- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:46.1-46.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指责民众对自己无端的愤怒与暴力威胁,列举其祖辈对城邦的显赫贡献以及自己背负重债仍承担重赋的功绩,呼吁市民秉持理性与正义。
Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφ’ οἷς ποιεῖτε, ὦ ἄνδρες, τοιούτοις οὖσιν, ἀλλ’ ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ἢ ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν· εἰ δὲ ἀδικῶ, κατ̓ ἐμοῦ ὁ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ· καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν ἢ αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι.1
诸位,我对于你们的所作所为本身如此恶劣倒并非那么惊愕,而是因为我看不出你们对我发怒有任何缘由;这才是让我陷入困惑之事。因为人若怀着正当的愤怒尚可加以劝解,但不公正的仇恨又有谁能化解呢?我请求你们听我陈述,与其说是为了我自己,倒不如说是为了你们自己。因为如果我并未行不义,你们想必也不愿无端怨恨自己的一位同胞公民;但如果我确实行了不义,这番话便将是对我的控告,而非对我的辩护;这样一来,我向你们承受的惩罚,将比你们自己所要求的还要沉重。因为被证实是个恶人,在各方面都远比被乱石砸死或被烈火焚死更为可怕。
καὶ πρῶτον μὲν μάθετε ὅτι ἃ δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐδ’ ἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή2 τις ἀριθμεῖ τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν καὶ τὰ δίκαια ποιεῖν. περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν, εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθ’ ἕκαστον, ὅπου ἄν μνησθῆτε, ὡς οὐ φαῦλον πολίτην.
首先,请你们明白,在你们看来令人畏惧之物——飞石与烈火——对任何人来说都算不得可怕;你们凭着这些也绝非强大,反而是一切人中最软弱的,除非有人把强盗和疯子的力量也算作力量。然而城邦与民众的力量在于别处,首先便在于明理与行正义。关于我的父亲,我无需多言他是否是个善人;因为无论何时何地提及他,你们无论公私都在赞扬他,称他并非平庸的公民。
δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων· ἀλλ’ ὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν αὐτοκρατόρων.
然而你们应当知道,这些赞誉对他毫无益处;只有当你们接纳我们这些他的后代时,你们才算真正记念着他。至于我们的祖父,也没有任何人能说他曾辱没城邦,或是未曾从自己的资产中有所耗费。因为他将从父辈与祖辈继承来的全部家产,都为了公共荣誉而挥霍殆尽,以致一无所剩;之后他又凭借学识以及从皇帝们那里获得了另一份资产。
καὶ τοίνυν εἰς αὑτὸν οὐδεμίαν φαίνεται χάριν αἰτησάμενος ἐν τοιαύτῃ φιλίᾳ καὶ σπουδῇ, φυλάττων δὲ καὶ ταμιευόμενος τὴν τοῦ αὐτοκράτορος προθυμίαν εἰς ὑμᾶς. εἰ δέ τῳ δοκεῖ φλυαρία τὸ πολιτῶν ὑμετέρων ἀναμιμνήσκειν ὑμᾶς εὐνοίας καὶ ἀρετῆς, οὗτος οὐκ οἶδ’ ὅπως εὖ παθεῖν αὐτὸς ὑπό του βούλεται. ἐκ τοιούτων δὴ ὄντες ἡμεῖς, εἰ καὶ σφόδρα πονηροὶ ἦμεν,3 ἀλλά τοι δι’ ἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν, οὐχὶ λευσθῆναι ὑφ’ ὑμῶν οὐδὲ καταφλεχθῆναι.
不仅如此,显而易见的是,他在如此深厚的友谊与隆遇之下,从未为自己谋求过任何私利,而是始终为你们守护并妥善留存皇帝的善意。如果有人认为提醒你们留意同胞公民的善意与德行是一桩废话,那我便不知此人自己又指望如何蒙受他人的恩惠了。既然我们出身于这样的先人,纵使我们极其不堪,看在他们的分上也理当受到某种尊重,而不是遭受你们的乱石砸死或烈火焚烧。
σκοπεῖτε δὲ καὶ τοὐμόν, ὦ ἄνδρες, μὴ ἀγνωμόνως. ἡμῖν γὰρ ὁ πατὴρ οὐσίαν κατέλιπε τῇ μὲν δόξῃ μεγάλην, δυνάμει δὲ μικρὰν καὶ πολλῷ ἐλάττω ἑτέρων· οὐ μεῖον γὰρ ἤ τετταράκοντα μυριάδες ἦσαν χρεῶν καὶ πράγματα τοιαῦτα ἔξωθεν, ὥστε πολὺ τῶν χρεῶν εἶναι ταῦτα χαλεπώτερα. οὐδὲ γὰρ ἀσφάλεια, ὡς εἰπεῖν, οὐδενὸς ἡμῖν τῶν ὄντων ὑπῆρχεν, ἀλλὰ τῇ αὑτοῦ δυνάμει πιστεύων ἐκεῖνος ἅπαντα ἐκέκτητο, ὡς οὐδενὸς ἀμφισβητήσοντος.
诸位,也请不要不通情理地审视我个人的处境。父亲留给我们的家产,在名声上固然庞大,但实际力量上却微薄,且远逊于他人;因为债务不少于四十万德拉克马,此外还有来自外部的种种纷扰,其艰难程度远甚于债务本身。因为可以说,我们名下的任何产业都没有保障,父亲完全是凭仗自身的威望拥有这一切,仿佛绝无人会提出异议。
ἐν δὲ τοῖς τοιούτοις ἀπολειφθεὶς οὐδέπω μὲν καὶ νῦν τὸ ἐπιβάλλον αὑτῷ μέρος4 τῶν χρεῶν διαλέλυμαι, λελειτούργηκα δὲ ὑμῖν τὰς μεγίστας λειτουργίας καὶ οὐδεὶς ἐμοῦ πλείους τῶν ἐν τῇ πόλει. πλουσιωτέρους δὲ ἐμοῦ πολλοὺς ὄντας ἐπίστασθε καὶ αὐτοί. τί οὖν ἐστιν ἐφ’ ὅτῳ ἐμοὶ ὀργίζεσθε καὶ ἄτιμον ἐξ ἁπάντων ἐμὲ καὶ τὸν δεῖνα προβέβλησθε καὶ λίθους καὶ πῦρ ἐφ’ ἡμᾶς φέρετε; καὶ μηδεὶς ὑπὲρ ἐκείνου με φῇ λέγειν. ἴσως μὲν γὰρ ἐπ’ οὐδένα οὐδὲ τῶν ἀδικούντων οὕτως ἔδει παροξύνεσθαι·
落入如此境地的我,即便到如今也尚未清偿自己所分担的那部分债务,却已为你们承担了最重大的公共捐输,在城中无人比我承担得更多。你们自己也清楚,比我富有的人大有人在。那么,你们究竟因何而对我发怒,并在众人之中偏偏将我和某某人挑出来予以侮辱,并以飞石与烈火相向呢?请不要有人说我是替他说话;因为或许即便面对行不义之人,本也不该如此激愤;
- 46.1τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι
本句主语为带冠词不定式短语 τὸ ἐξελεγχθῆναι πονηρὸν ὄντα(被证实是恶人),其中分词 πονηρὸν ὄντα 为谓语宾格,与不定式隐含的主语一致。τῷ παντί 是表示程度差异的与格(完全、远远地),修饰比较级 δεινότερον。τοῦ λευσθῆναι ἢ καταφλεγῆναι 则作为比较属格受 δεινότερον 支配。
- 46.2ἐκτὸς εἰ μή
介词/副词 ἐκτός(除……之外)与条件从属连词 εἰ μή(若非、除非)重叠构成的赘词性习惯表达,表示强烈的排除或限定条件('除非'、'除非是在……情况下')。
- 46.4εἰ καὶ σφόδρα πονηροὶ ἦμεν, ἀλλά τοι δι’ ἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν
由直陈式未完成过去时构成的非真实条件句(反事实条件句)。前件用 εἰ καί 引出让步性的反事实假定('即便我们极其邪恶')。后件中的连词短语 ἀλλά τοι('那么至少必定')与让步相呼应,强化正当的推论。后件动词 ἦμεν 未加 ἄν,这是因为表示适宜、义务或价值的形容词(此处为 ἄξιοι)构成的非人称或系表结构在反事实句中通常省去 ἄν。
- 46.6τὸ ἐπιβάλλον αὑτῷ μέρος
ἐπιβάλλω 的中性宾格现在分词,为法律与财产继承中的专门用语,意为'摊派到的'、'应分得/承担的'。与格代词 αὑτῷ 是第三人称反身代词,在此代替第一人称反身代词(ἐμαυτῷ)指代主语(说话者自己),即'分摊到自己身上的那部分(债务)'。
