← 金嘴狄翁

演说集

§46.11-46.14

谴责投石纵火与敦促选举粮食监管官

演说者谴责市民试图投石纵火的过激暴力超越了因困窘而激愤的界限,警告此类非法暴乱势必招致上级统治者(罗马当局)的问责,并劝诫众人通过合法的选举以解决粮市困局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.11

τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους (εἰ μὲν ἀδίκως ἢ δικαίως, ἐῶ) πολίταις δ’ οὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλ’ εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίνων ἐστὶν ἀνθρώπων;1 ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐδὲ τῶν οὐκ ἐχόντων τὰ ἀναγκαῖα. ἡ γὰρ ἔνδεια σωφροσύνην ποιεῖ. καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε.

因为对自己同胞的公民动怒——不论是非曲直,我且不论,但无论如何是同胞公民,而且是享有完全公民权且不逊于任何人的公民——既不给申辩的机会,也不听取解释,而是径直掷石相攻、焚烧宅第,以便一旦可能便将他们连同妻儿一并烧死,这究竟属于什么样的人的所作所为?依我之见,凭着宙斯与诸神起誓,即便你们听来逆耳,此类行径也绝不像出于贫困窘迫之人,亦不像出于缺衣少食之人。因为匮乏使人懂得克制;如果你们不认为这些话是为了你们的益处而说的,那你们就大错特错了。

§46.12

εἰ γὰρ τοιοῦτοι ἔσεσθε κἂν ὀργισθῆτέ τῳ (πολλὰ δὲ εἰκὸς ὡς ἐν πόλει συμβῆναι καὶ δίκαια καὶ ἄδικα) τηλικαύτην ἀξιώσετε τιμωρίαν λαμβάνειν, ὥστ’ εὐθὺς μετὰ τῶν παίδων κατακάειν καὶ τινας τῶν γυναικῶν, ἀνθρώπων ἐλευθέρων, ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας2 καὶ ἱκετευούσας ὑμᾶς ὥσπερ ἐν πολέμῳ· τίς οὕτως ἀνόητος καὶ ἀτυχὴς ἄνθρωπός ἐστιν, ὅστις ἐν τοιαύτῃ πόλει ζῆν αἱρήσεται μίαν ἡμέραν; πολὺ γὰρ κρεῖττον φυγάδα εἶναι καὶ παροικεῖν ἐπὶ ξένης ἢ τοιαῦτα πάσχειν. ἐπεὶ καὶ νῦν ἡ πρόφασις ἡ λεγομένη, δι’ ἣν ὑμᾶς ἀποτραπῆναί φασι τῆς οἰκίας τῆς ἐμῆς, ὑπιδομένους τοῦ στενωποῦ τὸ βάθος, ὁρᾶτε οἷόν ἐστιν.

如果你们今后也是这般做派,一旦对某人生怒——在城邦之中,发生正当或不正当的诸多事端乃是常态——便决意施加如此深重的惩罚,以至于立时将他们与孩子一同烧死,并强迫一些身为自由人的妇人以如在战乱中一般衣衫被撕裂、向你们哀求告饶的模样呈现在你们眼前,那么,究竟有谁会如此愚蠢不幸,竟愿在这样的城邦里多活哪怕一天?因为沦为流亡者寄居异国他乡,也远胜于遭受此类暴行。且看如今那流传的托辞——据说你们正因提防那狭窄巷道的幽深,才从我的宅第折返——究竟是怎样的情形!

§46.13

εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἢ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐδὲ ἐν τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς ἡ φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρις, δι’ ἣν ἀπετράπητε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν· οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν, ὅταν βούλησθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν.

如果真是这一点保全了我,那么今后在这座城邦之中,就该如同在军营里一样,去抢占险要地形和高处绝壁了。然而凭着诸神起誓,即便在军营中,人们也不会互相争抢比旁人更安全的扎营处,他们的警备乃是针对敌人的。不过,无论如何还是要感谢机运,是它使你们折返,不论你们是出于这般顾虑还是别的缘故;然而你们所提防的并非实情。因为我是断不会出手反抗你们的,在这方面,当你们想要焚毁宅第时,对你们而言完全是安然无虞的,而我只要带着妻子和幼子退避离开就心满意足了。

§46.14

καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ἢ ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας (λέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδε)3 ἀλλ̓ ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε ἄν. τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορᾶς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ τοὺς μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἄν βούλησθε, σωφρονούντων τε ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.

绝不要有人以为,我讲这些话是出于为自身的委屈而愤懑,而非为了你们而担忧,唯恐你们背上暴虐与非法的恶名。因为各城邦中所发生的一切,丝毫瞒不过统治者们的耳目——我指的是比这里的长官更为高级的统治者——正如在家中亲眷会向塾师告发那些不规矩的孩子一样,民众的过失也会这般被呈报给他们。因此,你们若做出此等行径,对自己而言既不体面亦无益处。相反,要求对市集予以照管,并通过投票选出有能力者以及尚未承担过市政公役的人,或者退一步说,选出你们所愿意的人,这才是明智之人的举止,对此绝不会有任何人向你们发难。

语法注3 条
  1. 46.11τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους ... μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλ’ εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας ... τίνων ἐστὶν ἀνθρώπων;

    由中性定冠词 τὸ 引出的一系列不定式短语(μὴ δοῦναι ... μηδὲ λαβεῖν ... ἀλλ’ ... λιθάζειν καὶ κατακαίειν)构成整个句子的主语。宾格分词 ὀργιζομένους 作为不定式的逻辑主语,指代一般的动作主体(市民或人们)。谓语 τίνων ἐστὶν ἀνθρώπων 是特质属格或所属属格(“究竟属于何种人的作为”)。

  2. 46.12ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας

    ὁρᾶσθαι 为现在时被动不定式。与格 ὑμῖν 可理解为与被动语态连用的施事与格(“被你们看见”),亦可视为关涉与格(“展现在你们眼前”)。περιερρηγμένας 是与 τινας(τινας τῶν γυναικῶν 中的宾格)一致的表语性宾格分词,意为“衣衫被撕破”。

  3. 46.14τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδε

    τῶν ἐνθάδε 是由冠词修饰副词形成的实质化属格短语,由比较级 μείζους 支配,作比较属格(“比此地的长官更高一级的统治者”)。此处的对比是指希腊城邦的本地市政官员与罗马帝国的行省总督或皇帝。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:46.11-46.14