← 金嘴狄翁

演说集

§45.5-45.9

驳斥市民嫉妒与议员选拔中的克制

演说者痛斥同胞市民因嫉妒而对城邦所得恩赐冷嘲热讽并自我贬低,同时为自己在百余名议员选拔中的操守辩护,强调自己未曾像他人那样结党营私,而是为城邦安定而克制沉默。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.5

καίτοι σμικρῶν γενομένων καὶ οὐδενὸς ἀξίων, τὸν ἄνδρα τὸν γενναῖον καὶ μὴ φθόνου καὶ βασκανίας ἥττονα τότε ἐχρῆν λέγειν ὅτι μαίνεσθε καὶ παρανοεῖτε τοιούτων ἐξεχόμενοι σφόδρα οὕτως καὶ θεραπεύοντες ἀνθρώπους οὕτω ταπεινοὺς ἐπὶ πράγμασιν οὔτε ἀναγκαίοις οὔτε μεγάλοις, καὶ ταῦτα ἀδήλοις ἔτι καὶ μηδὲν ἔχοντες βέβαιον. ἀλλ’ οἶμαι χαλεπὸν μὲν ἦν αὐτοῖς καὶ ὁπωσοῦν γενόμενόν τι τούτων. οὐ μὴν ὁμοίως ἐλύπει τὸ τὸν δεῖνα καὶ τὸν δεῖνα εἶναι τὸν ποιήσαντα καὶ παρασχόντα, μὴ τῶν ἡμετέρων τινὰ πολιτῶν. ἔτι δὲ ἐλπὶς ὑπῄει καὶ ἔθελγεν αὐτοὺς ὡς οὐδέποτε ἂν γενομένων.1

然而,即便所获得的事物微不足道、毫无价值,一个品格高尚且不为嫉妒和中伤所压倒的人,当时也应当直言:“你们真是疯了,神智昏乱,竟如此执迷于此类事物,为了既非必需亦非重大的事情去奉承如此卑贱之人,况且这些事情尚未明朗,你们手里根本没有任何确凿的保证。”但我料想,对他们而言,这些事情无论以何种方式实现,都是一件痛苦的事。然而,成事并赐予恩惠的是某某人而非我们自己的某位同胞市民,这并没有同样地使他们感到痛苦。更有甚者,一种希望暗中潜入并抚慰着他们,以为这些事情绝不可能实现。

§45.6

καίτοι καὶ τοῦτο ἀκήκοα πολλῶν ἐγὼ λεγόντων ὡς πρότερον ἀντιγράψαντος περὶ τῆς διοικήσεως τῶν ἡγεμόνων τινὸς καὶ τοῦ πράγματος ἀποτευχθέντος πολλοὶ κατεγέλων τῆς πόλεως, οὐ τῶν ἀστυγειτόνων ʽἧττον γὰρ ἂν ἦν τὸ δεινόν’ ἀλλὰ τῶν πολιτῶν, ὡς μειζόνων ἢ καθ’ αὑτὴν ἐφιεμένης καὶ διαφερούσης οὐδὲν κατὰ τὴν ἀφροσύνην τῶν παίδων τῶν βασιλέων. καὶ ταῦτα λέγοντες οὐκ ᾐσχύνοντο διασύροντες τὴν αὑτῶν πατρίδα καὶ καθαιροῦντες ἐν τοῖς λόγοις αὑτοὺς ἀνοήτως. εἴτε γάρ εἰσι τῶν πρωτευόντων ἐν αὐτῇ ἢ τιμωμένων, αὑτοὺς καθαιροῦσιν ἀσθενοῦς καὶ ἀδόξου πόλεως προεστηκότες· εἴτε τῶν ἀπερριμμένων εἰσὶ καὶ τῶν ὑστάτων, ἔτι μείζω καὶ χαλεπωτέραν ποιοῦσι τὴν ἀτιμίαν αὑτοῖς, εἰ τῆς ἐσχάτης πόλεως ἔσχατοι τυγχάνουσιν ὄντες.

不过我也听许多人讲过这样一件事:从前某位总督曾就政务上书反对,导致事情功败垂成,当时许多人嘲弄这座城邦——嘲弄者并非邻邦的居民(若是那样,事情还不算太恶劣),而恰恰是本邦的同胞市民——说本邦妄求超出自身分量之物,其愚妄与君王幼子的愚顽毫无二致。他们说出这等话来,诋毁自己的祖国,并在言语中愚蠢地贬低自身,却毫无羞耻之心。因为他们若是城邦中位居首席或尊贵之人,身为一个软弱无名之城的领袖,他们就是在贬低自己;他们若是被遗弃和处于社会最底层之人,如果沦为最下等城邦的最下等之人,他们便使自己的耻辱变得更加巨大而难以承受。

§45.7

ἵνα δὲ μὴ διὰ τοὺς ἐμπίπτοντας λόγους τοῦ προτεθέντος ἐκκρουσθῶ, τούτων ὅπως δήποτε ληφθέντων καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε εἴ τῳ βαρὺς γέγονα τῶν πολιτῶν ἢ κατ’ ἰδίαν ὑπὲρ ἐμαυτοῦ λέγων ἢ κοινῇ προφέρων καὶ ὀνειδίζων χάριτας ἢ προαγαγών τινας ὧν ἐβουλόμην· ἢ τοὐναντίον οὐκ ἔλαττον ἑκατὸν βουλευτῶν καταλεγέντων ἕτεροι μὲν εἰσήγαγον φίλους αὑτῶν καὶ παρεσκεύασαν ὅπως ἕξουσι τοὺς συναγωνιζομένους καὶ βοηθοῦντας οἷς ἄν ποτε ἐθέλωσιν· ἐγὼ δὲ οὔτ’ ἐποίησα τοιοῦτον οὐδὲν οὔτε διελέχθην τοιοῦτον, ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων, εἰ ἐβουλόμην, ἢ ἄλλῳ τινί.2

然而,为了不因偶然插入的议论而偏离预定的主题,不论这些特权是如何取得并带到此处的,请各位省察,我是否曾成为任何市民的重负,不论是私下为自己辩说,还是公然夸耀恩德并以此谴责你们,亦或是提拔了我所钟意的任何人。相反,在登记选拔不少于一百名议员之际,其他人纷纷引荐自己的朋友,费尽心机确保在任何企图上都有同盟者和支持者;而我既未做任何此类事情,也未进行过此类交涉,尽管只要我愿意,他们会比依附任何其他人更乐于依附于我。

§45.8

μάλιστα μὲν γὰρ ἠξίουν μηδὲ ἕτερον μηδένα τοιοῦτον ἔθος εἰσάγειν μηδὲ καθ’ ἑταιρείας πολιτεύεσθαι μηδ’ εἰς μέρη διασπᾶν τὴν πόλιν· εἰ δ’ οὖν, αὐτὸς ἀπέχεσθαι τῶν τοιούτων ἁμαρτημάτων, εἰ καὶ πάντων ἔλαττον ἰσχύειν ἔμελλον καὶ μηδενὸς ἀξιοῦσθαι λόγου. τί οὖν ἥμαρτον ἐν τούτοις καὶ τί παρελείφθη μοι; δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν3 ὅτι μήτε αὐτὸς μηδὲν ἔπραττον ἄδικον καὶ παράνομον μήτε τοὺς ἄλλους ἐκώλυον, ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι4 καὶ καταστάντα μηνῦσαι τὸ γιγνόμενον καίπερ εἰδόσιν ὑμῖν καὶ τοῖς ἡγεμόσιν. εἰ δὲ μήτε ὑμεῖς προσείχετε μήτε τῶν ἡγεμόνων τὸ πρᾶγμα ἥπτετο, οὐ χαλεπὸν ἦν ἐπιστεῖλαι τῷ αὐτοκράτορι.

因为我首要认定的准则是:绝不应有任何人引入这种恶习,绝不应结党营私,也不应把城邦撕裂成派系;退一步说,即便他人如此,我自己也当远离此类过恶,即便我注定成为所有人中最无权势、最微不足道之人。那么,我在这些事上究竟犯了什么过错,又有何遗漏呢?我很应当向你们坦陈:我自身虽未做任何不义和违法之事,却也未曾阻拦其他人,尽管只需一句话我便可加以制止,并站出来揭发正在发生的事,即便你们和总督们其实早已知晓。如果你们既不上心,此事也未能触动总督们,那么向皇帝呈递书信本非难事。

§45.9

τοῦτο οὖν ἦν τὸ ποιῆσαν ἐμὲ τὴν ἡσυχίαν ἄγειν, ἵνα μὴ δοκῶ κατηγορεῖν τινων μηδὲ διαβάλλειν τὴν πόλιν μηδ᾽ ὅλως λυπηρότερος ὦ τῶν ἐνθάδε μηδενί. τὸ μὲν δὴ τῆς βουλῆς οὕτω διῳκήθη τά γ’ ἄλλα ὀρθῶς ʽοὔτε γὰρ φαύλους οὔτε ἀναξίους ἄνδρας ἐχειροτονήσατἐ πλὴν ὅτι πάντες τῆς ἴσης τυχόντες τιμῆς, καίτοι δικαίως τυγχάνοντες καὶ δι’ αὑτούς, ὅμως καθάπερ οἱ μυούμενοι μυσταγωγῶν ἐδεήθησαν. ἐγὼ δὲ οὐδὲ ψῆφον ἠξίωσα διενεγκεῖν ὑπὲρ οὐδενὸς μόνος, μὴ ῥοπήν τινα δοκῇ τὸ τοιοῦτον παρέχειν καὶ μαρτυρίαν καὶ τῶν ἄλλων τινὲς ὀκνήσωσιν ἐμοὶ τἀναντία γράφειν καὶ ἀποφαίνεσθαι.

因此,使我保持沉默的缘由正是为了避免显得像是在指控某些人,或是诋毁城邦,乃至完全不使此处的任何人感到不快。议事会的事情固然是如此处置的,但在其他方面大体尚称得当(因为你们并未投票选出卑劣或不称职之人),唯独所有人虽然获得了平等的荣誉——而且是理所应当地凭自身资格获得——却仍旧像秘仪入教者需要引路人那样需要引荐者。然而,我甚至不认为应当独自为任何人投下一票,以免此举显得具有某种举足轻重的分量和背书,以致其他某些人不敢写下或发表与我相反的意见。

语法注4 条
  1. 45.5ὡς οὐδέποτε ἂν γενομένων

    连词 ὡς 后接独立属格结构(οὐδέποτε ἂν γενομένων),用以表达主语主观上的揣测或期待。分词 γενομένων 与表示潜能或非现实虚拟的助词 ἄν 连用,构成虚拟推测含义,意为“料想这些事情绝不可能实现”。

  2. 45.7ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων, εἰ ἐβουλόμην, ἢ ἄλλῳ τινί

    该结构由表示主观理由的 ὡς、独立属格分词结构(προσθεμένων,省略了逻辑主语)以及条件从句(εἰ ἐβουλόμην)组合而成。与分词连用的 ἄν 呼应过去未完成式直陈语气的条件从句,表达过去非现实虚拟:“因为只要我愿意,他们本会比依附任何其他人更乐于依附于我”。

  3. 45.8δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν

    人称句构式(δίκαιός εἰμι + 不定词)。希腊语中通常倾向于使用人称构式将逻辑主语置于主格并与形容词一致,而非采用非人称表达 δίκαιόν ἐστιν ἐμὲ ὁμολογεῖν(“我向你们坦白是理所应当的”)。

  4. 45.8ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι

    非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的独立宾格结构(accusative absolute)。在此处带有让步意味(“尽管本可以一句话加以制止”),并在句法上支配随后的分词 καταστάντα 和不定词 μηνῦσαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:45.5-45.9