- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:41.1-41.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者向阿帕梅亚的评议会和公民表达了对其所赐恩遇与善意的谢意,并申明了自己对该邦的公民忠诚。他论证了热爱母邦与效忠养育之邦二者兼得并不矛盾,借助世系与法律纽带阐明自身与该邦的深厚关联,并援引自己在两邦纷争中未曾危害阿帕梅亚的过往以求得公众的信任。
Ὅτι μὲν ὑμεῖς, ὦ βουλὴ καὶ τῶν ἄλλων οἱ παρόντες οἱ μετριώτατοι, πρᾴως πρὸς ἐμὲ καὶ φιλικῶς ἔχετε, δοκῶ μοι τοῦτο γιγνώσκειν. αὐτός τε γὰρ ἐμαυτὸν οἶδα περὶ πολλοῦ ποιούμενον τὴν παρ’ ὑμῶν εὔνοιαν καὶ μηδέποτε μηδὲν ἐναντίον μήτε εἰπόντα μήτε πράξαντα, καὶ ὑμεῖς εὐθὺς ἐμὲ ἀφικόμενον ἐτιμήσατε δημοσίᾳ ψηφίσματι πέμψαντες, συνηδόμενοι τῆς καθόδου1 καὶ παρακαλοῦντες ἐπιδημῆσαι πρὸς αὑτούς.
评议会的各位,以及在场的其他最为审慎的公民们,你们对我抱有宽和与友善的态度,这一点我想我是心领神会的。因为我自己深知我极看重你们的美意,且从未说过或做过任何违背你们之事;而你们在我刚一抵达时,便通过派遣使者送达公共决议来礼遇我,为我的归来同感欢喜,并邀请我寓居于你们之中。
καὶ ἴσως οὐδὲν ἐποιεῖτε θαυμαστόν· οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεις, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείας καὶ βουλῆς καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντες οὐδὲ ἀνάξιον τιμᾶσθαι. τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλ’ ὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς.2 τὸ δὲ εἶναί τινας, ὡς ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένους οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν. καίτοι ἐπίσταμαι σαφῶς οὐδὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος,3 ἀλλ’ ἐνίους δι’ αὐτὸ τοῦτο ἀχθομένους ὅτι λίαν δοκῶ φιλόπολις καὶ πρόθυμος.
或许你们的所作所为也并不足为奇。因为不仅其余城邦,而且凡我所至之处,与你们享有同等声望的城邦中几乎绝大多数,都在我别无所求的情况下,授予了我公民权、评议会席位以及最高荣誉,因为他们认为我并非对他们无益,也并非不配受此尊崇。然而你们的做法却非外人之举,而宛如一个祖国以仁爱与恩德尊崇自己的公民。不过,城中若有人——正如在平民城邦中常有的那样——对我并不十分中意,考虑到两座城邦之间的竞争之情,我也并不感到奇怪。尽管我清楚地知晓,我连那里的公民也未能全部讨好,反而有些人正因为我显得过于热爱母邦且过于热忱而对我心怀怨尤。
δεῖ δὲ τὸν ἐπιεικῆ καὶ μέτριον ἄνδρα καὶ ταύτην παρέχειν τὴν ἐξουσίαν τοῖς ἑαυτοῦ πολίταις. τὸ γὰρ μηδένα ἐν πόλει μήτε ἀντιλέγειν ἑνὶ μήτε μέμφεσθαι κἂν ἅπαντα φαίνηται ποιῶν καλῶς, οὐ δήμων ἐστὶν οὐδὲ ἐπιεικές, ἀλλὰ μᾶλλον φιλεῖ τὸ τοιοῦτον συμβαίνειν τοῖς τυράννοις ἢ τοῖς εὐεργέταις. εἰ οὖν εἰσί τινες πρὸς ἐμὲ δυσκόλως διακείμενοι, τούτοις μάλιστα πιστεύω. δῆλον γὰρ ὡς νομίζοντές με ἀγαπᾶν τὴν ἐμαυτοῦ πατρίδα καὶ πάντα τρόπον αὔξειν οὕτως ἔχουσιν. ἐὰν οὖν πεισθῶσιν ὅτι καὶ ταύτην ἡγοῦμαι πατρίδα, καὶ πράττειν ὑπὲρ αὐτῆς ὅ,τι ἂν δύνωμαι πρόθυμός εἰμι, ῥᾳδίως μεταβαλοῦνται καὶ ἀγαπήσουσί με τοῖς ἄλλοις ὁμοίως.
然而,一个宽仁而审慎之人,也必须将这一自由赋予自己的同胞公民。因为在城邦之中,即使某人看似把一切事情都做得尽善尽美,却没有任何人反对他或责难他,这既非民主城邦的做派,也非公平之事;反倒对于僭主而非恩人,才往往容易发生这等情状。因此,如果有人对我心怀抵触,我反倒最信任他们。因为显而易见,他们持这种态度,是因为确信我热爱自己的祖国并企图千方百计地使之光大。因此,若他们相信我也将此邦视为祖国,并愿竭尽所能为之效力,他们便会轻易改变看法,同其他人一样爱戴我。
τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι. πυνθάνομαι δὲ αὐτῶν, εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παῤ αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν δι’ αὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον. ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας, οὐκ ἂν γένοιτο ὅσιος οὐδὲ πρὸς τοὺς θεμένους αὐτόν.
对于我最深爱自己的祖国这一点,我绝不否认。但我倒要问问他们,他们是否认为这是不义而卑劣之人的行径,因而就不愿在自己中间拥有这样一位公民呢?既然如此,你们自可毫无猜忌地拥护我以及其余最优秀之人作为公民。而且不仅如此,恰恰因这同一缘由,你们才更可以正当地信任我。因为凡是对生身父母薄情寡义之人,对于收养他的人也绝不可能虔敬。
ὁ δὲ τοὺς γεννήσαντας ἀγαπῶν οὐδέποτ’ ἂν ἀμελήσειε τῶν χάριτι γονέων γενομένων. τὸ μὲν γὰρ τῆς φύσεως αὐτόματόν ἐστι, τὸ δὲ τῆς χάριτος ἑκούσιον. εἰμὶ μὲν οὖν πολίτης ἑκατέρων· ἀλλ̓ ἐκείνοις μὲν οὐ δεῖ με περὶ τούτου χάριν εἰδέναι, ὑμᾶς δὲ ὡς εὐεργέτας ἀμείβεσθαι δίκαιον. διὰ γὰρ τὴν ὑμετέραν εὔνοιαν καὶ δωρεὰν μετέχω τῆς πόλεως. ἀλλ’ ὅσοι μὲν αὐτοὶ πολῖται γεγόνασι, τούτοις μόνον ὑπάρχει φιλάνθρωπον τὸ τῆς δωρεᾶς, τὸ δὲ τῆς φύσεως ἀναγκαῖον οὐ πρόσεστιν. ἐμοὶ δὲ ἀμφοτέρων μέτεστιν·
相反,凡深爱生身父母之人,绝不会怠慢那些出于恩义而成为其父母的人。因为出于自然的关系是非由自主的,而出于恩义的结合则是出于自愿的。如今,我兼为两邦之公民;但对于前者,我无需就此事感恩戴德,而对于你们,像对待恩人一样给予回报才是公正的。因为我是凭借你们的善意与恩赐才得以分享这座城邦的。然而,凡是自身直接获得公民权之人,他们所享有的仅是恩赐的仁善,而未附带自然的必然纽带。我却兼有二者。
ὁ μὲν γὰρ πάππος ὁ ἐμὸς μετὰ τῆς μητρὸς τῆς ἐμῆς παρὰ τοῦ τότε αὐτοκράτορος φίλου ὄντος ἅμα τῆς Ῥωμαίων πολιτείας καὶ τῆς ὑμετέρας ἔτυχεν, ὁ δὲ πατὴρ παρ’ ὑμῶν· ὥστε καὶ χάριτι καὶ γένει πολίτης ὑμέτερός εἰμι. τὸ γὰρ ἀπωτέρω δυοῖν βαθμοῖν ζητεῖν τὸ γένος οὐδαμῶς ἐπιεικές. οὐδεὶς γὰρ οὕτω τό γε ἀληθὲς ἐξ οὐδεμιᾶς εὑρεθήσεται πόλεως. καὶ μὴν τῶν γε ἐμῶν τέκνων ἥδε πατρίς ἐστι μᾶλλον. τὸ μὲν οὖν ἀναγκαῖον συνακολουθεῖν τὰ τέκνα τῷ πατρί· πολὺ δὲ ἥδιον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι.
因为我的外祖父与我的母亲一同从当时的皇帝——外祖父的朋友——那里同时获得了罗马公民权与你们城邦的公民权,而我的父亲则是从你们手中获得的;因此,无论依恩典还是依血统,我都是你们的公民。因为若追溯世系超过两代以上,绝非情理所容。按此标准,实际上世上便无人能被证实属于任何一座城邦。再者,对于我的孩子们而言,这里更是他们的祖国。虽然按照必然规律理应子女追随父亲,但父亲追随子女却更为亲切欢喜。
διὰ μὲν δὴ ταῦτα εὔνους ὢν ὑμῖν τυγχάνω καὶ πολίτου διάθεσιν ἔχω· καὶ φανερῶς δὲ ἐδήλωσα. τῆς γὰρ φιλονικίας ἐνεστώσης ταῖς πόλεσι, καὶ τῆς πατρίδος σφόδρα μὲν αἰδουμένης ἐμὲ ἄκοντα ἐνοχλῆσαι, σφόδρα δὲ ἐπιθυμούσης ἀναλαβεῖν τὸ πρᾶγμα, πολλάκις τῷ τιμᾶν προκαλουμένης οὐχ ὑπήκουσα πρὸς τοῦτο μόνον, οὐδὲν ἂν ὀκνήσας ἐκείνης ἕνεκεν ποιῆσαι,4 μηδενὸς ἔλαττον τυχὸν πρᾶξαι δυνάμενος, καὶ φίλων μοι ὄντων οὔτε ὀλίγων οὔτε ἀδυνάτων, ἵνα μηδὲν ἐπίφθονον εἴπω μηδὲ ὃ λυπήσει τινάς, ἔτι δὲ οὐκ ὀκνῶν τὴν ὁδόν, ὁπότε δεῖ με καὶ ἄλλως ἀπιέναι.
正因这些缘故,我对你们怀有深切善意,并具有一名公民的心志;对此我也已公开昭示。因为当两邦之间发生纷争之际,我的祖国虽极难为情于违背我的意愿来劳扰我,却又极渴望我出面承揽此事,并屡次以崇高荣誉来劝请我,但我唯独在这一件事上未曾顺从——即便我本愿为她毫不迟疑地做任何事,即便我所能办到的事情或许不逊于任何人,且我拥有的朋友既非少数亦非无能之辈(恕我不说惹人生忌或令人伤感之语),况且我本就要因他事前去,丝毫不会对行程有所顾虑。
- 41.1συνηδόμενοι τῆς καθόδου
动词 συνήδομαι 通常接与格以表示同喜的对象或情由,但在此处接表示原因的属格(τῆς καθόδου,“因归来而同喜”)。
- 41.2τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλ’ ὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς
主语 τὸ ὑμέτερον(你们的作为)后接谓语 οὐκ ἔστιν ἀλλότριον(并非外人之举),而在 ἀλλʼ 之后是由 ὡς ἄν 引出的省略式比拟结构(补出 εἴη,“宛如……”),后接以属格分词短语修饰的状语。
- 41.2ἐπίσταμαι σαφῶς οὐδὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος
动词 ἐπίσταμαι 支配补充主格分词。主格阳性单数分词 δυνάμενος 与主句动词隐含的第一人称单数主语一致,表示演说者自知无能讨好那里的所有公民。
- 41.7οὐδὲν ἂν ὀκνήσας ἐκείνης ἕνεκεν ποιῆσαι
带有语气助词 ἄν 的分词 ὀκνήσας 表达潜在或与事实相反的虚拟语气含义(“即便我本愿为她毫不迟疑地做任何事”),对于主句的 οὐχ ὑπήκουσα(未曾顺从)起让步性的修饰作用。
