- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:44.1-44.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄翁对普鲁萨市民意图授予他的公共荣誉作出回应,表示市民的善意本身便是最高的荣誉而予以推辞,并在回顾祖辈历代所受城邦恩典的同时表达对祖国的深厚挚爱。
Ἐμοί, ὦ ἄνδρες πολῖται, οὔτε ὄψις ἡδίων ἐστὶ τῆς ὑμετέρας οὔτε φωνὴ προσφιλεστέρα οὔτε τιμαὶ μείζους τῶν ἐνθάδε οὔτε ἔπαινος λαμπρότερος ἢ ὁ παρ’ ὑμῶν· οὐδ’ ἂν ξύμπαντες οἱ Ἕλληνες, πρὸς δὲ αὐτοῖς ὁ Ῥωμαίων δῆμος ἐμὲ θαυμάζωσι καὶ ἐπαινῶσιν, οὐκ ἂν οὕτως τοῦτο εὐφράναι τὴν ἐμὴν διάνοιαν.1 τῷ γὰρ ὄντι πολλὰ σοφὰ καὶ θεῖα εἰρηκὼς Ὅμηρος οὐδὲν σοφώτερον ἔφη τούτου τοῦ ἔπους οὐδὲ ἀληθέστερον ὣς οὐδὲν γλύκιον ἧς πατρίδος.
公民同胞们,对我而言,没有什么景象比诸君的身影更令人愉悦,没有什么声音更亲切,没有什么荣誉比此地的荣誉更崇高,也没有什么赞誉比来自诸君的称赞更辉煌;即便所有希腊人、再加上罗马民众都赞美我、称颂我,这也不能如此使我的心灵感到欢欣。诚然,荷马说过许多睿智而神圣的格言,但他说过的没有任何诗句比这句更睿智、更真实: “没有什么比自己的祖国更甜美。”
εὖ μέντοι ἐπίστασθε ὅτι τὰς τιμὰς ἔχω πάσας, καὶ ὅσας νῦν εἰσηγεῖσθε καὶ εἴ τινες ἄλλαι εἰσίν, ἐν τῇ ὑμετέρᾳ εὐνοίᾳ καὶ φιλίᾳ καὶ οὐδενὸς ἄλλου ἐγὼ δέομαι. τοῦτο γὰρ ἀνθρώπῳ ἱκανώτατον ἐπιεικεῖ, τὸ ἀγαπᾶσθαι ὑπὸ τῶν αὑτοῦ πολιτῶν, καὶ ὁ τοῦτο ἔχων τί ἂν ἔτι προσδέοιτο εἰκόνων ἢ κηρυγμάτων ἢ προεδριῶν; ἀλλ̓ οὐδὲ ‘χρυσοῦς σφυρήλατος’2 ἱστάμενος ἐν τοῖς ἐπιφανεστάτοις ἱεροῖς. ἓν γὰρ ῥῆμα πλείονος ἄξιον ἀπ’ εὐνοίας ῥηθὲν καὶ φιλίας ἢ τὸ ξύμπαν ἐν ἀνθρώποις χρυσίον καὶ στέφανοι καὶ τὰ ἄλλα, ὅσα δοκεῖ λαμπρά· ὥστε μοι πειθόμενοι οὕτω ποιεῖτε.
然而诸君务必深知,不论是你们如今所提议的,抑或是其他任何荣誉,我已在诸君的善意与友谊中获得了全部的荣誉,而我自己再不需要任何其他事物。因为对于一个明理宽厚之人而言,获得同胞公民的爱戴乃是最为充足的;拥有了这一点的人,哪里还会额外需要雕像、公告或是首席坐席呢?甚至也不需要在最显赫的圣所中被立为“锻造金像”。因为出于善意与友爱所说出的一句话,胜过人间所有的黄金、冠冕以及一切看似辉煌的事物;因此,请听从我的劝告,照此办理吧。
εἰ δὲ ἄρα καὶ τοιαύτας τινὰς δεῖ με τιμὰς ἔχειν, πολλαί μοι καὶ ἄλλαι εἰσὶ παρ’ ὑμῖν, τοῦτο μὲν αἱ τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅσαις ἐκεῖνον ἐτιμήσατε, ὡς ἄνδρα ἀγαθὸν καὶ ὅσον ἔζη χρόνον δικαίως προεστῶτα τῆσδε τῆς πόλεως, τοῦτο δὲ3 τῆς μητρός, ἧς ὑμεῖς ἱδρύσασθε καὶ ἄγαλμα καὶ ἱερόν, τοῦτο δὲ αἱ τῶν πάππων καὶ αἱ τῶν ἄλλων προγόνων, ἔτι δὲ αἱ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων συγγενῶν. καὶ γὰρ ἀνδριάντας πολλοὺς καὶ ταφὰς δημοσίας καὶ ἀγῶνας ἐπιταφίους καὶ ἄλλα πολλὰ καὶ τίμια, ἃ ἐκείνοις παρὰ τῆσδε τῆς πόλεως γέγονεν, οὐδενὸς ἐγὼ ἐπιλέλησμαι, ἀλλὰ ἐπίσταμαι πάντα ὡς οἷόν τε μάλιστα, καὶ οἶμαι τὰς ὑπὲρ τούτων χάριτας αὐτὸς ὑμῖν ὀφείλειν, καὶ εὔχομαι τοῖς θεοῖς ἱκανὸς γενέσθαι ἀποτίνειν. πολλοῦ μὲν γὰρ ἐπίσταμαι κἀκείνους γενομένους ἀξίους καὶ δικαίως ἁπάντων τυχόντας, ὅμως δὲ ἐν ἅπασιν ὑπερέβαλεν ἡ πόλις. καὶ γὰρ ὅσα οὐκ ἐδυνήθησαν βουληθέντες διὰ τύχην τινά, καὶ τούτων αὐτοῖς χάριν ἀπεδίδου ἡ πατρίς.
但若真有必要让我拥有某些这类的荣誉,我在诸君这里本就已拥有许多其他的荣誉:一方面是我父亲的荣誉,由于他为人正直,且在世之日公正地领导着这座城邦,你们曾以此等荣誉褒奖他;另一方面是我母亲的荣誉,你们曾为她同时建立了雕像与圣所;再者便是我的祖父们和其他先祖的荣誉,还有兄弟们及其他亲族的荣誉。诚然,对于这座城邦赐予他们的大量铜像、国葬、悼亡竞技以及许多其他尊崇之事,我一件也未曾遗忘,而是尽可能详尽地铭记在心;我认为自己因这些恩德而欠诸君一份感激之情,并向神明祈祷自己有能力加以回报。因为我深知他们自身配得极大的尊荣,且正当地获得了这一切,但城邦在各方面仍超越了这一切;因为对于他们虽然有心愿却因某些机缘未能实现之事,祖国同样向他们报以感激。
ὁ γοῦν πάππος ὁ ἐμός, εἰ ἐπὶ πλέον ἀπώνατο τῆς φιλίας τοῦ τότε αὐτοκράτορος, ἀλλὰ μὴ βραχὺς παντελῶς ἐγένετο ὁ χρόνος, διενοεῖτο, ὥς φασιν, ἐλευθερίαν τῇ πόλει λαβεῖν καὶ ἤδη περὶ τούτου πεποίητο τὸν λόγον. οὐ δεῖ δὲ ἀπελπίζειν, ἕως ἂν ἀγαθοὺς καὶ φιλοτίμους ἄνδρας ἡ πόλις φέρῃ ὁποίους καὶ τοὺς νῦν. ἐγὼ γὰρ ἐν πολλαῖς γεγονὼς πόλεσιν οὐκ οἶδα βελτίους ἄνδρας τῶν παρ’ ὑμῖν. ἔλεγον δ’ ἄν ἐπὶ πλέον καθ’ ἕκαστον, εἰ μὴ σχεδὸν ἅπαντας συγγενεῖς ὄντας ὤκνουν ἐπαινεῖν, καὶ ὥσπερ ἔρανόν τινα ἀποδιδοὺς τῶν εἰς ἐμαυτὸν ἕνεκα τιμῶν.4
至少我的祖父,若非时日过于短暂,而是能更长久地享有当时皇帝的友谊,正如人们所说,他本打算为城邦争取自由,并已就此事上奏。只要城邦还能造就如今日这般优秀且具有公德心之人,便毋庸绝望。因为我游历过许多城邦,并未见过比诸君之中更出色的人。倘若不是因为他们几乎全都是我的亲属而令我踌躇于称赞,且唯恐显得像是在为施加给我的荣誉回赠某种酬谢,我本会更详细地一一赞扬他们。
ἠκροασάμην γὰρ δὴ καὶ τούτων καίτοι σφόδρα αἰδούμενος ὅμως διὰ τοὺς λέγοντας αὐτούς, ἀγάμενος τῶν ἀνδρῶν τό τε ἄφθονον καὶ τὴν προθυμίαν, ἔτι δὲ τὴν περὶ τὸ εἰπεῖν δύναμιν. οὐ δὴ θαυμαστόν, εἰ ἐγὼ πατρίδα τοιαύτην οὕτω σφόδρα ἠγάπηκα ὥστε οὔτ’ ἄν Ἀθήνας οὔτε Ἄργος οὔτε Λακεδαίμονα, αἵπερ εἰσὶ πρῶται καὶ ἐνδοξόταται τῶν Ἑλληνίδων, εἱλόμην ἂν εἶναί μοι πατρίδας πρὸ ταύτης· καὶ τοῦτο ἔργῳ ἐδήλωσα. πολλῶν γὰρ πολλαχῇ παρακαλούντων με καὶ μένειν καὶ προΐστασθαι τῶν κοινῶν οὐ νῦν μόνον, ἀλλὰ καὶ πρότερον, ὅτε ἤμην φυγάς (καὶ ψηφίσματα ἔπεμψάν τινες πρὸς τὸν αὐτοκράτορα χάριν εἰδότες τῆς εἰς ἐμὲ τιμῆς), οὐδὲ πώποτε ἄχρι λόγου τὸ τοιοῦτον ὑπεσχόμην, ἀλλ’ οὐδ’ οἰκίαν ἢ χωρίον ἐκτησάμην παρ’ ἑτέροις,
因为我确实倾听了这些人,尽管我深感羞赧,但出于对演讲者自身的尊重,我仍听了下去,并赞赏这些人的大度与热情,以及他们在演说方面的才能。因此,我若如此深爱着这样一个祖国,以至于绝不愿选择希腊各城中最首屈一指、最负盛名的雅典、阿尔戈斯或拉刻代蒙作为胜过这片土地的祖国,这绝非咄咄怪事;而我是以实际行动证明了这一点的。因为不仅在如今,而且在从前我尚为流亡者之时,许多人在许多地方敦请我留下并主持公政(有些人甚至向皇帝递交决议以感谢对我的尊荣),我却从未在言辞上做出过任何此类承诺,甚至从未在异乡购置过一栋房屋或一处田产,
- 44.1οὐδ’ ἂν ξύμπαντες οἱ Ἕλληνες, πρὸς δὲ αὐτοῖς ὁ Ῥωμαίων δῆμος ἐμὲ θαυμάζωσι καὶ ἐπαινῶσιν, οὐκ ἂν οὕτως τοῦτο εὐφράναι τὴν ἐμὴν διάνοιαν
这是一种混合条件句结构,条件从句采用 ἄν 加连接式(θαυμάζωσι, ἐπαινῶσιν),而主句则采用 ἄν 加祈愿式(εὐφράναι)。在语义上虽然带有潜在或非现实假设的意味,但条件从句使用了通常表将来可能性的连接式,主句则通过潜在祈愿式委婉地表达结论(“绝不可能如此令……欢欣”)。开头的 οὐδ’ ἂν 中的 ἄν 是条件连词 ἐάν 的缩略形式,与主句动词前的语气助词 ἄν 并非同一词。
- 44.2χρυσοῦς σφυρήλατος
典出柏拉图《斐德罗篇》235D–236B的习语,指在奥林匹亚等圣地奉献的与真人等身大的“锻造金像”。在句法上,承接前一句的省略结构(意即“即便是作为锻造金像立于……亦不需要”),主格短语与后面的分词 ἱστάμενος 一同充当主干成分。
- 44.3τοῦτο μὲν ... τοῦτο δὲ ... τοῦτο δὲ
指示代词 τοῦτο 的副词性宾格列举结构(“一方面……另一方面……再者……”)。它顺次引出由属格短语(αἱ τοῦ πατρός, τῆς μητρός, αἱ τῶν πάππων)构成的各个并列项,其中阴性复数冠词 αἱ 承前省略了名词 τιμαί。
- 44.5τῶν εἰς ἐμαυτὸν ἕνεκα τιμῶν
这是一个语序倒装(hyperbaton),后置介词 ἕνεκα 被插入在冠词 τῶν 与名词 τιμῶν 之间、紧跟介词短语 εἰς ἐμαυτόν 之后。句意上等同于 ἕνεκα τῶν εἰς ἐμαυτὸν τιμῶν(“为了/换取给予我自身的荣誉”),用以修饰前面的 ἔρανον(回礼、酬献)。
