσπερ ἐπὶ τῶν εὐγενῶν πώλων καὶ τῶν σκυλάκων τὸ ἐσόμενον μέγεθος εἰκάζουσιν οἱ ὁρῶντες, ἐὰν ᾖ τὰ κῶλα ὑψηλὰ καὶ μεγάλα, ἐὰν δὲ ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μενεῖν τοιαῦτα, οὕτως ἔχῃ καὶ περὶ τὴν ἡμετέραν πόλιν.
因为一座黄金的宅邸毫无用处,正如金锅或波斯的那棵悬铃木毫无用处一样。但一座城邦若变得体面壮丽、获得更流通的空气与宽阔的空地、在夏季提供阴凉、在冬季提供屋顶下的阳光、并以高耸且无愧于伟大城邦的建筑取代简陋低矮的废墟,那才是有益的;正如人们看到良种的马驹和幼犬时,若四肢修长健壮便可推测其未来的体魄,若是矮小萎缩则断言它们将永远如此,愿我们的城邦也能有同样的景象。
ἀλλὰ τί μοι περὶ τούτων νῦν λέγειν; καλῶς μέ τις ἀηδόνα ἔφη τῶν σοφιστῶν, λοιδορῆσαι βουλόμενος· διὰ τοῦτο, ἐμοὶ δοκεῖν, ὅτι καὶ τὴν ἀηδόνα γλώσσαργόν φασιν οἱ ποιηταί. ἴσως δ’ ἂν ὅμοιος εἴην τοῖς τέττιξι· καὶ γὰρ ἐκεῖνοι πρὸς τὸν ἥλιον διψῶντες ᾅδουσιν ὑπὸ ἀνοίας οὐδὲν ὠφελούμενοι. πλὴν τοσοῦτό γε μόνον, οὐκ ἄξιον ἴσως παραλιπεῖν περὶ τῶν μνημάτων καὶ τῶν ἱερῶν, ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου·1 πολὺ γὰρ ἐλάττω τόπον ἐποίουν τοῦ παρ’ ἡμῖν, ὧν ἡ πόλις ἓξ καὶ τριάκοντα σταδίων ἐστὶ τὸ μῆκος καὶ στοὰς ἑκατέρωθεν πεποιήκασιν· οὐδὲ τοὺς Ταρσεῖς οὐδὲ νῦν Νικομηδεῖς, οἳ ἐψηφίσαντο τὰ μνήματα μεταίρειν. ὁ δὲ Μακρῖνος, ὃν εὐεργέτην ἀνεγράψατε τῆς πόλεως, τὸ Προυσίου τοῦ βασιλέως μνημεῖον μετήνεγκεν ἐκ τῆς ἀγορᾶς καὶ τὸν ἀνδριάντα. οὐδεὶς γάρ ἐστι παρ’ ἐκείνοις φιλόπολις ἀνὴρ οὐδὲ ἐπιμελὴς περὶ τοὺς θεούς· ἀλλὰ παρά γε ἡμῖν ἦσαν πολλοί. πλὴν ταῦτα μὲν ὅπως ποτὲ δοκεῖ. τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς; ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν,2 τὴν Ποικίλην Ἀθήνησι, τὴν Περσικὴν ἐν Λακεδαίμονι, τὰς ἐν τῇ Ῥώμῃ τὰς χρυσᾶς, ἐν ταῖς τῶν Ἀντιοχέων, τῶν Ταρσέων, μετὰ πλείονος τιμῆς, ἢ μόνον ἕξοντά με καὶ περιπατήσοντα, τῶν δὲ ἄλλων οὐδένα πολιτῶν. ἀλλ’ οὔτε γυμνάσιον ἐν πόλει μόνος οὐδεὶς ἔχει γυμναζόμενος οὔτε στοὰν οὔτε βαλανεῖον οὔτε ἄλλο τῶν δημοσίων οὐδέν.
但我此刻何必谈论这些呢?某位智者曾恰当地称我为夜莺,本意是想侮辱我;在我看来,这是因为诗人们也称夜莺是饶舌的。或者我也许更像蝉;因为它们也迎着太阳在干渴中愚蠢地鸣唱,却得不到丝毫益处。不过关于陵墓和圣所,唯独这一点或许不该遗漏:即安条克人不大可能触动过任何此类事物——因为他们营造的空间远比我们这里狭小,尽管他们的城邦长达三十六斯塔德,且在两侧都建造了柱廊——塔尔苏斯人也不大可能,或是前不久决议迁移陵墓的尼科美底亚人也不大可能。 而你们铭记为本城恩人的马克里努斯,更是将普鲁西亚斯国王的纪念碑及其雕像从广场上移走。难道在那些人中间就没有一位热爱城邦之人,也没有一位敬畏神明之人,而在我们这里却有许多?不过这些事情任随人们怎么看罢。这里的柱廊对我而言又算得了什么?难道我竟没有随心所欲漫步的地方——在雅典的花斑柱廊、斯巴达的波斯柱廊、罗马金碧辉煌的柱廊,或是在安条克人和塔尔苏斯人的柱廊中,享有更高的尊荣——又或者竟是我将独自拥有它并在其中漫步,而其他公民一无所享?可是在城邦中,绝没有任何人因在其中锻炼而独自占有一座体育馆,也绝没有人独自占有一座柱廊、一处公共浴室或任何其他公共设施。
ἢ ἐγὼ τετύφωμαι καὶ ἀνόητός εἰμι; πλὴν ὅ γε ἠξίωσα, συμβουλεύσατέ μοι. ὡς ἐγὼ βουλόμενος ὑμῖν ἀρέσκειν πάντα τρόπον ἀπορῶν. νῦν γὰρ ἐὰν ἅπτωμαι τοῦ πράγματος καὶ σπουδάζω γίγνεσθαι τὸ ἔργον, τυραννεῖν μέ φασί τινες καὶ κατασκάπτειν τὴν πόλιν καὶ τὰ ἱερὰ πάντα. δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς3 καὶ τοὺς ἀνδριάντας ἐκ τοῦ μυδῶνος ἐρρυσάμην, καὶ νῦν ἐν τῷ φανερωτάτῳ κεῖνται τῆς πόλεως. ἐὰν δὲ τὴν ἡσυχίαν ἄγω, μὴ βουλόμενος μηδένα στένειν μηδὲ προσκρούειν μηδενί, βοᾶτε ὑμεῖς, Γιγνέσθω τὸ ἔργον ἢ καθαιρείσθω τὸ γεγονός· ὥσπερ ἐμοὶ τοῦτο προφέροντες καὶ ὀνειδίζοντες.
抑或是我狂妄昏聩、愚蠢透顶了吗?无论如何,正如我所恳请的,请给我提出建议。因为我一心想以各种方式取悦你们,却不知所措。如今我若着手处理此事并热心推动工程进行,就有人说我是在施行僭政、铲平城邦与所有的圣所——显然我放火烧了宙斯神庙,并将雕像从潮湿霉烂中拯救出来,如今正陈列在城邦最显眼的地方!而我若保持沉默,不愿让任何人叹息或与任何人发生冲突,你们又会大喊:“要么完成工程,要么拆毁已建之物!”——仿佛以此来责难和讥刺我一般。
- 47.16ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου
此处带有强烈的反讽意味。ὅτι 从句接在 οὐκ ἄξιον ἴσως παραλιπεῖν 之后,字面称“安条克人、塔尔苏斯人等不大可能触动这类事物”,但下文紧接着指出他们实际进行了大规模改建和陵墓迁移,因此该从句实际表达反诘与讽刺(“难道安条克人就不曾触动吗”)。
- 47.17ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν
由 ὥσπερ 引导的宾格分词结构(ἔχοντα 与 ἕξοντα),修饰第一人称宾格代词 με,依附于前面的修辞性反问(τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς),表示他人强加给演说者的荒谬设想或假设性借口(“仿佛我无处散步似的”、“仿佛唯独我要独占它似的”)。
- 47.18δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς
带有极重反讽的 δῆλον ὅτι(“显然……”)。演说者绝未焚毁宙斯神庙,恰恰相反,他是将雕像从霉烂受损的暗处救出并公开展列;此处用反话夸张地复述反对派对他的荒谬指控(“显然是我烧了宙斯神殿,才落得这般罪名”)。
