- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:42.1-42.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者表示无法揣度听众的真正意图(是期待精妙演说还是意图揭穿其无知),并重申自己并无过人才智。随后他思考众人为何仍强请其演说,并自嘲其言论在转述中已被篡改损毁,宛如特内多斯岛的易碎陶器。
Ὅπως μὲν ὑμεῖς διανοεῖσθε περὶ ἐμοῦ καὶ τῆς ἐμῆς εἴτε σοφίας εἴτε ἀμαθίας οὐ δύναμαι ξυμβαλεῖν, πότερον ὄντως ἐπιθυμεῖτε τῶν λόγων, ὡς ἀκουσόμενοί τι θαυμαστὸν καὶ τοιοῦτον ὁποῖον οὐκ ἂν ἑτέρου τῶν νῦν,1 ἢ τοὐναντίον, ὡς ἐμὲ ἐξελέγξοντες καὶ ἀποδείξοντες οὐθὲν μέγα οὐδὲ σπουδαῖον ἐπιστάμενον.
关于你们对我以及对我的智慧抑或无知究竟作何想法,我委实难以揣测——究竟是你们真心渴望听我言辞,指望能听到某种非凡之论,且是当今其他人所无法道出的;还是恰恰相反,意在当面质询我,证明我并未通晓任何伟大或严肃的学问。
εἰ μὲν γὰρ οὕτως ἔχετε, θαρρῶν ὑμῖν παρέχω ἐμαυτόν, ἵνα ἐμπλήσητε τὴν προθυμίαν· εἰ δὲ μή,2 φοβοῦμαι τὴν ἐναντίαν δόξαν, μήποτε ἀκούσαντες ἔπειτα οὐ δικαίως ἐμοῦ καταγνῶτε, ὅτι αὐτοὶ οὐκ ὀρθῶς ἐδόξατε. οὐδέποτε γὰρ οὐδενὶ ἔγωγε τοῦτο ὑπεσχόμην, ὡς ἱκανὸς ὢν λέγειν ἢ φρονεῖν ἢ πλέον τι γιγνώσκειν τῶν πολλῶν, ἀλλ’ ὑπὲρ αὐτοῦ τούτου διαμαχόμενος ἑκάστοτε καὶ ἀντιλέγων τοῖς ἀξιοῦσιν ἔπειτα εἰς τὸ λέγειν καθίσταμαι· καὶ πολλοὶ τοῦτο αὐτὸ ἐπίδειξιν ἡγήσαντο.
因为如果你们是后一种心思,我倒满怀信心地将自己交予你们,好让你们得遂心愿;但如果并非如此,我便担忧起相反的看法来,唯恐你们在听罢之后,反因你们自己原先的不当期望而不公正地责难于我。因为我从未向任何人许诺过:我善于言辞或深通思虑,亦或比芸芸众生懂得更多;正相反,我每次都是就这一点力争辩驳,并在反驳那些对我提出要求之人后,才迫不得已登台演说;而许多人竟将这番推辞本身视为一种故作姿态。
ὅμως δὲ καὶ αὐτὸς ἑτέραν καὶ ἑτέραν λαμβάνω ὁδόν. ὅταν μὲν γὰρ εἰς ἐμαυτὸν ἀπίδω καὶ τὴν ἀπειρίαν τὴν ἐμαυτοῦ, περὶ πάντα μὲν ἁπλῶς, μάλιστα δὲ τὴν περὶ τοὺς λόγους, ὡς ἰδιώτης ὢν διανοοῦμαι καὶ τὸ λοιπὸν ἰδιώτου βίον βιωσόμενος· ὅταν δὲ εἰς τοὺς σπουδάζοντας καὶ παρακαλοῦντας, ὑπονοεῖν ἐμαυτὸν ἀναγκάζομαι, μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον3 καὶ λανθάνω πεπονθὼς τὸ αὐτὸ ἐνίοις τῶν ζῴων, ἃ χρήσιμα ὄντα τοῖς ἀνθρώποις καὶ δύναμίν τινα ἔχοντα ἐν αὑτοῖς πρὸς ἴασιν νοσημάτων ἤτοι χολῆς ἢ αἵματος ἢ πιμελῆς ἢ τριχῶν οὐκ ἴσασιν, οἱ δὲ ἄνθρωποι εἰδότες διώκουσιν αὐτὰ καὶ πειρῶνται πάντα τρόπον συλλαβεῖν, οὐ τῶν κρεῶν ἕνεκεν, ἀλλ’ ἐκείνης τῆς δυνάμεως.
然而,我自己心中也时常在两种念头之间摇摆不定。因为每当我省视自身以及自身的浅薄无验——这浅陋固然见于一切事物,但尤以言辞为甚——我便自认不过是一介白丁,今后亦当过普通人的生活;可每当我看到那些殷切促请、苦苦央求之人时,我又不得不怀疑,莫非我的言辞中当真有某种值得一提之物,抑或我在不知不觉中竟遭遇了某些兽类的同等命运:那些兽类对人类大有益处,体内蕴含着某种足以医治疾患的效力——或是由于胆汁、血液、脂肪还是毛发——它们自身对此茫然不知,而人类对此心知肚明,因而四处追捕它们,千方百计试图捕获它们,并非为了它们的肉,而是为了那份治病的效力。
μὴ ἄρα κἀμὲ ἀναγκάζουσιν ἑκάστοτε λέγειν, οὐδὲν δεόμενοι τῶν λόγων, ἀλλ’ ἑτέρου τινός. οὐδὲ γὰρ ἐκεῖνο δύναμαι ὑπονοῆσαι, ὅτι ἀγνοοῦντες δὴ καὶ ἀνήκοοι ὄντες ἐσπουδάκασιν, ὥσπερ ἀμέλει πολλοὶ πολλῶν διὰ τὴν ἄγνοιαν ἐπιθυμοῦσιν. πάντες γάρ, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ἐμοὺς λόγους ἐπίστανται καὶ διαφέρουσιν αὐτοὺς ἄλλοι ἀλλαχοῦ, ὥσπερ τὰ φαῦλα ᾅσματα οἱ παῖδες ἐν ταῖς πόλεσιν ᾅδουσι τὸ πρὸς ἑσπέραν· καὶ τοὺς ἐμοὺς λόγους σχεδὸν πάντες ἀλλήλοις ἀπαγγέλλουσιν, οὐχ ὅπως ἐρρήθησαν, ἀλλ’ ἔτι βελτίους ποιήσαντες κατὰ τὴν αὑτῶν δύναμιν, οἱ μὲν ἑκόντες ἐπανορθούμενοι καὶ δῆλον ὅτι αἰσχυνόμενοι τὸ μεμνῆσθαι τοιούτων ἀλλάττοντες καὶ μετατιθέντες πολλὰ καὶ κρείττονα, οἱ δὲ ἴσως καὶ ἄκοντες διὰ τὸ μὴ σφόδρα μεμνῆσθαι· ὥστε οὐκέτι ὀβολοῦ, καθάπερ εἶπέ τις, εὔπορον ἐκ τῆς ἀγορᾶς πρίασθαι τὴν ἐμὴν σοφίαν, ἀλλὰ κύψαντα ἀνελέσθαι χαμᾶθεν. σχεδὸν οὖν παραπλήσιον πεπόνθασιν οἱ ἐμοὶ λόγοι τῷ κεράμῳ τῷ Τενεδίῳ· καὶ γὰρ ἐκεῖθεν πᾶς μὲν ὁ παραπλέων ἐμβάλλεται κέραμον, οὐδεὶς δὲ ὑγιῆ διακομίζει ῥᾳδίως, ἀλλὰ οἱ πολλοὶ σαθρὸν ποιήσαντες ἢ συντρίψαντες ὄστρακα ἔχοντες λανθάνουσιν αὑτούς.4
难道说,人们屡次强迫我演说,并非由于对我的言辞有何需求,而是另有所求吗?因为我甚至不能做这样的猜想:即他们当真因一无所知且从未听闻而如此热切,虽说许多人确会因无知而渴望诸多事物。因为几乎所有人都可以说知晓我的言辞,不同的人在各处传扬它们,正如城中的孩童在向晚时分哼唱那些拙劣的小曲一般;而且几乎所有人都在彼此转述我的言辞,却并非按其当初宣讲的原样,而是尽己所能将它们改得更加精妙:有些人是有意加以修正,显然是由于羞于记住这等拙辞,因而大幅修改调换,化为更优美的言辞;另一些人或许是因为记忆欠佳而无意间做了改动。其结果是,正如有人所言,我的智慧如今已不再是花一个奥波尔就能轻而易举从市场上买到的东西,而是只要俯身便可从地上随手拾起。因此,我的言辞所遭遇的境况几乎与特内多斯的陶器如出一辙:凡是从那里乘船经过的人无不装载陶器,但谁也无法轻易完整无损地将其运达,多数人使其开裂或砸得粉碎,竟不自知自己手中握着的不过是一堆瓦砾。
- 42.1οὐκ ἂν ἑτέρου τῶν νῦν
在由关系代词 ὁποῖον 引导的从句中,与 ἄν 搭配的愿望式动词(如 ἀκούσαιτε 或 ἀκούσειέν τις,“如人们无法从其他人那里听到的”)被省略,构成潜在结构。不带介词的属格 ἑτέρου 表示听闻来源的出处属格(与表示“听”的动词连用)。
- 42.2εἰ μὲν γὰρ οὕτως ἔχετε ... εἰ δὲ μή
此处呼应前文提出的二选一假设(πότερον ... ἢ τοὐναντίον ...)。从上下文看,οὕτως ἔχετε(“如果你们是这样想的”)指代紧邻其前的后一种情况(即“意在质询并揭穿其无知”),因而下文才说“满怀信心地将自己交予你们以满足你们的热望”;而 εἰ δὲ μή(“如果不然”)则指向前一种情况(期待听到高论),与下文担忧听众因期待落空而予以不公正指责(φοβοῦμαι τὴν ἐναντίαν δόξαν)的逻辑完全吻合。
- 42.3μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον
在动词 ὑπονοεῖν(怀疑、揣测)之后,由带有 ἄρα 的 μή 引出委婉的推测或间接疑问从句(“怀疑我的言辞中是否果真有值得一提之处”)。此处系动词 ἐστίν 省略,λόγου ἄξιον 为习语,意为“值得一提的/有价值的”。
- 42.5λανθάνουσιν αὑτούς
λανθάνω 与反身代词宾格(αὑτούς)以及补充分词(ὄστρακα ἔχοντες)连用的惯用句式,字面为“他们持有陶片而不为自己所察觉”,即“不知不觉地持有陶片”或“不自知手中所拿的只是瓦砾”。
