← 金嘴狄翁

演说集

§43.7-43.12

反驳控告者的图谋与苏格拉底的先例

演说者阐明自己极少介入诉讼的原委及反对者企图排挤他的动机,引述苏格拉底蒙冤受难的先例,列举针对自己的隐秘而恶意的荒谬指控,并表明准备在普鲁萨公民面前坦然自辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.7

ἄλλην δὲ οὐδεμίαν εἴρηκα δίκην, ὥστε δι’ οὐδὲν οὐδενὶ βαρύς εἰμι. ἀλλ’ ἵνα, ἐάν ποτε γένηται καιρὸς οἷον εὔχονταί τινες,1 ὅμοιος τῷ πρότερον, οἷος οὐκ ἔσται· πλὴν εἰ γένοιτο, ἵνα μὴ παρῶ τῷ δήμῳ μηδὲ ἕξουσιν οἱ συκοφαντούμενοι τὸν παραιτούμενον ἢ συναλγοῦντα. καὶ γὰρ εἰ πλείους ἦσαν, ὥσπερ εἰσίν, οὐδεὶς ἐμοῦ φήσει μᾶλλον.2 ἐγὼ δὲ ἔχω παρρησίαν πρὸς ὑμᾶς ὅσην οὐδείς. τῆς μὲν γὰρ εὐτυχίας τῆς ἐμαυτοῦ παρεχώρησα ὑμῖν, τῆς δὲ δυστυχίας τῆς ὑμετέρας μετέλαβον.

至于其他的诉讼,我则从未参与过一次,因此无论如何我也算不上任何人的负担。然而,他们之所以这般作为,无非是为了有朝一日——倘若真出现了某些人祈求的那种与往昔类似的时机(尽管这绝不可能发生;但万一出现的话)——使我无法到场协助民众,令那些遭诬陷的人再无求情或同甘共苦之人。因为即便为你们说话的人比现在更多——正如现在确实不少——也没有人会比我更敢直言。我对你们拥有无人能及的坦率直言权;因为我曾将自身的幸运让渡给你们,并分担了你们的不幸。

§43.8

καὶ νῦν δεῖ με ἀποδημεῖν, οὐχ ὡς πρότερον ἀλύπως, πάντων με ἀγαπώντων καὶ θαυμαζόντων, ἀλλὰ μετ’ ἔχθρας τινῶν· ἐπεὶ αὐτός γε οὐδὲν ἔπαθον κακόν· οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους.3 οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα· ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δήμου καὶ τῶν κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπ’ αὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν.

而如今我不得不远行,不再像从前那样了无忧愁、受尽所有人的爱戴与钦佩,而是夹杂着某些人的敌意。其实我自己并未蒙受任何实质损失:因为他们从未赶走我的牛群,亦未掠去我的骏马。然而,我对当前的局势并不感到惊异;因为我常常提及的那位苏格拉底,在三十僭主统治时期曾竭尽全力维护民众,未参与任何罪恶,甚至在受他们差遣去逮捕萨拉米斯的莱翁时抗命不从,反而公然斥责那些僭主,说他们好比恶劣的牧牛人,接管了原本强壮众多的牛群,却把它们弄得又少又羸弱。

§43.9

ἀλλ’ ὅμως ὑπὸ τοῦ δήμου, δι’ ὃν ἐκινδύνευεν, ὕστερον εὖ πράττοντος διαβληθεὶς ὑπὸ συκοφαντῶν τινων ἀπέθανεν. ἦν δὲ ὁ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. Ἀδικεῖ, φησί, Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν ἡ πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἕτερα δὲ εἰσάγων καινὰ δαιμόνια· σχεδὸν αὐτὰ τἀναντία οἷς ἐποίει Σωκράτης.

然而,正是为了那些民众冒过生命危险的他,却在民众日后得势之时,遭某些诬告者诽谤而被那些民众处死。起诉者乃是梅勒托斯,一个卑劣的无赖和诬告者。他说:“苏格拉底败坏青年,不敬城邦所尊崇的神明,反而引入其他新奇的神灵,因而有罪”——这与苏格拉底的实际所作所为几乎截然相反。

§43.10

ἐτίμα τε γὰρ τοὺς θεοὺς ὡς οὐδεὶς ἄλλος καὶ παιᾶνα ἐποίησεν εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, καὶ τοὺς νέους ἐκώλυε διαφθείρεσθαι οὐ μόνον, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους ὀνειδίζων καὶ προφέρων αὐτοῖς, εἴ τις ἄπληστος ἢ ἀκόλαστος ἢ τὰ τῆς πόλεως ἠργολάβει, τοὺς μὲν ἀπολύων ἐπ’ ἀργυρίῳ, τοὺς δὲ συκοφαντῶν, τοὺς δὲ νησιώτας τοὺς ταλαιπώρους λεηλατῶν ἐπὶ προφάσει φόρων ἢ καταλογῇ στρατιωτῶν, ὥσπερ ἔνιοι ποιοῦσι παρ’ ἡμῖν.

因为他比任何人都尊崇神明,还为阿波罗与阿耳忒弥斯谱写了赞歌;他不仅防止青年走向堕落,还对年长者予以责备与揭露——凡是贪婪、放荡或将城邦公务当作牟利生意,收受金钱以开脱罪犯、诬陷他人、借征税或征兵为名洗劫可怜岛民之人(正如我们当中某些人的所作所为),他都加以痛斥。

§43.11

διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους. ἡ δ᾽ ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία τις, ὡς ἔοικεν· Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν μήτ’ ἐν θυσίαις μήτ’ ἐν ὕμνοις, καταλύων τὰς πατρίους ἑορτάς, ἀναπείσας δὲ ἡγεμόνα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσους ἂν δύνηται πλείστους, ἐνίους δὲ καὶ ἀποκτεῖναι, παρασχὼν ἀνάγκην αὐτοῖς ἑκουσίως ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτας ὄντας φυγεῖν μηδὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα· συμπράττων δὲ καὶ νῦν ἅπαντα· τῷ τυραννήσαντι τοῦ ἔθνους, καὶ ὅπως ἐκεῖνος καλῶς ἀγωνιεῖται καὶ κατὰ κράτος παραλήψεται τὰς πόλεις καὶ τοὺς δήμους κατασκευάζων, ὅσον ἐστὶν ἐπ’ αὐτῷ κατασκευάζειν· διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸς ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν, ἅ αἰσχύνομαι καθ̓ ἕκαστον λέγειν· πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας καὶ τρυφῆς καὶ ἀπιστίας· δεκάζων δὲ τὸ πλῆθος,4 ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται. φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ὦ ἄνδρες Προυσαεῖς, κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου· καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.

正因如此,他们憎恨他,并声称他腐化青年。而针对我的起诉状更为宏大,甚至可以说是更为“崇高”,且似乎是暗中罗织的:“狄翁有罪,他既不以祭祀亦不以赞歌敬奉神明,废除祖传节日;煽动恶劣的行政长官,使其折磨民众并竭尽所能驱逐市民,甚至杀害了部分人——因那些年老者既无力逃亡,亦不堪忍受背井离乡,遂迫使他们不得不自尽;如今他仍与那个曾横暴统治这片行省之人全面勾结,并倾其所能地策划筹谋,好让那人能顺利争斗并凭暴力吞并各城邦与民主政体;他还败坏民众,亲自充当告发者,用自己的言辞和舌头侵害同胞市民与乡民,并犯下了诸多我羞于一一赘述的罪行;他把自己树立为懒惰、奢靡与背信弃义的恶劣典型,贻害年轻与年长之人;他还收买大众,好让任何人都无法当面揭露他当年的行径,从而让人逐渐淡忘那些仇恨与阴谋。”来吧,普鲁萨的公民们,我将就这些指控进行辩护;诸君在倾听之后若觉得合宜,便投票定我的罪吧;因为雅典人在听完苏格拉底的辩词之后,也同样定了他的罪。

语法注4 条
  1. 43.7ἀλλ’ ἵνα, ἐάν ποτε γένηται καιρὸς οἷον εὔχονταί τινες

    句首的 ἀλλ’ ἵνα 属于省略主句动词(如“他们这样做是为了……”)的椭圆构文,承接前一段末尾所言对手嫌弃其留驻的真正意图,即为了在危机重临时使民众失去申辩与支持者。

  2. 43.7οὐδεὶς ἐμοῦ φήσει μᾶλλον

    φήσει 为动词 φημί 的将来时。意为“没有人会比我更敢(替你们/坦率地)进言”,与下文紧接的 παρρησία(直言不讳)相呼应。

  3. 43.8οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους

    直接引用荷马《伊利亚特》第1卷第154行(阿喀琉斯论及特洛伊人之语)。演说者借用这一史诗成句,讽刺性地说明诬告者并未对其个人财产造成实际剥夺。

  4. 43.11Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν... δεκάζων δὲ τὸ πλῆθος

    仿照苏格拉底起诉状(Ἀδικεῖ Σωκράτης...)程式所构建的讽刺性假想起诉状。主动词 Ἀδικεῖ 之后,通过 μέν... δέ 和 καί 串联起一系列并列分词短语(μὴ τιμῶν, καταλύων, ἀναπείσας, συμπράττων, διαφθείρων, παρανομῶν, παρέχων, δεκάζων),极尽铺陈控罪罪状,戏仿法庭公文格式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:43.7-43.12