← 金嘴狄翁

演说集

§45.10-45.16

对财产损失的克制与城市美化设想的辩白

演说者叙述了自己在议员选举及归国后个人财产遭侵夺时表现出的克制,随后为自己美化与扩建(联合建邦)城邦的愿景辩护,并回顾了总督的主动介入以及当时全邦民众的一致支持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.10

τί οὖν; ἐπὶ δύο ἡμέρας ἢ τρεῖς γιγνομένης τῆς χειροτονίας ἐξῆλθον οὐδ’ ἔμελλον παρατυχὼν τοῖς γεγονόσιν οὐδένα ἔχειν χρεώστην οὐδὲ συνωμότην οὐδὲ ἐμοὶ χάριν ὀφείλοντα τοῦ πράγματος. ὑμῖν γάρ, οὐκ ἐμαυτῷ, τοὺς βουλευτὰς ᾐτησάμην. καὶ τοίνυν διοικήσεως νῦν πρῶτον ἀχθείσης πολλὰ ὑπὸ πολλῶν ἠδικημένος, ὥσπερ εἰκός ἐστι τὸν ἐλθόντα μετὰ τοσαῦτα ἔτη φυγῆς, καὶ πρὸς ἐνίους οὐδὲ δικῶν μοι δέον,1 ἀλλὰ μᾶλλον εἰπεῖν καὶ μνησθῆναι περὶ τῶν κατεχομένων, πρὸς οὐδένα οὔτ’ ἐμνήσθην οὔτε λόγον ἐποιησάμην οὐδένα, τοσούτων μὲν εἰς ἐλευθερίαν ἀφεστηκότων οἰκετῶν, τοσούτων δὲ χρήματα ἀπεστερηκότων, τοσούτων δὲ χωρία κατεχόντων, ἅτε μηδενὸς ὄντος τοῦ κωλύσοντος.

那么我是怎么做的呢?在投票进行了两到三天的整个期间,我离开了,并不打算通过在场参与所发生的事,从而使任何人成为我的债务人、党羽,或是因这桩事而对我心存感激。因为我是为了你们,而不是为了我自己,才请求增设这些议员的。此外,当如今司法审判首次开庭时,尽管我遭受了许多人施加的诸多不公——正如一个人流亡多年归来后理所当然会遇到的那样——并且对某些人我甚至不需要提起诉讼,而只需开口提醒他们归还所侵占的财产即可,但我却对任何人都未曾提起,也未置一词,尽管有那么多的家奴逃亡并自称自由人,有那么多人侵吞了钱财,有那么多人强占了地产,因为当时根本无人阻止他们。

§45.11

οὐ γὰρ δὴ τῷ μὲν Ὀδυσσεῖ πατέρα οἴκοι καταλιπόντι καὶ γυναῖκα ἀγαθὴν καὶ φίλους συνέβη καταφρονηθῆναι διὰ τὴν ἀποδημίαν οὕτως ὥςτε τὴν οἰκίαν αὐτοῦ καταλαβόντας ἐνίους ἑστιᾶσθαι καὶ πίνειν καθ’ ἑκάστην τὴν ἡμέραν τὸν οἶνον ἀντλοῦντας καὶ τὰ βοσκήματα ἀποκτιννύντας, καὶ μηδὲ τῆς γυναικὸς ἀπέχεσθαι τελευτῶντας, ἀλλ’ ἄκουσαν βιάζεσθαι γῆμαι καὶ καταλιπεῖν τὸν ἄνδρα καὶ τὴν οἰκίαν, ἐμὲ δὲ οὐκ ἦν εἰκὸς2 ὑπὸ πολλῶν πολλὰ τοιαῦτα πεπονθέναι, πάντων ἀπεγνωκότων με καὶ μηδενὸς ἔτι σωθήσεσθαι προσδοκῶντος.

因为绝不可能是这样的情况:奥德修斯在家中留下了父亲、贤妻和朋友,尚且因远离家乡而遭到轻视,以致某些人强占了他的宅邸,天天宴饮,消耗他的美酒,屠宰他的牲畜,最后甚至不放过他的妻子,逼迫她违背心愿改嫁并抛弃丈夫和家室;而在所有人均已对我绝望、再无人指望我能生还的情况下,我却不应当在许多人手中遭受诸多此类对待。

§45.12

ἀλλὰ περὶ ταῦτα μὲν ἴσως οὐχ ὅμοιος ἑτέροις γέγονα, λέγω δὲ οὐ τῶν ἰδιωτῶν μόνον, ἀλλὰ πολλῶν καὶ φιλοσόφων καλουμένων σωφρονέστερος· ἐλύπησα δὲ ἐν τοῖς ἔργοις τὴν πόλιν. περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε· δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ.

然而在这些事情上,我或许表现得不同于他人——我的意思是,我不仅比普通市民,甚至比许多被称为哲学家的人都要更加克制;但是,据说我在公共工程上使城邦蒙受了痛苦。关于这些工程是如何发生的,你们已经听过许多次;但现在或许仍有必要再重温一番。因为,诸位,我承认我确实渴望修饰并整建这座城邦,不仅是用柱廊和供水设施,而且如果可能的话,还想用城墙、港口和船坞来装备它。

§45.13

καὶ τοῦτον τὸν ἔρωτα οὕτως, εἴτε παιδικὸν φήσει τις εἴτε ἀνόητον, οὐκ ἔξαρνός εἰμι τὸ καὶ συνοικίζειν ἐθέλειν3 τὴν πόλιν καὶ πλῆθος ἀνθρώπων εἰς αὐτὴν ὅσον δύναμαι συναγαγεῖν, καὶ οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλ̓, εἰ δυνατὸν ἦν, καὶ ἑτέρας πόλεις συνελθεῖν ἀναγκάσαντα, ὥσπερ Ἐπαμεινώνδας ποτὲ τὴν Βοιωτίαν εἰς τὰς Θήβας συνῴκισε καὶ Θησεὺς τὴν Ἀττικὴν εἰς τὰς Ἀθήνας, καὶ Μυτιληναῖοί ποτε λέγονται τῆς Αἰολίδος κατασχόντες καὶ τῶν περὶ τὸν Ἑλλήσποντον καὶ Τρῳάδα τόπων τὴν Λέσβον ἅπασαν εἰς μίαν τὴν αὑτῶν συναγαγεῖν πόλιν.

对于这种渴望,无论有人称之为幼稚还是愚妄,我都并不否认:我确实曾希望为城邦实现联合建邦,并尽可能将大批人口聚拢到城中,不仅包括本乡居民,而且如果可能的话,甚至强令其他城邦联合进来,正如当年伊巴密浓达将波奥提亚合并入底比斯,忒修斯将阿提卡合并入雅典,又如据说米提利尼人当年控制了埃奥利斯以及赫勒斯滂和特洛阿斯周边地区后,将整个莱斯博斯岛聚拢为他们的单一城邦那样。

§45.14

οὐ μὴν ἀλλ’ ἐπιστάμενός γε τὰς διανοίας τῶν ἐνθάδε ἀνθρώπων ἐνίων καὶ τὴν ἐμαυτοῦ δύναμιν καὶ τὰς ἀσχολίας καὶ τὸν χρόνον τῆς ἐπιδημίας, ὅτι μοι βραχύς ἐστι παντελῶς, οὔτε ἡπτόμην οὐδενὸς μείζονος οὔτε ἤλπιζον, μόνον δὲ τὴν διάνοιαν οὐκ ἐδυνάμην τὴν ἐμαυτοῦ κατέχειν, ἀλλ̓ ὥσπερ οἱ ἐρῶντες ἀεί ποτε περὶ τῶν τοιούτων διεξίασιν οἵων καὶ ἐπιθυμοῦσι, κἀγὼ πολλάκις ἐμεμνήμην ὧν καὶ ἐνόμιζον συμφέρειν γενέσθαι τῇ πόλει κατασκευῆς ἕνεκα καὶ συνοικισμοῦ καὶ προσόδων καὶ μυρίων ἄλλων.

然而,由于我深知此地某些人的心思,深知我自身的能力、我的其他事务以及我留驻的时间——它完全是极其短暂的——因此我既未着手进行任何更大的事业,也未抱有此类指望;我只是无法抑制自己的心思,恰如坠入爱河者总是不断谈论他们所渴望的事物一样,我也屡次提及为了城邦的建设、聚居、税收以及无数其他事务我认为应当实现的有益之举。

§45.15

ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτελεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται, φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται πρότερον ἢ τὴν πόλιν ἰδεῖν, οἵαν αὐτὴν βουλομένων θεῶν οὐκ ἀδύνατον γενέσθαι. τότε δ’ οὖν τοῦ ἡγεμόνος δεξαμένου τὸ πρᾶγμα, τυχὸν μὲν δι’ ὑμᾶς, ἴσως δὲ καὶ δι’ ἐμέ, καὶ συναγαγόντος ἐκκλησίαν οὐ προειδότος ἐμοῦ καὶ περὶ τούτων ἀναγιγνώσκοντος, οὐκ ἐδυνήθην τὴν ἡσυχίαν ἄγειν, ἀλλ’ ἀνέστην καὶ συνεβούλευσα καὶ ἐνεδειξάμην τοῖς ἀγνοοῦσι τὸ πρᾶγμα.

如果将来某天真有时机得以完成这些,且某位神明促成了此事,届时你们便会看到某些人过度的敌意以及对我——更不用说对你们——的仇恨,以至于他们不再含糊其辞或温和地说话与谩骂,而是公开地、正面地攻击;如果他们无法阻止,他们宁可上吊自尽,也不愿亲眼看到城邦在神明的护佑下并非不可能变成的那副模样。但在当时,总督接受了这项计划(或许是看在你们的分上,但也可能是由于我),并在我事先不知情的情况下召集了公民大会并宣读了有关这些事项的文件,当时我无法保持沉默,而是站起身来建言献策,并向不明就里的人阐明了原委。

§45.16

καὶ μετὰ ταῦτα οὐχ ὁ μὲν δῆμος ὑμεῖς ἐπεθυμήσατε τῶν ἔργων, τῶν δὲ ἐν τέλει τις ἀντεῖπεν, οὐδὲ ἀντεῖπε μὲν οὐδείς, οὐ μὴν προθυμούμενος εὑρέθη καὶ συμπράττων, ἀλλὰ πάντες ὡς ἐπ’ ἀγαθοῖς οὖσι καὶ συμφέρουσιν οὐ λόγῳ μόνον συμπράττοντες καὶ συνεισφέροντες· καὶ τὸ πρᾶγμα ὡς καλὸν καὶ μεγαλοπρεπὲς καὶ τῇ πόλει συμφέρον,4

自那之后,事情既非你们民众渴望这项工程而某些官员出面反对,亦非虽无人反对却也无人热心配合;相反,所有人都视其为美好而有益之事,不仅在口头上、更是实际协力并共同出资支持;并且视这桩事业为崇高、宏伟且对城邦大有裨益之事,

语法注4 条
  1. 45.10καὶ πρὸς ἐνίους οὐδὲ δικῶν μοι δέον

    δέον 是源自无人称动词 δεῖ 的宾格绝对分词(accusative absolute),表示让步性的伴随情况:“尽管对我而言甚至无需诉讼”。这是无人称动词分词单独构成绝对分词结构的典型用法。

  2. 45.11οὐ γὰρ δὴ τῷ μὲν Ὀδυσσεῖ ... ἐμὲ δὲ οὐκ ἦν εἰκὸς

    句首的 οὐ γὰρ δή 统摄 τῷ μὲν Ὀδυσσεῖ ... συνέβη 与 ἐμὲ δὲ οὐκ ἦν εἰκός ... πεπονθέναι 构成的对照结构,形成强烈的反诘和举轻明重(a fortiori)的论证:“绝不可能是奥德修斯遭受了如此灾难,而我遭受诸多此类对待却是不合常理的”。

  3. 45.13οὐκ ἔξαρνός εἰμι τὸ καὶ συνοικίζειν ἐθέλειν

    形容词短语 οὐκ ἔξαρνός εἰμι(“我不否认”)带定冠词不定式 τὸ ... ἐθέλειν 作为直接宾语,构成表示双重否定的肯定委婉表达:“我并不否认我曾希望……”。

  4. 45.16ἀλλὰ πάντες ὡς ἐπ’ ἀγαθοῖς οὖσι καὶ συμφέρουσιν οὐ λόγῳ μόνον συμπράττοντες καὶ συνεισφέροντες· καὶ τὸ πρᾶγμα ὡς καλὸν καὶ μεγαλοπρεπὲς καὶ τῇ πόλει συμφέρον,

    句末呈现破格构式(anacoluthon):在 ἀλλὰ πάντες 之后未接限定动词,而是直接使用主格分词 συμπράττοντες καὶ συνεισφέροντες,继而以连词 καί 引出宾格短语 τὸ πρᾶγμα... 并在此悬搁,延伸至下一段落。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:45.10-45.16