- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:47.1-47.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者请求听众不要对他抱有华丽演说的过高期待,并通过斯多亚派哲学家、赫拉克勒斯、荷马以及毕达哥拉斯的先例,阐明智者在祖国过城邦生活是何等艰难。
Πρῶτον μέν, ὦ ἄνδρες, ὅταν ἀναστῶ, μὴ πάντως ἡγεῖσθε λόγων ἀκούσεσθαι θαυμαστῶν μηδὲ ἐπισήμων· λέγω δὲ οἷον πρὸς ἡδονήν τινα ἢ κάλλος ἢ σοφίαν εἰργασμένων. ἴσως μὲν γὰρ οὐδὲ ἄλλως ἦμεν ἱκανοὶ πρὸς τὸ τοιοῦτον, ἀλλὰ τύχῃ τινὶ τὸ πλῆθος καὶ τὰς πόλεις πάσας ἐξηπατήσαμεν· εἰ δ’ οὖν, ἀλλὰ νῦν1 πολλὴν ἀπορίαν καὶ λήθην εἰκὸς ἡμῖν γεγονέναι τῶν τοιούτων λόγων. ὁποῖα γὰρ ἂν πράττῃ τις καὶ ἐν ὁποίοις ἂν ᾖ πράγμασιν, ἀνάγκη καὶ τοὺς λόγους εἶναι παραπλησίους. ἡμεῖς δὲ πολὺν ἤδη χρόνον σμικρὰ καὶ ἄδοξα πράττομεν· καὶ τοῦτο ἴσως ἀναγκαῖόν ἐστιν.
首先,诸位先生,当我起立之时,绝不要以为你们将会听到什么惊人或卓越的演说——我指的是为了求取某种愉悦、优美或智慧而精心雕琢的那类言辞。因为即便在过去,我们或许也本不擅长此道,而只是凭着某种侥幸欺瞒了大众和所有的城邦;即便曾是如此,如今我们对此类言辞感到极度生疏与遗忘也是理所当然的。因为一个人从事怎样的作为,置身于怎样的事务之中,其言辞必然也与之相仿。而我们长期以来所从事的都是微不足道且无名无光的事情;而这或许也是不可避免的。
ὡς ἐγὼ πρότερον μὲν ἐθαύμαζον τῶν φιλοσόφων τοὺς καταλιπόντας μὲν τὰς αὑτῶν πατρίδας οὐδενὸς ἀναγκάζοντος, παρ’ ἄλλοις δὲ ζῆν ἑλομένους, καὶ ταῦτα ἀποφαινομένους αὐτοὺς ὅτι δεῖ τὴν πατρίδα τιμᾶν καὶ περὶ πλείστου ποιεῖσθαι καὶ ὅτι πράττειν τὰ κοινὰ καὶ πολιτεύεσθαι τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν. λέγω δὲ τὸν Ζήνωνα, τὸν Χρύσιππον, τὸν Κλεάνθην, ὧν οὐδεὶς οἴκοι ἔμεινε ταῦτα λεγόντων.
因为我此前常常对那些哲学家感到诧异:在无人强迫的情况下,他们抛弃自己的祖国,选择寄居于异乡,而且他们自己还宣称,人应当尊崇祖国、视其为至上,并且参与公共事务与城邦政事乃是合乎人类本性的。我指的是芝诺、克律西波斯和克勒安忒斯,他们虽然宣扬这些道理,却没有一个留在故里。
οὐκ ἄρα ἐφρόνουν ἃ ἔλεγον; πάντων μάλιστα, ὡς ἐμοὶ δοκοῦσιν. ἀλλὰ καλὸν μὲν ἡγοῦντο καὶ τῷ ὄντι μακάριον καὶ πρέπον ἀνδράσι σοφοῖς πρᾶγμα τῆς ἑαυτοῦ πόλεως ἐπιμέλειαν· τὰς δὲ ἐνούσας δυσκολίας καὶ τὰς χαλεπότητας ὑφεωρῶντο καὶ τῶν μὲν ἄγνοιαν, τῶν δὲ φθόνον, τῶν δὲ ἀγνωμοσύνην, εἰ μή τις σοφὸς ὢν ἅμα δύναιτο τὴν τοῦ Ἡρακλέους ἔχειν ἰσχὺν καὶ δύναμιν· τοῦτο δὲ ἀδύνατον ἡγοῦντο.
难道他们心中并不赞同自己所说的话吗?依我之见,他们比所有人都要深信不疑。然而,尽管他们认为照管自己的城邦乃是高尚的、真正幸福的且适合智慧之士的事业,但他们却暗自戒备那其中所固有的困难与艰险,戒备一些人的无知、另一些人的嫉妒、还有一些人的蛮不讲理,除非一个人在具备智慧的同时,还能兼具赫拉克勒斯的力量与能耐;而他们认为这是不可能的。
καίτοι τὸν Ἡρακλέα αὐτὸν ἀκούομεν τῆς μὲν Αἰγύπτου κρατῆσαι καὶ τῆς Λιβύης, ἔτι δὲ τῶν περὶ τὸν Εὔξεινον Πόντον οἰκούντων καὶ Θρᾳκῶν καὶ Σκυθῶν, καὶ τὸ Ἴλιον ἑλεῖν μικρῷ στόλῳ παραβαλόντα καὶ πάντων ἄρξαντα τῶν ἐθνῶν τούτων καταστῆσαι βασιλέα αὑτόν· ὁπότε δὲ εἰς Ἄργος ἀφίκοιτο, τὴν Αὐγέου κόπρον μεταφέρειν ἢ τοὺς ὄφεις θηρᾶν ἢ τὰς ὄρνιθας διώκειν, ἵνα μὴ ἐνοχλῶσι τοὺς ἐν Στυμφάλῳ γεωργούς, ἢ ἄλλα τοιαῦτα ποιεῖν φαῦλα καὶ ταπεινὰ προσταττόμενον· τελευταῖον δὲ εἰς ᾅδου φασὶ πεμφθῆναι αὐτόν· οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην.2 τοὺς δὲ Ἀργείους καὶ Θηβαίους ἐπαινεῖν μὲν καὶ ἀγαπᾶν τὸν Ἡρακλέα, περιορᾶν δὲ ὑβριζόμενον.
然而关于赫拉克勒斯本人,我们听说他曾征服埃及和利比亚,进而征服了黑海周边的居民以及色雷斯人和斯基泰人,又率领一支小舰队渡海攻克了伊利翁,并在统治了这一切部族之后自立为王;可是每当他回到阿尔戈斯,却要遵从命令行事,去清扫奥革阿斯的牛棚粪便,或捕杀巨蟒,或驱赶飞鸟以免骚扰斯廷法洛斯的农夫,或是去做其他诸如此类卑微低贱的杂役;据说最后他甚至被差遣前往冥府。他的那位同胞公民对待他竟是如此“体贴”!而阿尔戈斯人和底比斯人虽然称赞赫拉克勒斯并爱戴他,却对他遭受凌辱坐视不管。
ἅ μοι δοκεῖ διανοηθεὶς Ὅμηρος, οὐ μόνον ποιητὴς ἀγαθὸς ὤν, ἀλλὰ καὶ τῷ τρόπῳ φιλόσοφος, τὸν ἅπαντα ἀποδημεῖν χρόνον, ὥστε μηδένα γνῶναι τὴν πατρίδα αὐτοῦ, καὶ μᾶλλον, ὡς ἔοικεν, αἱρεῖσθαι πέντε καὶ εἴκοσι δραχμὰς προσαιτῶν λαμβάνειν, καὶ ταῦτα ὡς μαινόμενος, ἢ οἴκοι διάγειν. τοιγαροῦν ἅπαντες ὕστερον ἠμφεσβήτησαν ὑπὲρ αὐτοῦ. καὶ τὸ μὲν ἐκείνου ὄνομα παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις γιγνώσκεται, τὴν δὲ Ἴον οὐδὲ ἀκηκόασιν οἱ πολλοὶ σχεδόν, εἴπερ ἦν Ἰήτης, καὶ τῆς Χίου οὐ πολύς ἐστι λόγος οὐδὲ Κολοφῶνος· καίτοι ποιητὴν οὐ χείρονα Ὁμήρου παρέχεται τὸν Ἀπόλλωνα. Πυθαγόρας δὲ ἐκ Σάμου μὲν ἔφυγεν ἑκὼν τυραννουμένης, παρὰ δὲ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, μάλιστα δὲ οἶμαι περὶ τὴν Ἰταλίαν ἐτιμᾶτο ὡς θεός.
荷马在我看来正是深思了这些事情,他不仅是一位优秀的诗人,而且在品性上也是一位哲学家,因此他毕生客居异邦,以至于无人知晓他的祖国所在;看来他宁愿四处乞讨获取二十五德拉克马,甚至宛如疯人一般行事,也不愿留在故土度日。因此,后世的所有人都为了争夺他而相持不下。他的大名在所有的希腊人与蛮族人中尽人皆知,而至于伊俄斯岛,即便他真是伊俄斯人,大多数人也几乎闻所未闻,关于希俄斯或科洛封人们也谈论不多——尽管科洛封拥有阿波罗这位丝毫不逊于荷马的诗人。至于毕达哥拉斯,在萨摩斯陷入僭主统治时,他便自愿出逃,而在其余所有人那里,尤其在我看来在意大利一带,他被如同神明一般尊奉。
τί οὖν; πάλαι τις ἤδη κάθηται λέγων, σὺ πρὸς Ὅμηρον καὶ Πυθαγόραν καὶ Ζήνωνα παραβάλλεις αὑτόν; Μὰ Δἴ οὐκ ἔγωγε, πλὴν ὅτι πᾶσι τοῖς φιλοσόφοις ἔδοξε χαλεπὸς ἐν τῇ πατρίδι ὁ βίος. ἐπεὶ τί οἴεσθε; οὐχὶ φιλεῖν τὰς πατρίδας; ἀλλὰ τὸν Ὅμηρον ὑπὲρ μὲν Ὀδυσσέως ὀδύρεσθαι καὶ φάσκειν αὐτὸν ἐθέλειν τὸν καπνὸν ἰδόντα τὸν ἐκ τῆς Ἰθάκης παραχρῆμα ἀποθανεῖν, αὐτὸν δὲ μὴ στέργειν τὴν αὑτοῦ πόλιν, ἀλλ’ οὐ τὸν οἰκεῖον ἔρωτα καὶ τὴν ἐπιθυμίαν ὁμολογεῖν,3 ἣν εἶχε τῆς πατρίδος, ἐπ’ ὀνόματι τοῦ Ὀδυσσέως;
那么又如何呢?想必早已有人坐着说道:“你这是要把自己同荷马、毕达哥拉斯和芝诺相比吗?”凭着宙斯起誓,我绝无此意,唯独除了这一点:在所有的哲学家看来,在祖国的生活都是艰难的。因为你们以为如何呢?难道是他们不爱自己的祖国吗?抑或是,荷马一方面替奥德修斯哀叹,说他只要能看见从伊萨卡升起的青烟便情愿立时死去,他自己却不珍爱本邦,而不是借着奥德修斯的名义,在吐露自己对祖国所怀有的切身爱恋与渴望吗?
- 47.1εἰ δ’ οὖν, ἀλλὰ νῦν
省略短语 εἰ δ’ οὖν 承接前文的假设(“纵然退一步讲/即便曾是如此”),起让步作用;随后呼应的 ἀλλά 表示“但至少现在”,将论点拉回到现实:如今对此类言辞感到生疏是理所当然的。
- 47.4οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην
依赖于 φασί 的带不定词结构。副词 ἐπιεικῶς(“体贴地”、“宽厚地”)用于反讽,辛辣地指涉欧律斯透斯强加给赫拉克勒斯的种种艰巨而卑贱的苦役。单数名词 τὸν πολίτην(“那位同胞公民”)特指同属一邦的欧律斯透斯。
- 47.6ἀλλ’ οὐ τὸν οἰκεῖον ἔρωτα καὶ τὴν ἐπιθυμίαν ὁμολογεῖν
承接前文疑问句(ἐπεὶ τί οἴεσθε;)的修辞性反诘结构,使用 οὐ 期待肯定的回答。句式构成为 ἀλλὰ μὴ στέργειν ... ἀλλ’ οὐ ... ὁμολογεῖν,形成鲜明对照:“难道是他不珍爱本邦(μὴ στέργειν),而不是借机吐露(ἀλλ’ οὐ ... ὁμολογεῖν)自己对祖国的爱恋与渴望吗?”
