- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:46.7-46.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄翁申辩自己既未强占土地亦未滥兴诉讼,且未曾囤积粮食或拒绝借贷,因而在当前的粮荒中毫无过失。他驳斥了因在温泉附近兴建房产而遭受的非难,告诫民众切勿对粮价上涨诉诸过度的暴乱。
πλὴν ἔμοιγε ἀπόχρη τὰ κατ’ ἐμαυτόν. καὶ σκοπεῖτε καὶ τὰ ἄλλα ὁποῖός εἰμι πολίτης ἐγώ, πρὸς ὅντινα βούλεσθε παραβάλλοντες τοσούτων οὕς οὐ κατακάετε. ἔστι μὲν γὰρ χωρία μοι καὶ πάντα ταῦτα ἐν τῇ ὑμετέρᾳ γῇ· τῶν δὲ ἐμοὶ γειτνιώντων οὐδὲν πώποτε οὐδεὶς οὔτε πλούσιος οὔτε πένης ʽπολλοὶ δὲ καὶ τῶν τοιούτων μοι γειτνιῶσιν’ ᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἤ ἐκβαλλόμενος,1 οὔτε δικαίως οὔτε ἀδίκως. εἰμὶ δὲ αὐτὸς οὔτε ὑπέρδεινος εἰπεῖν οὔτε ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν.
对我而言,我个人的事情就已足够了。请你们也将我与你们并不试图烧死的众多人中的任何一位作比较,审视一下在其他方面我是怎样的公民。我确实拥有地产,而且全部都在你们的土地上;然而与我毗邻的人,无论是富人还是穷人——而这般贫穷的邻人也大有人在——从未有任何人指控我夺走他的产业或是将他驱逐,无论是以正当的还是不正当的理由。我自己既非演说方面的绝顶高手,或许在说话上也绝非最末等之辈。
ἔστιν οὖν ὅντινα ἐν λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν ἀπραγμόνων ἢ κατασκευάσας ἐπήρειαν; ἢ περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης ἢ ἐν συνηγορίᾳ προύδωκα; καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν τιμήν; ἀλλ’ ἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθ’ ὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοιούτοις ἔτεσιν οὐδὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλ’ ἔστι μοι ἡ πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλ’ ἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν οὐδὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν. οἴδατε γὰρ ὑμεῖς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανειζομένους.
那么,可曾有谁被我用言辞所伤害,是我把诉讼强加给某位安分守己的平民,还是捏造了恶意中伤?抑或是借口某人的财产当归恺撒所有而使其产业面临倾覆,又或是在辩护中背叛了当事人?况且,对于当下的困局,没有谁比我更为清白无辜。难道是因为我种植的粮食比任何人都多,却把它闭藏起来以抬高粮价吗?但你们自己清楚我的田产的产出能力,我极少出售粮食,即便出售也仅是在收成过剩之时,而在这样的年头,我自己甚至连糊口之粮都不足,我的全部收益都来自于葡萄酒与牲畜。难道又说我虽放债,却不愿为购粮提供款项?关于这一点我同样无需多言;因为城中谁放债、谁借债,你们都是心知肚明的。
τί οὖν ἐστιν ὅ γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, ἤ διότι πρὸς ἐμὲ οὕτως ἔχετε; ὅτι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια· τοῦτο γάρ ἐστιν, ὅ φασιν ἔνιοι ἀδικεῖσθαι ὑπ’ ἐμοῦ τὴν πόλιν.2 καὶ τίνα πώποτε ἢ ὑμεῖς ἢ ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ οἰκίαν οἰκοδομοῦντα; ἢ παρὰ τοῦθ’ ὁ σῖτος πλείονός ἐστι; καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας.3 ἀλλ’ ἐγὼ αἰσχύνομαι νὴ τὸν Δία καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε ἡ πόλις, οὕτω μοχθηρός, ὥστε λυπεῖσθαι καὶ φθονεῖν, ἐάν τινα ἴδῃ στοὰν ἢ ἐργαστήριον ᾠκοδομηκότα.
那么,究竟有什么是我力所能及以解救你们于困局之中,而我却不肯去做的?抑或你们因何而对我抱有这般敌意?“全凭宙斯起誓,因为我在温泉旁建造了柱廊与工坊!”因为有人声称,城邦正是在这一点上遭到了我的侵害。然而,无论是你们还是其他任何人,几曾责难过在自己的田地上盖房舍的人?难道粮食是因为这个缘故才涨价的吗?况且我是以五万德拉克马买下那块地产的,这价格远高于其原本的价值。但凭着宙斯与诸神起誓,如果某个同胞公民——想必绝非城邦全体——竟卑劣至此,以至于看到有人盖起柱廊或工坊便心生痛苦与嫉妒,我真感到羞愧。
καὶ μὴν τό γε πρᾶγμα, ἐφ’ ᾧ παρωξύνθητε, δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐδὲ ὥστε τοιαῦτα ποιεῖν. ἡ γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παρ’ ἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλ’ εἰσὶ πόλεις, ἐν αἷς ἀεὶ τοσούτου ἐστίν, ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παρ’ ὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μηδὲ ἐξεστάναι· ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν, οἷα ἐπὶ τοιούτῳ πράγματι,4 ἀλλ’ εἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας ἀνῃρήκειμεν, οὐδὲν ἂν εἴχετε ποιῆσαι χαλεπώτερον.
然而,使你们激愤的这件事情本身,固然确实需要予以关注,但绝非无可救治,更不至于要做出此类暴行。因为粮食的价格固然高于我们这里的常态,但也绝未到令人绝望的地步。反而有些城邦,即便在境况最好的时候,粮价也常年处于这个水平。你们又在起哄了,仿佛我是在说,你们这里的粮价也理当如此,绝不应更低似的!而我所说的乃是:我们必须设法使粮价下降,但绝不应对所发生之事怀有如此怨恨,亦不可丧失理智;因为如今所发生之事,绝非对此类事态所应有的反应,即便我们残杀了你们的妻儿,你们也做不出比这更严酷的事来了。
- 46.7ᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἤ ἐκβαλλόμενος
分词 ἀφαιρούμενος 与 ἐκβαλλόμενος 在格上与主语 οὐδείς 一致而采用主格,而非与宾格 ἐμέ 一致。ὡς 搭配主格分词,用以表示控告者(邻人)自身所主张的申诉事由(“声称自己被剥夺了财产或被驱逐”)。
- 46.9ὅ φασιν ἔνιοι ἀδικεῖσθαι ὑπ’ ἐμοῦ τὴν πόλιν
关系代词 ὅ 指向前文的 τοῦτο,并在从句中引出对格加不定式结构(ἀδικεῖσθαι... τὴν πόλιν)。此处 ὅ 既可视为与从属于 φασιν 的不定式从句内容同格,亦可作内涵对格或关系对格使用(“关于此事,有些人声称城邦受到了我的侵害”)。
- 46.9πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας
此处叠用了多种格的句法功能:πέντε μυριάδων 为代价属格;同格修饰的 πλείονος τιμῆς 亦为代价属格;τῷ παντί 为表示程度差异的与格(“远远”),修饰比较级 πλείονος;而 τῆς ἀξίας 则是从属于 πλείονος 的比较属格(“高于其应有价值”)。
- 46.10ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν, οἷα ἐπὶ τοιούτῳ πράγματι
连词 ὡς 在此引出前述论断的根据(相当于 γάρ)。在相关词 τοιαῦτα... οἷα 的对应结构中,οἷα 之后省略了动词(如 γίγνεσθαι προσήκει 等),意为“并非是对此种事态所应发生的反应”。
