- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:44.7-44.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以蜜蜂为喻阐明自己不在异乡置产的缘由,赞许普鲁萨青年的进取心。他指出,相较于罗马统治者赐予的外在特权与虚名,市民自身的纪律、道德教养与真正的内在自由才能使城邦走向伟大,并准备当众宣读其与皇帝的往复书简。
ὡς μηδὲν ᾖ μοι σημεῖον ἀλλαχοῦ πατρίδος. καὶ γὰρ ἄν εἴη δεινόν, εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν.1 οὐδέποτε γὰρ ἐκείνων μία καταλιποῦσα τὸ αὑτῆς σμῆνος εἰς ἕτερον μετέστη τὸ μεῖζον ἢ μᾶλλον εὐθενοῦν, ἀλλὰ τὸν ἴδιον ἑσμὸν πληροῖ τε καὶ αὔξει, κἂν ψυχρότερον ᾖ τὸ χωρίον καὶ αἱ νομαὶ χείρους καὶ ἡ δρόσος ἐλάττων κἂν δυσκολώτερον τὸ ἔργον τὸ περὶ τὰ κηρία κἂν ὁ γεωργὸς ἀμελέστερος. οὕτως δὲ ἄγαν αὐτάς φασι φιλεῖν ἀλλήλας καὶ τὸ ἴδιον σμῆνος ἑκάστην, ὥστε ἐπειδὰν ἔξω ὑπὸ χειμῶνος ἀποληφθῶσι πολλοῦ γενομένου πνεύματος, λίθον εἰς τοὺς πόδας ἑκάστη λαβοῦσα ὥσπερ ἕρμα οὕτως πέτονται, ὅπως μὴ παρενεχθῶσιν ὑπὸ τοῦ πνεύματος μηδὲ τοῦ σμήνους διαμάρτωσιν.
以免我在别处有任何祖国的印记。因为如果人类竟比蜜蜂还要违背天理,那委实是荒谬至极的事。因为蜜蜂中绝无任何一只会抛弃自己的蜂巢,迁徙到另一处更大或更繁盛的蜂巢;相反,即使当地气候更为寒冷,采食地更为恶劣,甘露更为稀少,修筑蜂房的工作更为艰辛,养蜂人更为疏忽,它依然充实并壮大自己的蜂群。据说它们彼此之间以及每一只对自己蜂巢的爱是如此深厚,以至于当它们在狂风呼啸的风暴中被阻隔在外时,每一只都会用双足拾起一枚小石子当作压舱物飞行,以免被大风卷走或迷失蜂巢。
ὅταν δὲ δὴ καὶ πρόθυμον οὕτως καὶ ἀγαθὴν ἔχῃ τις πατρίδα, πῶς οὐ χρὴ πάντα τἄλλα περὶ ἐλάττονος ποιεῖσθαι ταύτης; ἃ ἐγὼ λογιζόμενος χαίρω, ὁρῶν καὶ τὸν υἱέα τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τοὺς ἄλλους νεανίσκους ʽπολλοὺς δὲ ὁρῶ σὺν θεῷ καὶ ἅπαντας ἀγαθῶν γονέων καὶ τό γε εἶδος ἀγαθοῖς ὁμοίουσ̓ οὕτως διανοουμένους ὡς φιλονικήσοντας2 ἀλλήλοις ἄνευ φθόνου καὶ ζηλοτυπίας καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπὲρ ἀρετῆς καὶ εὐδοξίας τῆς τε αὑτῶν καὶ τῆς πατρίδος καὶ ὅπως πρωτεύσῃ ἕκαστος ἐν τῇ πατρίδι τῷ δίκαιός τε εἶναι καὶ φιλόπολις καὶ μὴ ἀδύνατος ἀγαθόν τι ποιεῖν καὶ αὔξειν τὴν πατρίδα.
当一个人拥有如此热忱而优秀的祖国时,怎能不将其他一切事物置于其下呢?我思及于此便感欣慰,看到我的儿子、我的侄子以及其他的年轻人——蒙神之眷顾,我看到许多年轻人,他们都出身于良善的双亲,且在风貌上肖似善人——都心怀志向,毫无嫉妒与猜忌地相互竞逐,并与其他世人为了自己和祖国的德性与美名而竞争,力求各自通过为人公正、热爱城邦、并且具备为祖国行善与光大祖国的能力,而在祖国中名列前茅。
εὖ γὰρ ἴστε ὅτι οὐ μεγίστη τῶν πόλεων οὖσα οὐδὲ πλεῖστον χρόνον οἰκουμένη πολλῶν γνωριμωτέρα ἐστὶ καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις, καὶ σχεδόν τι πρὸς ἅπαντας ἀγωνιουμένους τοὺς Ἕλληνας πάλαι παρέχει τοὺς αὑτῆς πολίτας οὐκ ἐν τοῖς ὑστάτοις οὐδ’ ἐν τοῖς τρίτοις ἢ δευτέροις ἀριθμουμένους. λέγω δὲ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτον ἐγὼ τὸν λόγον, ἀλλὰ ὑπὲρ τῶν ἄλλων, ὧν οἱ μὲν ἀποδημήσαντες καὶ πλείοσι φανεροὶ γενόμενοι φανερὰν τὴν δόξαν ἐκτήσαντο, οἱ δὲ ἐνθάδε πολιτευόμενοι καὶ μένοντες οὐδὲν χείρους ἐκείνων εἰσὶν οὔτε περὶ τοὺς λόγους οὔτε περὶ τὰ ἔργα.
诸君深知,本城虽非最大的城邦,亦非建城历史最悠久者,但在其他世人中却比许多城邦更为知名;长期以来,本城派出的与几乎所有希腊人竞逐的公民,从未被列为末流,亦不在二三流之列。我讲这番话并非为了我自己,而是为了他人;他们当中,有的人远游异乡、显扬于众多民众之中,获得了昭彰的声誉;有的人留在此地操持公政,无论在言辞还是在功业上都丝毫不逊色于那些远行者。
ὁρῶ δὲ οὐ μόνον ἀπὸ λόγων, ἀλλὰ καὶ ἀπὸ φιλοσοφίας ἄνδρας ἀγαθοὺς καὶ ἀξιολόγους γιγνομένους ἐν τῇ πόλει· ὑπὲρ ὧν ἐγὼ καὶ ἰδίᾳ τοὺς νέους καὶ κοινῇ, ὅταν ᾖ καιρός, οὐκ ὀκνήσω παρακαλεῖν. καὶ τὸν δῆμον ὑμᾶς ἀξιῶ, ἃ μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν ὡς ἐσόμενα καὶ εὔχεσθαι συμβαίνειν τινὰ τιμὴν ἢ δόξαν ἢ εὐπορίαν χρημάτων· ἃ δὲ ἔστι παρ’ αὐτῶν, ἔχειν,3 εὐταξίᾳ τῶν ἄλλων δήμων διαφέροντας, αἰδοῖ, τῷ πείθεσθαι τοῖς ἀγαθοῖς ἀνδράσι, φιλεργίᾳ, σωφροσύνῃ τῇ περὶ τὸν καθ’ ἡμέραν βίον, τῷ μήτε τῶν σωμάτων ἀμελεῖν μήτε τῆς ψυχῆς, καθ’ ὅσον ἑκάστῳ σχολὴν δίδωσι τὰ αὑτοῦ πράγματα, τῷ προθύμως ἐκτρέφειν τέκνα καὶ παιδεύειν, τῷ παρέχειν Ἑλληνικὴν τῷ ὄντι καὶ ἀθόρυβον καὶ καθεστῶσαν τὴν πόλιν καὶ τὸ δριμὺ καὶ τὸ ἀνδρεῖον τῆς φύσεως καὶ τὴν σύνεσιν ἐπὶ τὰ μείζω καὶ καλλίω τρέπειν, διχοφροσύνης δὲ καὶ ταραχῆς καὶ τοῦ προσκρούειν ἀλλήλοις ὡς οἷόν τε ἀπέχεσθαι.
我看到城邦中不仅因言辞之术,而且因哲学也涌现出卓越而值得称颂的男儿;为了他们,无论私下还是公开,只要时机合适,我都绝不犹豫去勉励年轻人。而我期望你们民众:凡属于统治者所赐予之事,你们大可指望其实现,并祈求获得某些荣耀、名声或财富的充裕;但凡属于你们自身所能决定之事,你们当自行保有,在遵纪守法、谦逊持重、顺服贤人、勤勉劳作、日常生活节制有度方面超乎其他民众,在各自事务容许闲暇的限度内既不疏忽身体亦不忽视灵魂,热心抚育并教育子嗣,使城邦展现出真正希腊式的、毫无喧嚣与沉稳庄重的风貌,将生性中的敏锐、英勇与智慧导向更为崇高美好的事物,并尽可能远离不和、骚乱以及彼此冲突。
ἔστι γάρ, ὦ ἄνδρες, καὶ δήμου παιδεία καὶ πόλεως ἦθος φιλόσοφον καὶ ἐπιεικές. καὶ οὐ μόνον Λακεδαιμονίοις οὐδὲ Ἀθηναίοις τὸ παλαιὸν καὶ ἄλλοις τισὶ συνέβη διὰ τὸ κοσμίως πολιτεύεσθαι μεγάλας καὶ ἐπιφανεῖς ἐκ πάνυ μικρῶν καὶ ἀσθενῶν ἀποδεῖξαι τὰς πόλεις, ἀλλὰ καὶ τῶν νῦν ἔξεστι τὸ τοιοῦτον τοῖς βουλομένοις. ταῦτα γὰρ ὑμᾶς ἐπιτηδεύοντας πλέον ὀνήσει καὶ τοῦ πλήθους τῶν βουλευτῶν καὶ τοῦ παρ’ ὑμῖν τὰ πράγματα ἄγεσθαι καὶ τοῦ πρόσοδόν τινα χρημάτων ἔξωθεν ὑμῖν ὑπάρξαι καὶ τῆς ἐλευθερίας αὐτῆς, ἐὰν ἄρα καὶ τούτου τύχητέ ποτε.
因为,诸君,民众亦有其教养,城邦亦有其哲学般温厚谦抑的风尚。古代并非只有斯巴达人或雅典人以及某些其他城邦,因秩序井然地治理公政而从极小极弱发展为宏大显赫的城邦;对于如今那些有心之人而言,此等成就亦是可能的。因为诸君躬行这些美德,对你们的益处将远胜过拥有众多的议员,胜过公案在你们当地审理,胜过外部向你们输送某种财政收入,甚至胜过自由本身——倘若你们有朝一日果真能获得自由的话。
εὖ γὰρ ἴστε ὅτι τὴν μὲν λεγομένην ἐλευθερίαν καὶ τὸ ὄνομα τοῦθ̓, ὃ παρὰ τῶν κρατούντων καὶ δυναμένων γίγνεται, ἐνίοτε οὐ δυνατὸν κτήσασθαι· τὴν δὲ ἀληθῆ ἐλευθερίαν καὶ ἔργῳ περιγιγνομένην τοῖς ἀνθρώποις καὶ ἀνὴρ καὶ πόλις ἑκάστη παρ’ αὑτῆς λαμβάνει, μεγαλοφρόνως καὶ μὴ ταπεινῶς μηδ’ ἀνελευθέρως διοικοῦσα τὸ καθ’ αὑτήν. ἵνα δὲ καὶ ἀλλαχόθεν εἰδῆτε τὴν ἐμὴν γνώμην, ἀναγνώσομαι ὑμῖν ἐπιστολὴν ἥν τε αὐτὸς ἐπέστειλα τῷ αὐτοκράτορι, ὅτε ἐκλήθην, ὅτι ἐν ἐκείνῃ παρεκάλουν ἀφεθῆναι πρὸς ὑμᾶς,4 καὶ ἣν ἐκεῖνος ἀντέγραψεν.
诸君深知,由统治者和当权者所赐予的所谓“自由”和这个虚名,有时是无法获得的;然而实实在在地归属于人类的真正自由,无论个人还是每个城邦都是从自身获得的,其途径乃是高尚豁达地、绝非卑屈奴态地料理自身事务。为了让诸君亦能从其他证据了解我的心意,我将向你们宣读我在蒙受诏令时亲自致皇帝的信函——因为在那封信中我恳请被遣返回到诸君身边——以及皇帝给我的复信。
- 44.7εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν
此为混合条件句,主句使用带有 ἄν 的愿望式 ἄν εἴη(潜在可能),而条件从句则使用将来时直陈式 ἔσονται。在条件句中使用直陈式将来时,生动地突出了“人若真将比蜜蜂更为违背天理”这一令人不快之后果的现实可能性,具有强烈的修辞讽刺色彩。
- 44.8ὡς φιλονικήσοντας
连词 ὡς 与将来时分词 φιλονικήσοντας 连用,表示主观意图或心愿(“意欲竞争/立志争胜”)。它对前文分词 διανοουμένους(心怀志向)的具体内容作了补足说明。
- 44.10ἃ δὲ ἔστι παρ’ αὐτῶν, ἔχειν
本句与前文 ἃ μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν... 相对置。不定式 ἔχειν 受支配动词 ἀξιῶ(“我期望你们……”)统领。关系从句中的 αὐτῶν 指代公民自身(“属于他们自己所能决定的事物”),而后文连续出现的方式/手段与格短语(如 τῷ πείθεσθαι 等)则详述了自行保有的具体途径。
- 44.12ὅτι ἐν ἐκείνῃ παρεκάλουν ἀφεθῆναι πρὸς ὑμᾶς
由连词 ὅτι 引导的原因状语从句,用以说明在此宣读自己蒙召时致皇帝信函的理由(“因为在那封信中我恳请被遣返回诸君身边”)。
