- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:41.8-41.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明自己此前未插手两邦纷争,实为促成和解与团结着想;他以该邦继承的罗马品格及与邻邦的深厚交谊为据,力劝众人摒弃有害的仇隙,代之以友谊与融和。
τούτων οὖν ὑπαρχόντων ἀπεσχόμην τοῦ πράγματος, οὐκ ἐκείνους προδιδούς, ἀλλ’ αἰδούμενος ὑμᾶς καὶ νομίζων χρησιμώτερος ἔσεσθαι κἀκείνοις καὶ ὑμῖν, ἐὰν δύνωμαι φίλας ποιῆσαι τὰς πόλεις τῶν τε πρότερον ζητημάτων ἀπαλλάξας καὶ τὸ λοιπὸν εἰς εὔνοιαν καὶ ὁμόνοιαν προτρεψάμενος.1 τοῦτο γὰρ ἁπάντων βέλτιστόν τε καὶ ἄριστον οὐ μόνον τοῖς ἴσοις πρὸς ἀλλήλους, ἀλλὰ καὶ τοῖς κρείττοσι πρὸς τοὺς ὑποδεεστέρους.
正是在这些情况之下,我才抽身不插手此事,这绝非出卖他们,而是出于对你们的敬重,并深信如果我能消除两座城邦先前的纷争,引导它们今后走向睦邻与融洽,使两邦结为友好,我无论对他们还是对你们都将更有裨益。因为这在一切事情中乃是最善亦是最优之道,不仅对于彼此地位平等的人们如此,对于位尊者对待位下者而言亦是如此。
ἐπίσταμαι μὲν οὖν ὡς χαλεπόν ἐστιν ἀνθρώπων ἐξελεῖν ἔριν, καὶ ταῦτα ἐν πλείονι χρόνῳ τεθραμμένην, ὥσπερ νόσημα ἐκ πολλοῦ συμπεφυκὸς οὐ ῥᾴδιον ἀπαλλάξαι τοῦ σώματος, ἄλλως τε εἴ τις ἐθέλοι ἀνωδύνως ἰᾶσθαι. ὅμως δὲ πιστεύω τῷ τῆς πόλεως ἤθει, νομίζων οὐ σκληρὸν οὐδὲ ἀμαθές, ἀλλὰ τῷ ὄντι γνήσιον ἐκείνων τῶν ἀνδρῶν καὶ τῆς μακαρίας πόλεως, ὑφ’ ἧς δεῦρο ἐπέμφθητε φίλοι δὴ παρὰ φίλους οἰκήσοντες· ἣ τοσοῦτον εὐτυχίᾳ διαφέρουσα τῶν ἄλλων ἀνθρώπων καὶ δυνάμει πλέον διενήνοχεν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, τοῦτο μὲν ἀφθόνως μεταδιδοῦσα καὶ πολιτείας καὶ νόμων καὶ ἀρχῶν, οὐδέν’ ἀλλότριον ἡγουμένη τῶν ἀξίων, τοῦτο δὲ ὁμοίως ἅπασι φυλάττουσα τὸ δίκαιον.
我固然深知,要消除人们之间的争斗是何其困难,尤其是这争斗在漫长的岁月中滋生滋长,正如久积于体内的痼疾不易从身体中祛除一样,更不用说有人还希望能够毫无痛楚地将其治愈。然而,我依然信赖这座城邦的品性,深信它既非严苛亦非蒙昧,而是实实在在地继承了那些先人以及那座受神眷顾之城的纯正风范——正是那座城邦将你们派驻于此,宛如朋友寓居于朋友身旁。那座城邦在福祉与力量上虽已如此远迈众人,但在宽仁与博爱上超越得尤甚,她慷慨地赋予公民权、法律以及官职,不将任何有价值之人视为异类,且对所有人一视同仁地维护正义。
ἣν προσήκει μιμουμένους ὑμᾶς2 πρᾴους καὶ μεγαλόφρονας φαίνεσθαι καὶ τοῖς ἐγγὺς οὕτω καὶ συνοίκοις σχεδὸν μὴ χαλεποὺς μηδὲ ὑπερηφάνους γείτονας, πρὸς οὓς ὑμῖν καὶ γάμοι κοινοὶ καὶ τέκνα καὶ πολιτεῖαι καὶ θυσίαι θεῶν καὶ πανηγύρεις καὶ θεάματα, καὶ συμπαιδεύεσθε τοῖς καθ’ ἕνα καὶ συνεστιᾶσθε καὶ ἀλλήλους ὑποδέχεσθε καὶ τὸν πλείω χρόνον συνδιατρίβετε καὶ σχεδὸν εἷς ἐστε δῆμος καὶ μία πόλις ἐν οὐ πολλῷ διαστήματι. καὶ τοίνυν πλείους τῶν ἐκεῖθεν καὶ πολίτας πεποίησθε, καὶ βουλῆς μετεδώκατε, καὶ ἄρχοντας οὐκ ἀπηξιώσατε γενέσθαι παρ’ ὑμῖν, καὶ τῶν σεμνῶν τούτων, ἃ τῆς Ῥωμαίων ἐστὶ πόλεως, ἐκοινωνήσατε.
你们正应当效仿她,展现出温和与豁达的风度,对待如此邻近、几乎如同共同聚居的邻邦,不作苛刻亦不作傲慢的邻人;你们与他们拥有共同的婚约、子嗣、公民权,共有对神明的祭祀、节庆和观剧盛典,而且你们个人之间共同受教、同席宴饮、互相接待、大半时间相处相伴,在相隔不远的距离内几乎俨然同属一民、合为一邦。况且,你们还接纳了许多来自那里的居民作为自己的公民,赋予他们评议会的席位,毫不鄙弃让他们在你们当中担任官职,并将这些属于罗马人城邦的崇高特权与他们一同分享。
πῶς οὖν εἰκὸς καθ’ ἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶς τε ἐκείνην κἀκείνους τὴν ὑμετέραν; οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν ἢ τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, ἤ, ὃ μηδὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται; καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν· οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο ἢ λόγον τινὰ εἰπὼν λυπηρὸν ἢ ἔργον ἀσύμφορον πράξας.
既然如此,单独将每一个人视为朋友并予以礼遇,而在公共层面上却将对方城邦视为仇敌——你们视他们为敌,他们亦视你们为敌——这又岂合情理呢?因为凡是喜爱那些人、与他们往来交融并接纳其为公民的人,所剩下的难道只是在憎恶那里的空气和土地,抑或是——这甚至是不可虔敬而言的——在与神明结怨吗?再者,无论对何人怀有的一切敌意,都是令人劳苦且艰难的;因为没有任何一个仇敌是如此孱弱,以至于在适当时机都无法使哪怕看似极强盛者陷入痛苦,并通过口出伤人之语或行不利之事来宣泄其仇恨。
οὐ γάρ ἐστιν, ὡς εἰπεῖν, οὐδέποτε ἡδὺς οὐδὲ ὠφέλιμος ὁ τοῦ μίσους καρπός, ἀλλὰ τοὐναντίον ἁπάντων ἀηδέστατος καὶ πικρότατος, οὐδὲ βάρος οὕτω χαλεπὸν οὐδὲ ἐπίπονον ὡς ἔχθρα φέρειν. ταῖς μὲν οὖν εὐτυχίαις ἀεὶ παρενοχλεῖ, τὰς δὲ συμφορὰς αὔξει, καὶ τῷ μὲν ἄλλο τι λυπουμένῳ τὴν λύπην ἀπεργάζεται διπλασίονα, τοὺς δὲ εὖ πράττοντας οὐκ ἐᾷ χαίρειν κατὰ τὴν ἀξίαν. ἀνάγκη γὰρ οἶμαι τοὺς πολλοὺς ὑπὸ μὲν ἀλλήλων βλάπτεσθαι, παρὰ δὲ τοῖς ἄλλοις καταφρονεῖσθαι καὶ ἀδοξεῖν, ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους.3 φιλίας δὲ καὶ ὁμονοίας οὐδὲν κάλλιον οὐδὲ θειότερον καὶ ἀνδρὶ πρὸς ἄνδρα καὶ πόλει πρὸς πόλιν.
因为可以说,仇恨的果实从来都不曾甘甜或有益,反而是一切事物中最令人厌恶与最为苦涩的,也没有任何重担如同承受敌意那般沉重且痛苦。它总是在顺境中百般骚扰,在厄运中火上浇油,使因他事而忧伤之人平添双倍的痛苦,又不让事事亨通之人享受其应得的欢乐。因为我认为,纷争的各方必然会彼此伤害,同时在其他人眼中受到鄙视并身败名裂,这既是因为他们身边潜伏着对手,也是因为人们认为他们愚昧而好胜。但在人与人之间以及城邦与城邦之间,没有什么比友谊与融和更为美好、更为神圣的了。
τίνες μὲν γὰρ εὐπρεπέστερον κτῶνται τἀγαθὰ τῶν φίλων συμποριζόντων αὐτοῖς; τίνες δὲ ἀποφεύγουσι τὰ κακὰ ῥᾷον ἢ οἷς ἂν φίλοι συμμαχῶσι; τίνων δὲ ἧττον ἅπτεται τὰ λυπηρὰ ἢ τῶν ἐχόντων τοὺς συναλγοῦντας καὶ συμφέροντας αὐτοῖς; τίσι δὲ ἥδιον τὸ εὐτυχεῖν ἢ ὅσοι μὴ μόνον αὑτούς, ἀλλὰ καὶ ἄλλους εὐφραίνουσιν εὖ πράττοντες; ὡς ἔγωγε οὐδ’ ἂν εὐτυχεῖν ἐκεῖνον τὸν ἄνδρα φαίην ὃς οὐδένα ἔχει τὸν συνηδόμενον.
事实上,当朋友们共同襄助之时,谁能更体面地获得美好事物呢?在有朋友并肩作战之时,谁能更容易地摆脱灾祸呢?相比于那些拥有能够同甘共苦、共同分担之人,谁更能免受痛苦的侵害呢?比起那些在自己顺遂之时不仅愉悦自身、亦能使他人同乐之人,对谁而言幸运会更加甜美呢?依我看来,一个没有共同分享喜悦之人陪伴的人,我甚至都不愿称他是幸运的。
τίς δὲ σύμβολος ἀμείνων τοῖς ἰδοῦσιν ἢ φίλος ἐντυχών;4 σχεδὸν γὰρ οὗτος σύμβολος οὐ μόνον εὐφημότατος, ἀλλὰ καὶ ὠφελιμώτατος, ὅτῳ ἂν ἐντύχῃ ἀνὴρ εὔνους. τὰ δὲ τοῦ μίσους καὶ τὰ τῆς ἔχθρας πανταχῇ λυπηρὰ καὶ δυσχερῆ. χαλεπὸν μὲν ἐν σπουδῇ, χαλεπὸν δὲ ἐν εὐφροσύνῃ παρὼν ἐχθρός, λυπηρὸν μὲν ὁρῶσι, λυπηρὸν δὲ μνημονεύουσι, πολὺ δὲ πάντων πειρωμένοις βλαβερώτατον.
而对于看见的人来说,有什么征兆比偶遇一位朋友更为吉祥呢?因为对于任何人而言,一旦遇见一位怀有善意之人,这种相遇几乎不仅是最吉利的征兆,而且是最有助益的。相反,由仇恨与敌意所生之事,在任何地方都是痛苦且令人不适的。无论是在严谨的事务中,还是在欢乐的宴饮中,仇敌在场都是沉重的;对于看见的人来说是痛苦,对于回忆的人来说亦是痛苦,而对于亲身承受这一切的人来说,则远比一切都更为有害。
- 41.8ἐὰν δύνωμαι φίλας ποιῆσαι τὰς πόλεις τῶν τε πρότερον ζητημάτων ἀπαλλάξας καὶ τὸ λοιπὸν εἰς εὔνοιαν καὶ ὁμόνοιαν προτρεψάμενος
在条件从句 ἐὰν δύνωμαι 内部,包含了一个双宾格结构(φίλας ποιῆσαι τὰς πόλεις)以及两个主格分词(ἀπαλλάξας 与 προτρεψάμενος)。分词在格上与从句动词的主语(即演说者“我”)一致,故使用主格。
- 41.10ἣν προσήκει μιμουμένους ὑμᾶς
关系代词 ἣν 指代前文的“受神眷顾之城(罗马)”,充当分词 μιμουμένους 的宾语。无人称动词 προσήκει 引领宾格加不定式结构,μιμουμένους ὑμᾶς 为其后不定式 φαίνεσθαι 的逻辑主语(宾格)。
- 41.12ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους
由 ὡς 引导的表示主观理由的破格句(anacoluthon):前半部分(τοῦτο μέν)采用了属格独立结构(ὑπαρχόντων αὐτοῖς ἐναντίων),而后半部分(τοῦτο δέ)则转入省略了判断动词(如 νομιζόντων 及不定式 εἶναι)的宾格结构(αὐτοὺς ἄφρονας καὶ φιλονίκους),并列呈现了外界对纷争双方评判的两个方面。
- 41.14τίς δὲ σύμβολος ἀμείνων τοῖς ἰδοῦσιν ἢ φίλος ἐντυχών
名词 σύμβολος 指在路上偶然遇见并被视为征兆或吉凶预兆之事(omen)。τοῖς ἰδοῦσιν 是表示评判视角的与格(“对目睹者而言”)。此处借用了旅途相遇之预兆的隐喻,指出偶遇友人(φίλος ἐντυχών)乃是世间最吉祥且最有助益的征兆。
