← 金嘴狄翁

演说集

§45.1-45.4

流放归来与借助皇恩造福城邦

演说者向同胞陈述其返乡的交代,回顾了流放时期的坚忍,痛惜因病痛失涅尔瓦统治时期的良机,并强调自己将现任皇帝的恩泽完全用于城邦的利益而非谋求私利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.1

Ἄνδρες πολῖται, βούλομαι ὑμῖν ἀποδοῦναι λόγον τῆς ἐπιδημίας ταύτης, ἐπειδὴ καὶ βραχὺν οἴομαι τὸν λοιπὸν ἔσεσθαί μοι χρόνον. τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας ἡττηθείς, μὴ χρημάτων ἀπορίας, μὴ σώματος ἀσθενείας, πρὸς δὲ τούτοις ἅπασιν ἐχθρὸν ἀνεχόμενος οὐ τὸν δεῖνα οὐδὲ τὸν δεῖνα τῶν ἴσων τινὰ καὶ τῶν ὁμοίων ἐνίοτε φθεγγομένων, ἀλλὰ τὸν ἰσχυρότατον καὶ βαρύτατον καὶ δεσπότην ὀνομαζόμενον καὶ θεὸν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις, τὸ δὲ ἀληθὲς ὄντα δαίμονα πονηρόν, καὶ ταῦτα οὐ θωπεύων αὐτὸν οὐδὲ τὴν ἔχθραν παραιτούμενος, ἀλλὰ ἐρεθίζων ἄντικρυς καὶ τὰ προσόντα κακὰ μὰ Δἴ οὐ μέλλων νῦν ἐρεῖν ἢ γράψειν, ἀλλὰ εἰρηκὼς ἤδη καὶ γεγραφώς, καὶ τούτων πανταχῇ τῶν λόγων καὶ τῶν γραμμάτων ὄντων, οὐχ ὑπὸ μανίας καὶ ἀπονοίας ταῦτα πράττειν ἐπαιρόμενος, ἀλλὰ κρείττονι πεποιθὼς δυνάμει καὶ βοηθείᾳ τῇ παρὰ τῶν θεῶν, ἧς καταφρονοῦσιν οἱ πολλοὶ καὶ ἀνωφελῆ νομίζουσιν. τὸ δὲ περὶ τούτων καθ’ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν.1 παρ’ ἄλλοις γὰρ μᾶλλον γιγνώσκεται ταῦτα καὶ τυγχάνει δόξης καὶ τιμῆς τῆς προσηκούσης. παρ’ ὑμῖν δὲ ἂν διεξίω τὸν τῆς φυγῆς χρόνον, οὐκ ὀδύρεσθαί με φήσει τις, πολὺ δὲ μᾶλλον ἀλαζονεύεσθαι. τελευτήσαντος δὲ ἐκείνου καὶ τῆς μεταβολῆς γενομένης ἀνῄειν μὲν πρὸς τὸν βέλτιστον Νέρβαν. ὑπὸ δὲ νόσου χαλεπῆς κατασχεθεὶς ὅλον ἐκεῖνον ἐζημιώθην τὸν καιρόν, ἀφαιρεθεὶς αὐτοκράτορος φιλανθρώπου κἀμὲ ἀγαπῶντος καὶ πάλαι φίλου. καὶ ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, οὐκ ἐφ’ οἷς ἂν εἰς ἐμαυτὸν ἢ τῶν ἐμῶν τινα ἔλαβον, οὐκ ἐπὶ τούτοις ἄχθομαι διαμαρτών, ἀλλ’ ἐφ’ οἷς ὑμῖν καὶ δημοσίᾳ τῇ πόλει παρασχεῖν ἐδυνάμην, ταύτην ἐγὼ μεγάλην ἀριθμῶ βλάβην καὶ ζημίαν.

各位同胞,我希望就此次返乡向你们作出交代,因为我认为自己所剩的时间已经不多了。至于我是如何忍受流放的——既未屈服于无友的孤立,也未屈服于钱财的匮乏,亦未屈服于身体的羸弱,而且在这一切之上,所承受的仇敌并非同僚和平等者中偶尔发声的某某人,而是在所有希腊人与蛮族人中被称作主人和神明的最强暴、最沉重的统治者,但他实际上却是一个邪恶的恶魔;加之我既未奉承他,也未祈求免除其敌意,而是公然激怒他,指斥其固有的恶行,指天发誓,这绝非我现在打算去说或写的,而是早经言说并已写定,且这些言论与文字已传遍四方;驱使我做出这些事情的,并非癫狂与盲目,而是信赖更强大的力量以及来自神明的佑护,尽管多数人蔑视这种佑护并认为它毫无用处——对于这些事情逐一细说,我认为是多余的。因为在异邦人那里,这些更为人所熟知,并获得了应有的名声与荣耀;然而在你们面前,若我详细叙述流放的岁月,就会有人说我不是在诉苦,而更像是在吹嘘。在那人死去、时局剧变之后,我本已启程前往卓越的涅尔瓦那里。然而我为重病所困,彻底失去了那一时机,痛失了一位仁慈、爱护我且是故交的皇帝。我指着所有神明向你们起誓:对于本可为自己或我的亲属所谋得之物,我并非因失去这些而感到痛心,而是对于本可为你们以及为城邦公家所提供之物,我将此视为巨大的损害与损失。

§45.3

ὧν γὰρ νῦν ἐτύχομεν, τότε ἐξῆν ταῦτα ἔχειν καὶ τῷ παρόντι καιρῷ πρὸς ἑτέρας κεχρῆσθαι δωρεάς. ἐπεὶ δ’ οὖν ὑπῆρξε παρὰ τούτου φιλανθρωπία καὶ σπουδὴ τοσαύτη περὶ ἡμᾶς ὅσην ἐπίστανται μὲν οἱ παρατυχόντες, ἐγὼ δὲ ἂν λέγω νῦν, σφόδρα λυπήσω τινάς· ἴσως δὲ οὐδὲ φανεῖται πιστὸς ὁ λόγος τὸ τηλικαύτης τιμῆς τυγχάνοντα καὶ συνηθείας καὶ φιλίας ἅπαντα ταῦτα ἐᾶσαι καὶ παριδεῖν,2 ἐπιθυμήσαντα τῆς ἐνταῦθα ταραχῆς καὶ τῆς ἀσχολίας, ἵνα μηδὲν εἴπω πλέον· ὅμως δ’ εἰς οὐδὲν τῶν ἰδίων κατεθέμην τὸν καιρὸν ἐκεῖνον οὐδὲ τὴν τοῦ κρατοῦντος εὔνοιαν οὐδὲ ἀπὸ μέρους, οἷον τὰ τῆς οὐσίας ἐπανορθώσας διεφθαρμένης ἢ προσλαβών τινα ἀρχὴν ἢ δύναμιν, ἀλλ’ ἅπαν ὅσον ποτὲ ἦν εἰς ὑμᾶς ἔτρεψα καὶ μόνον εἶδον τὸ τῆς πόλεως.

因为我们如今所获得的,本可以在那时就已经拥有,从而使当下的时机能够用于其他赐予。无论如何,现任皇帝对我们展现出的仁爱与热忱,在场的众人都深知其深厚——若我现在说出来,必定会使某些人极为不悦;并且在人看来,一个享有如此殊荣、亲近与友谊的人,竟然舍弃并轻视这一切,反而贪恋此处的混乱与纷扰(姑且不再多说),这种说法或许并不可信;即便如此,我绝没有把那个时机或统治者的恩宠用于任何私人事务,哪怕是一小部分,诸如修复破败的家业,或谋取某种官职或权势,而是将所拥有的一切全部奉献给你们,一心只关注城邦的福祉。

§45.4

ταῦτα δὲ εἰ μέν ἐστι χρήσιμα καὶ μεγάλα, μὴ πολλοῖς ὑπάρξαντα ἑτέροις ἀλλ’ ἢ μιᾷ πόλει,3 καὶ ταύτῃ σχεδόν τι τῶν ἐλλογιμωτάτων κατὰ τὴν Ἀσίαν καὶ τηλικοῦτον ἐχούσῃ δίκαιον πρὸς τὸν αὐτοκράτορα, τοῦ θεοῦ παρ’ ἐκείνοις μαντευσαμένου καὶ προειπόντος τὴν ἡγεμονίαν αὐτῷ καὶ πρώτου πάντων ἐκείνου φανερῶς αὐτὸν ἀποδείξαντος τῶν ὅλων κύριον· οὐ λέγω τοιοῦτον οὐδέν. ὅτι δ᾽ ὑμεῖς μάλιστα τούτου ἐπεθυμεῖτε, καὶ χρόνος ἦν πολύς, ὃν ἠλπίζετε, ἐξηπάτησθε, τοῖς ὑποσχομένοις μόνον τῶν ἰδιωτῶν (οὐ γὰρ δὴ τῶν ἡγεμόνων οὐδεὶς οὔτε προσεδόκησε πώποτε οὔτε ὑπέσχετο) τιμὰς ὑπερβαλλούσας ἐδίδοτε πρὸ πολλοῦ τῆς πόλεως ἀπαντῶντες πανδημεὶ ἢ περιμένοντες ἐν ἑτέραις πόλεσι· τοῦτο ἴσως ἐννοεῖν ἄξιον.

至于这些恩赐是否既有用又宏大,且未曾降临于许多其他城邦,而仅独赐给一个城邦——而且这还是全亚细亚数一数二的名城,对皇帝享有如此巨大的功绩权益,因为他们那里的神明曾下达神谕向他预言帝位,并最先公开彰显他为全天下的主宰——这类话我一句也不说。然而,你们曾经最渴望此事,长期怀抱希望却屡遭欺骗,对平民中那些仅仅许下诺言的人(因为历任总督中绝无一人曾预料或承诺过此事)献上过分的礼敬,倾城远出城外迎候,或在其他城邦久候——这一点或许是值得深思的。

语法注3 条
  1. 45.1τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας ἡττηθείς ... τὸ δὲ περὶ τούτων καθ’ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν.

    句首充当话题的宾语从句“τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα”(至于我是如何忍受流放的)在经历了一长串分词短语(μὴ ... ἡττηθείς, ἀνεχόμενος, οὐ θωπεύων, ἐρεθίζων, πεποιθώς)的扩展后,并未直接由一个主句动词所支配,而是被后续的“τὸ δὲ περὶ τούτων καθ’ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν”所总括和取代。这种因修饰成分过长而导致的句式中途转换属于明显的破格语法(anacoluthon)。

  2. 45.3τὸ τηλικαύτης τιμῆς τυγχάνοντα καὶ συνηθείας καὶ φιλίας ἅπαντα ταῦτα ἐᾶσαι καὶ παριδεῖν

    带冠词不定式结构“τὸ ... ἐᾶσαι καὶ παριδεῖν”以宾格分词“τυγχάνοντα”(及其后的“ἐπιθυμήσαντα”)作为其逻辑主语(表泛指:“享有……之人竟然放弃……”),在句中作为先行词“ὁ λόγος”的同位解释成分。

  3. 45.4ἀλλ’ ἢ μιᾷ πόλει

    成语性小词搭配“ἀλλ’ ἤ”位于否定表达(此处为“μὴ πολλοῖς ... ἑτέροις”)之后,表示“除了……之外”。与格“μιᾷ πόλει”在格上与前面的否定与格短语“πολλοῖς ... ἑτέροις”保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:45.1-45.4