- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:43.1-43.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者剖析了同胞对他的嫉恨与诽谤之因,为自己对祖国的善行与清白行径辩护,并引用忒拜名将埃帕米农达遭谗受辱的历史典故,以表明自己应对无理攻讦的立场。
Λυδῷ, φασί, πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. οὐκοῦν ὁ μὲν Λυδὸς δικαίως πράγματα εἶχεν αὐτὸς ἐπιθυμήσας, ἐγὼ δὲ οὐκ ἐπιθυμῶν πράγματα ἔχω δι’ οὐδὲν ἕτερον ὑπὸ ἀνθρώπων ἀδυνάτων καὶ φθονερῶν ἢ ὅτι1 δοκῶ στέργειν ὑμᾶς καὶ τὰ μὲν εὖ πεποίηκα τὴν πατρίδα, ταῖς πρώταις ἴσην αὐτὴν ἀποδείξας τιμῆς ἕνεκα, τὸ δὲ ποιήσω θεοῦ διδόντος.
人们常说:“吕底亚人本无麻烦,却出去买来了。”可见那吕底亚人是有意自讨苦吃,自招麻烦理所应当;而我并无此念,却平白招致那些无能而嫉妒之辈的攻讦,这别无他因,只因我显然深爱着你们,且已为祖国做了诸多善事——在荣耀方面使她足以与首要诸城相匹敌——并且若神明应允,今后我仍将如此效力。
καὶ τοῦτο εἶπον οὐκ ἀλαζονευόμενος ἄλλως, ʽαὐτοὶ γὰρ ἴστε οὐδεπώποτε ὑπὲρ τούτων μνησθέντα με ἐν τοσούτοις λόγοις, οὓς εἴρηκα ἐν ὑμῖν’ ἀλλ̓ ἀμυνόμενος τοὺς ἐμοὶ καὶ ὑμῖν βασκαίνοντας, ἵνα, ἐὰν μὲν δυνατὸν ᾖ, διαρραγῶσιν, ὃ τῇ πόλει πάσῃ βέλτιστόν ἐστιν· εἰ δὲ μή, ἀλλ̓ οὖν ὀδυνηθῶσιν. ὅτι δὲ οἱ αὐτοὶ πρὸς ἐμὲ ἀηδῶς ἔχουσι καὶ πρὸς τὴν πόλιν αὐτοὶ μάρτυρές ἐστε, ἐὰν θέλητε μεμνῆσθαι καὶ τῶν φιλούντων ὑμᾶς καὶ τῶν μισούντων. καίτοι ἐπιεικέστερον ἐμοὶ χρῶνται ἢ ὑμῖν. ἐμοῦ μὲν γὰρ ἐνθάδε κατηγοροῦσιν, ὑμῶν δὲ ἐπὶ τοῦ βήματος.2 ἐὰν οὖν Ἑλληνικοῖς, ὥσπερ εἴωθα, φαίνωμαι παραδείγμασι χρώμενος, μὴ καταγελάσητε.
我讲出这番话绝非盲目自夸——因为你们自己也知晓,在我于你们面前发表过的如此众多演说中,我从未提及这些功劳——而纯粹是为了反击那些嫉恨我和你们的人,好让他们若有可能便气炸肝胆(这对全城来说自是莫大幸事),倘若不能,至少也让他们备尝痛苦。至于那些对我怀恨在心之人同样也仇视这座城市,只要你们愿意回想一下爱你们之人与恨你们之人,你们自己便是见证。其实,他们待我还比待你们宽容一些:因为他们不过在此处指责我,却在总督的裁判席上控告你们。因此,如果我如往常一样运用希腊的历史典故,请诸君切莫嘲笑。
οὐ γὰρ καταφρονῶ τῆς πατρίδος, οὐδὲ ἀδυνάτους ὑμᾶς νομίζω αὐτοὺς συνιέναι τὰ τοιαῦτα, οὐδὲ ἀπαίδευτον νομίζω οὔτε τὸν δῆμον οὔτε τὴν βουλήν. μάλιστα μὲν οὖν ὑμᾶς βούλομαι τὸ ἦθος Ἑλληνικὸν ἔχειν καὶ μήτε ἀχαρίστους μήτε ἀξυνέτους εἶναι· εἰ δὲ μή, λόγων γε τοιούτων ἀκούειν οὐ χεῖρόν ἐστιν, ἐξ ὧν μοι δοκεῖτε καὶ τοῖς ἤθεσιν ἀμείνους ἂν γενέσθαι.
因为我绝非蔑视祖国,亦不认为你们自身缺乏理解此类事情的能力,更不认为民众或议事会是未经教化之辈。我最希望的固然是你们拥有希腊人的品格,既不忘恩负义,亦非冥顽不灵;但即便未能如此,多听听这等言论也绝无坏处,在我看来,你们凭借这些言论或许能使德行更加完善。
τί δὴ οὖν τὸ παράδειγμα; ἦν τις ἄνθρωπος ἐν Θήβαις Ἐπαμεινώνδας λεγόμενος· οὗτος ἐφίλει τὴν πατρίδα πάντων μάλιστα· καιρῶν δὲ ἐπιλαβόμενος, οἷοι τότε ἦσαν, πολλὰ καὶ μεγάλα εὐεργέτησεν. ἀντὶ γὰρ δειλῶν καὶ ἀδυνάτων καὶ ἄλλοις ὑπακουόντων πρωτεύειν ἐποίησεν ἐν τοῖς Ἕλλησι καὶ τῆς ἡγεμονίας ἀντιποιεῖσθαι. τότε μὲν γὰρ ταῦτα ἦν δυνατά, νῦν δ’ ἕτεροι γεγόνασιν οἱ καιροί· πλὴν τά γε τῆς εὐνοίας καὶ τῆς προθυμίας ἀεί ποτε ὅμοια. οἱ γὰρ προδόται καὶ συκοφάνται καὶ πάντα πράττοντες κατὰ τῶν πολιτῶν καὶ τότε ἦσαν ἐν ταῖς πόλεσι· καὶ μὴν φιλοῦντες τὰς πατρίδας καὶ τοὺς πολίτας τοὺς αὑτῶν μηδὲν κακὸν πάσχειν ἐθέλοντες καὶ τὰς πατρίδας αὔξειν φιλοτιμούμενοι τότε μὲν πολλοὶ καὶ μεγάλα πράττοντες καὶ ἐλάττω ποιεῖν ἀγαθὰ δυνάμενοι.
那么,究竟是什么典故呢?在忒拜曾有一个名叫埃帕米农达的人,此人热爱祖国胜过一切;他善抓时机——正如那时的机势——为祖国建立了许多丰功伟绩。因为他改变了忒拜人原本怯弱无力、唯命是从的境地,使其在希腊人中居于首位,并得以争夺霸权。固然,那时尚有做这等大事的可能,而今时势已全然不同;然而善意与热忱之事自古皆然。因为叛国者、诬告者以及处处与同胞市民为敌之辈,在当时的各城邦亦屡见不鲜;同样地,深爱祖国、不愿同胞遭受任何苦难、一心图谋光大祖邦之士,当时亦人数众多,既有建功立业者,亦有随力行善者。
ὁ δ’ οὖν Ἐπαμεινώνδας ἐκεῖνος ὑπὸ τῶν ἀνομοίων ἐμισεῖτο καί τινες ἦσαν οἱ διαβάλλοντες αὐτόν, ὁ δὲ δῆμος, ὡς ἂν δῆμος,3 ἠγνόει καὶ ἀνεπείθετο. καί ποτε τῶν ἀπεγνωσμένων τις καὶ ἀτίμων καὶ ὅτε ἐδούλευεν ἡ πόλις καὶ ἐτυραννεῖτο πάντα κατ̓ αὐτῆς πεποιηκὼς ἐν ἐκκλησίᾳ τὸν Ἐπαμεινώνδαν ἐλοιδόρει, καὶ πολλὰ καὶ χαλεπὰ ἔλεγε· πᾶς γὰρ ὁ ψευδόμενος οὐχ ὅ,τι ἀληθὲς εἴπῃ ζητεῖ, μηδέν γε ἀληθὲς λέγειν δυνάμενος, ἀλλ’ εἴ τι χαλεπόν. καὶ αὐτὸς ἐπαναστὰς περὶ μὲν τῶν ἄλλων οὐκ εἶπεν οὐδ᾽ ἀπελογήθη πρὸς οὐδέν, μόνον δὲ πρὸς ἐκεῖνον, τῇ δ’ αὑτοῦ φωνῇ βοιωτιάζων Ἀλλά τοι Δαμάτηρ, ἔφη, κεχολωμένα γένοιτο.4 οἱ δὲ Θηβαῖοι ἀκούσαντες ἥσθησαν καὶ ἐγέλασαν εἰκότως, ἀναμνησθέντες οἶμαι τῆς ἐκείνου πρὸς τὸν δῆμον εὐνοίας καὶ τοῦ λοιδοροῦντος τῆς συκοφαντίας.
然而,正是那位埃帕米农达,却遭到与他品性相反之徒的痛恨,亦有人从中诽谤;而民众正如大众之常态,昏昧无知且易受蛊惑。有一次,一个不可救药且丧失名誉之徒——在城邦沦为奴役和僭主统治之际曾竭尽所能祸害祖邦——在民众大会上辱骂埃帕米农达,说了许多尖酸刻薄的恶言;因为凡撒谎之人,既说不出任何实情,便不再寻求言之有据,只图伤人至深。埃帕米农达亲自起身,对其他指责一概不提,亦不做任何辩白,唯独对着那恶徒,用他自己的玻俄提亚方言说道:“但愿得墨忒尔女神向你发怒!”忒拜人闻听此言大为快慰,理所当然地哄堂大笑;我想他们定是记起了埃帕米农达对民众的忠忱,以及那个辱骂者的诬罔。
ἐγὼ μὲν οὖν εἴ τις λέγοι πρὸς ἐμὲ ἀνάξιον ἐμοῦ εἴτε ἄντικρυς εἴτε καὶ μετὰ σχήματος, ἵνα δοκῇ ῥήτωρ, καὶ ταῦτα οὐκ ὢν εὐσχήμων αὐτός,5 ἀποκρινοῦμαι αὐτῷ τὴν τοῦ Ἐπαμεινώνδου ἀπόκρισιν. εὖ δ’ ἴστε ὅτι ταῦτα ποιοῦσι καὶ λέγουσι βαρυνόμενοι τὴν ἐμὴν ἐπιδημίαν δι’ ἄλλο μὲν οὐδέν· οὔτε γὰρ ἐνεδρεύω τινὰ τῶν πολιτῶν οὔτ’ ἀργύριον λαμβάνω παρά τινος οὔτε δασμολογεῖν ἕτοιμός εἰμι τὴν χώραν τὴν ὑμετέραν οὔτ’ ἐν τῇ ἀγορᾷ φαίνομαί τινι ὀχληρός· οὐ γάρ εἰμι ῥήτωρ· οὐδὲ εἶπον ὑπὲρ οὐδενὸς ἢ ἑνὸς ἀνθρώπου δυστυχοῦς, ὃν ἐκώλυσα ὑπὸ τῶν συγγενῶν καὶ τῶν ἐπιτρόπων διασπασθῆναι, πρότερον μὲν αὐτοῦ τὰ γράμματα ὑφῃρημένων καὶ πολλὰ τῆς οὐσίας διηρπακότων, ὕστερον δὲ καταψευδομαρτυρούντων·
因此,倘若有人胆敢对我口出不逊之言,不论是公然谩骂,还是为了装成修辞家而摆出架势(更何况此人自身毫无得体风度可言),我也将以埃帕米农达的回答来回应他。你们应当清楚,他们之所以言行如此,无非是对我的留驻感到厌烦,绝无其他原因。因为我既不陷害任何市民,亦不从任何人那里收取金钱,更不准备对你们的土地征收赋税,在市场上亦不令任何人厌烦;因为我本非职业讼客。除了曾为一个不幸的人辩护之外,我从未在法庭上为任何人出面;我阻止了那个人被亲属和监护人撕碎瓜分,而那些人此前盗取了他的契据并侵吞了他大笔财产,后来又出庭作伪证陷害他。
- 43.1δι’ οὐδὲν ἕτερον ... ἢ ὅτι
相关结构 δι’ οὐδὲν ἕτερον ... ἢ ὅτι 表示排他性原因,意为“并非由于别的缘故……而纯粹是因为……”。主干结构为 ἐγὼ δὲ οὐκ ἐπιθυμῶν πράγματα ἔχω ... ἢ ὅτι δοκῶ στέργειν ὑμᾶς,中间插入的 ὑπὸ ἀνθρώπων ἀδυνάτων καὶ φθονερῶν 说明了施动者(带有被动语态含义的“招致麻烦”)。
- 43.2ἐπὶ τοῦ βήματος
与前面的 ἐνθάδε(“在此处”,即城邦公民大会)形成对比。βῆμα 虽泛指讲台或裁判席,但在罗马帝国统治下的希腊行省语境中,特指罗马总督的审判台。演说者以此对比敌手仅仅在此地指责自己,却在总督法庭上控告整个城邦公民,后者危害尤甚。
- 43.5ὡς ἂν δῆμος
带省略的习语表达,意为“正如民众惯常的那样”或“合乎大众本性地”。小辞 ἄν 带有泛指潜在的语气(可补全为 ὡς ἂν δῆμος [ἀγνοήσειεν / ἔχοι]),作为插入短语,客观指出了平民群体往往容易盲从、不察真相的弱点。
- 43.5Ἀλλά τοι Δαμάτηρ, ἔφη, κεχολωμένα γένοιτο
直接引语,再现了埃帕米农达本人的玻俄提亚方言(Δαμάτηρ 对应雅典方言的 Δημήτηρ)。愿望希求法 γένοιτο 与完成时分词 κεχολωμένα 搭配作为主语补足语,构成“愿得墨忒尔女神向你发怒”的咒诅式表述;小辞 τοί 加强了直接针对对方的告诫语气。
- 43.6καὶ ταῦτα οὐκ ὢν εὐσχήμων αὐτός
惯用短语 καὶ ταῦτα(副词性宾格)意为“而且是在……的情况下”或“更何况”,引出让步或对比性的补充说明。此处与前面的 ἵνα δοκῇ ῥήτωρ(“为了显得像个演说家”)构成讽刺性对照,指出控告者本人毫无得体与尊严可言。
