- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.36-40.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以天体、诸元素以及鸟类、昆虫和牲畜和睦共处的自然秩序为例,说明万物皆依循让步与和谐而存续,进而痛斥凡人小邑彼此争端不休,甚至将亲子之爱等天性纽带变为仇恨的愚昧行径。
σκοπεῖτε γάρ, εἰ καί τισι δόξει μετέωρος ὁ, λόγος καὶ οὐ πάνυ τι ὑμῖν συμπαθής, ὅτι ταῦτα πεφυκότα ἄφθαρτα καὶ θεῖα καὶ τοῦ πρώτου καὶ μεγίστου γνώμῃ καὶ δυνάμει κυβερνώμενα θεοῦ τὸν ἅπαντα χρόνον ἐκ τῆς πρὸς ἄλληλα φιλίας καὶ ὁμονοίας σῴζεσθαι φιλεῖ, τά τε ἰσχυρότερα καὶ μείζω καὶ τὰ ἐλάττω δὴ δοκοῦντα. ταύτης δὲ τῆς κοινωνίας διαλυθείσης καὶ στάσεως ἐπιγενομένης οὐχ οὕτως ἀνώλεθρος οὐδὲ ἄφθαρτος αὐτῶν ἡ φύσις, ὥστε μὴ ταραχθῆναι1 καὶ τὴν ἀμήχανόν τε καὶ ἄπιστον, ὥς φασιν, ὑπομεῖναι φθορὰν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν.
请诸位想一想,即使这番论述在某些人看来过于高深玄远,并非十分切合你们的心意,但这些生来不朽而神圣、且在全部时间内由至初至大的神之旨意与力量所掌舵的存在,正是由于彼此间的友爱与和谐而得以常保无虞的——无论是那些更强盛、更宏大的,还是那些看似逊色的。然而,一旦这种结合被瓦解,内讧骤起,它们的本性也绝非如此不死或不朽,以至于不会陷入混乱并承受人们所说的那种从“存在”堕入“非存在”的难以想象且不可置信的毁坏。
ἡ μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν ᾧ τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως ὂν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις,2 ὅρῳ τε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. ἡ δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα.
因为智者们所说的那种以太的优势统治——在其中存在着支配一切且在灵性力量中居于首要地位之物,他们往往毫不回避地称之为火——由于在某些既定的时期依限度而温和地发生,似乎是在完全的友爱与和谐中降临的。而其他元素违背规律而产生的贪婪与争执,虽怀有毁灭的终极危险,但就整个宇宙而言绝不至发生,因为在它们之中存在着完全的和平与公义,一切事物在各处都听命并屈服于一条明理的法则,顺从并紧紧追随之。
οὐχ ὁρᾶτε τοῦτο μὲν ἥλιον νυκτὶ μεθιστάμενον καὶ παρέχοντα ἀνατεῖλαι τοῖς ἀφανεστέροις ἄστροις, τοῦτο δὲ σελήνην ἐῶντα καταλάμψαι τὴν ἅπασαν γῆν ἐν ἐρημίᾳ τοῦ κρείττονος φωτός; τοῦτο δὲ ἄστρα ὑποχωροῦντα ἡλίῳ καὶ μηδὲν ἡγούμενα πάσχειν μηδὲ ἀπόλλυσθαι διὰ τὴν ἐκείνου δύναμιν; τοῦτο δὲ αὖ3 τὸν ἥλιον περὶ μέσην ἐνίοτε ἡμέραν ἐπισκοτούμενον σελήνης ὑποδραμούσης, ᾗ τὸ φῶς αὐτὸς δίδωσι, πολλάκις γε μὴν ὑπὸ τῶν ἀσθενεστάτων νεφῶν ἀποκρυπτόμενον ἤ τινος ἀραιᾶς ὁμίχλης περί τε λίμνας καὶ ποταμοὺς ἱσταμένης, ὡς ἔσθ’ ὅτε μὲν εἴργεσθαι παντελῶς, ἐνίοτε δὲ ἀδρανῆ τὴν ἀκτῖνα καὶ λεπτὴν διαπέμπειν·
难道你们没有看到,太阳在夜间退隐,让位给更微弱的星辰升起,并在那更卓越的光芒隐退之际,任由月亮照耀整片大地吗?难道你们没有看到星辰向太阳退让,且并不认为自己因其威力而遭受了损害或归于毁灭吗?难道你们没有再次看到,太阳有时在正午时分,因月亮潜行其下而被遮蔽——而正是太阳赋予了月亮光芒——而且常常被最薄弱的云层或在湖泊与河流周围升起的稀薄雾气所掩蔽,以至于有时被彻底隔绝,有时则仅射出微弱无力的光线?
τοῦτο δὲ τῶν πλανωμένων ἀστέρων τὴν ἄπαυστον χορείαν, ἃ μηδέποτε ἀλλήλοις ἐμποδὼν ἵσταται; πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει,4 καθάπερ ἕρμα νεώς, ὕδωρ δὲ περὶ ταύτῃ κεχυμένον, ὕπερθεν δὲ ἀμφοῖν ἀὴρ μαλακός τε καὶ εὔπνους, ὁ δὲ ἀνωτάτω καὶ ξύμπαντα ἔχων αἰθὴρ πυρὸς θείου κύκλῳ περιδραμόντος αὐτοῖς; καὶ ταῦτα μέν, οὕτως ἰσχυρὰ καὶ μεγάλα, τὴν πρὸς ἄλληλα κοινωνίαν ἀνέχεται καὶ διατελεῖ χωρὶς ἔχθρας· μικρὰ δὲ οὕτω πολίχνια τῶν ἐπιτυχόντων ἀνθρώπων καὶ ἔθνη ἀσθενῆ κατοικοῦντα ἐν μέρει τῆς γῆς οὐ δύναται τὴν ἡσυχίαν ἄγειν οὐδὲ ἀθορύβως ἀλλήλοις γειτνιᾶν;
难道你们没有看到游荡的星辰那不息的舞蹈,它们从未彼此阻碍吗?再者,大地获得了最低的位置,宛如船只的压舱物般驻留不动,水流环绕倾注其旁,两者之上则是柔和而通气的空气,而最上方且包容万物的以太,则化作神圣的火在它们周围环绕巡行。既然这些如此强大而宏伟的存在尚能维系彼此的结合、长久免于仇怨,难道庸碌之人的如此微小城邑以及居住在大地一隅的孱弱族群,就不能安分守己、相安无事地彼此为邻吗?
ἀλλ’ ὄρνιθες μὲν ἐγγὺς ἀλλήλων ποιησάμενοι νεοττιὰς οὐκ ἐπιβουλεύουσιν αὑτοῖς οὐδὲ διαφέρονται περὶ τροφῆς καὶ φρυγάνων, οὐδὲ μύρμηκες πλησίον ὀπὰς ἔχοντες, ἐκ τῆς αὐτῆς ἅλω πολλάκις εἰσφερόμενοι σῖτον, ἀλλὰ παραχωροῦσιν αὑτοῖς καὶ τῶν ὁδῶν ἐκτρέπονται καὶ συνεργάζονται πολλάκις, οὐδὲ ἑσμοὶ πλείονες μελιττῶν, ἕνα καὶ τὸν αὐτὸν νεμόμενοι λειμῶνα, τῶν ἔργων ἀμελήσαντες περὶ τῶν ἀνθῶν τῆς δρόσου διαφέρονται.
然而,即使是鸟类,在彼此相邻处筑巢,也不会相互暗算,更不会为了食物或枯枝而起争执;相邻而穴居的蚂蚁,即便常从同一片打谷场搬运谷物,也不会相争,反倒彼此让步、让出道路并常常互相协助;几群蜜蜂在同一片草地上采蜜,也不会荒废劳作而为了花间朝露相互争斗。
καὶ μὴν ἀγέλαι βοῶν τε καὶ ἵππων ἀναμιχθεῖσαι πολλάκις ἀθορύβως καὶ πρᾴως νέμονται, ὥστε μίαν ἐξ ἀμφοῖν ἀγέλην ὁρᾶσθαι· ἔτι δὲ αἰπόλια καὶ ποίμνια συμμιχθέντα ἐπὶ νομῆς διημερεύσαντα ῥᾳδίως καὶ πρᾴως ὑπὸ τῶν νομέων διεκρίθησαν. ἄνθρωποι δὲ βοσκημάτων καὶ θηρίων χείρους, ὡς ἔοικε, τὰ πρὸς φιλίαν καὶ τὸ κοινωνεῖν ἀλλήλοις. ἃ γὰρ ἡ φύσις ἐποίησεν εὐνοίας ἕνεκα, ταῦτα ἰδεῖν ἔστιν ἔχθρας καὶ μίσους αἴτια γιγνόμενα. αὐτίκα ἡ πρώτη καὶ μεγίστη φιλία γονεῦσι πρὸς παῖδας.
不仅如此,牛群与马群即便常常混杂在一起,也安宁温和地吃草,以至于两者看似融合成了一个群落;而且山羊群与绵羊群即便混在一起终日同牧,也能被牧人轻松温和地分开。然而人类在友爱与相互结交之事上,似乎比放牧之牲畜与野兽更为恶劣。因为自然出于好意而造就的那些纽带,反而显而易见地成了仇怨与憎恨的根源。例如,父母与子女之间那最先建立且最为伟大的友爱便是如此。
- 40.36οὐχ οὕτως ἀνώλεθρος οὐδὲ ἄφθαρτος αὐτῶν ἡ φύσις, ὥστε μὴ ταραχθῆναι
此处采用 οὐχ οὕτως ... ὥστε μή 的结果从句结构,意为“它们的本性绝非如此……以至于不……”,通过双重否定强调后果。承接前方的独立属格条件从句(ταύτης δὲ τῆς κοινωνίας διαλυθείσης...),指出即便对于宇宙元素而言,一旦和谐破裂,也同样会堕入毁灭。
- 40.37ἐν ᾧ τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως ὂν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις
关系从句 ἐν ᾧ 内部的句法结构。分词 ὂν(中性单数宾格)与 τὸ βασιλεῦον καὶ τὸ κυριώτατον 一致,作为取决于 οὐκ ἀποτρέπονται(毫不回避)的不定词 ὀνομάζειν(称呼)的直接宾语,πῦρ 则为其宾语补足语(述语宾格),全句意为“其中存在着灵性力量中支配一切且至高之物,他们常不避讳将其称为火”。
- 40.38τοῦτο μὲν ... τοῦτο δὲ ... τοῦτο δὲ ... τοῦτο δὲ αὖ ...
使用了一连串副词性宾格 τοῦτο μὲν ... τοῦτο δὲ ...(一方面……另一方面……此外……),并列引出由主要疑问动词 οὐχ ὁρᾶτε(难道你们没有看见……)所统摄的诸种天文现象(日夜交替、群星退让、日食与云雾遮日等)。
- 40.39πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει
在副词性过渡短语 πρὸς δὲ αὖ(再者)之后,列举了宇宙四大元素(土、水、气、以太/火)的层级空间分布。相对于 γῆ μὲν 带有明确的主动词 ὑπομένει,后续的 ὕδωρ δὲ ...、ὕπερθεν δὲ ... 以及 ὁ δὲ ... αἰθὴρ 均承前省略了动词,维系着平衡的列举结构。
