← 金嘴狄翁

演说集

§40.7-40.11

为营建工程的付出与对狭隘反对者的反驳

演说者回顾了工程启动后自己所付出的巨大辛劳,批驳了那些为拆除旧日破烂废墟而百般怨诽、嫉妒城邦威望提升的狭隘反对者,并强调城邦应展现出与周边大都会相匹敌的庄严与志气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.7

ἐπεὶ δὲ ἀρχὴν ἔλαβεν, ὅσα μὲν αὐτὸς ἔπαθον μετρῶν καὶ διαμετρῶν καὶ λογιζόμενος, ὅπως μὴ γένοιτο ἀπρεπὲς μηδὲ ἀχρεῖον, ὁποῖα ἔργα πολλὰ γέγονε παρ’ ἑτέροις μάτην ἀπολόμενα, καὶ τελευταῖον εἰς τὰ ὄρη φθειρόμενος, οὐκ ὢν ἔμπειρος τῶν τοιούτων οὐδενὸς οὐδὲ ἀπορῶν ἔργου τινός, ἀλλ’ ἕτερα μᾶλλον πράττειν δυνάμενος σπουδαιότερα ἴσως, ἀφ’ ὧν οὐ παρὰ μόνοις ὑμῖν εὐδοκιμεῖν ἔμελλον, ἐῶ νῦν ἐπεξιέναι. οὐδὲν γὰρ ἦν ἐμοὶ βαρὺ δι’ ὑμᾶς ὑπομένοντι.

但工程一旦启动,为了不使其变得不成体统或毫无用处——正如其他城邦中许多徒劳毁弃的工程那样——我亲自经历了无数的测量、校准与筹算,最后甚至奔波于山野之间,尽管我对诸如此类的事情毫无经验,也并非缺乏营生,而是本可以从事其他或许更为重要的事务,并因此不仅在你们当中赢得美誉——这一切我如今都略去不再细述。因为对于为了你们而承受这一切的我而言,没有任何事是难以忍受的。

§40.8

λόγοι δὲ ἐγίγνοντο πολλοὶ μέν, οὐ παρὰ πολλῶν δέ, καὶ σφόδρα ἀηδεῖς, ὡς κατασκάπτω τὴν πόλιν, ὡς ἀνάστατον πεποίηκα σχεδὸν ἐξελαύνων τοὺς πολίτας, ὡς ἀνῄρηται πάντα, συγκέχυται, λοιπὸν οὐδέν ἐστιν. καὶ τινες ἦσαν οἱ σφόδρα ὀδυρόμενοι τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, χαλεπῶς ἔχοντες, εἰ μὴ μενεῖ ταῦτα τὰ ὑπομνήματα τῆς παλαιᾶς εὐδαιμονίας, ὥσπερ τῶν Ἀθήνησι Προπυλαίων κινουμένων ἢ τοῦ Παρθενῶνος ἢ τὸ Σαμίων Ἥραιον ἡμᾶς ἀνατρέποντας1 ἢ τὸ Μιλησίων Διδύμειον ἢ τὸν νεὼν τῆς Ἐφεσίας Ἀρτέμιδος, ἀλλ’ οὐκ αἰσχρὰ καὶ καταγέλαστα ἐρείπια, πολὺ ταπεινότερα τῶν κλεισίων, οἷς ὑποδύεται τὰ πρόβατα, τῶν ποιμένων δὲ οὐδεὶς ἂν δύναιτο εἰσελθεῖν οὐδὲ τῶν γενναιοτέρων κυνῶν· ἐφ’ οἷς ὑμεῖς μὲν ἠρυθριᾶτε καὶ διετρέπεσθε τῶν ἡγεμόνων εἰσιόντων, οἱ δὲ ἀηδῶς ἔχοντες πρὸς ὑμᾶς ἐπέχαιρον καὶ ἐγέλων· ὅπου μηδὲ τοῖς χαλκεῦσιν ἐξῆν διάρασθαι σχεδόν, ἀλλὰ εἰργάζοντο κεκυφότες· καὶ ταῦτα πίπτοντα καὶ ὑπερηρεισμένα, ἃ πρὸς τὴν πληγὴν τοῦ ῥαιστῆρος ἔτρεμε καὶ διίστατο· ἀλλ’ ὅμως ἦσαν οἵ χαλεπῶς ἑώρων ἀφανιζόμενα τὰ σημεῖα τῆς ἔμπροσθεν πενίας καὶ ἀδοξίας, οὐχ ὅτι τῶν κιόνων ἔμελεν αὐτοῖς τῶν ἱσταμένων οὐδὲ τῶν γείσων, οὐ τῶν οἰκοδομουμένων ἐργαστηρίων ἄλλοσε, ἀλλ’ ἵνα μηδέποτε μεῖζον ὑμεῖς ἐκείνων φρονῆτε.

然而流言四起,流言虽多,出自之人却并不算多,且极其令人不悦:说什么我正在拆毁城邦,几乎将城邦夷为废墟、驱逐市民,一切皆遭摧毁、陷入混乱,已一无所剩。甚至还有人痛哭流涕地哀悼某某人的铁匠铺,若不能保留这些往昔繁荣的纪念物便心怀怨恨,仿佛雅典的卫城山门或帕特农神庙正被撼动,或者仿佛我们正在推倒萨摩斯人的赫拉神庙、米利都人的迪迪玛阿波罗神殿或以弗所的阿耳忒弥斯神殿一样,而不是在拆除那些可耻可笑的废墟:它们远比绵羊钻入的简陋棚圈还要低矮,无论牧羊人还是健硕的猎犬都无法进入其中;当总督们入境时,你们为此面红耳赤、深感羞愧,而对你们心怀不善之人则幸灾乐祸、肆意嘲笑;在那些地方,甚至连铁匠都几乎无法挺直身子,只能佝偻着干活;而且这些房屋摇摇欲坠、全靠支柱支撑,在铁锤的敲击下便颤抖开裂。然而,即便如此,仍有人愤愤不平地看着往昔贫困与耻辱的痕迹归于消逝,这并不是因为他们关心正在竖起的石柱或屋檐,也不是关心正在别处建造的作坊,而是为了让你们永远无法拥有高过他们的志气。

§40.10

εὖ γὰρ ἴστε ὅτι καὶ τοῖς οἰκοδομήμασι καὶ ταῖς ἑορταῖς καὶ τῷ δικάζειν αὐτοὶ2 καὶ τῷ μὴ παρ’ ἑτέροις ἐξετάζεσθαι μηδὲ συντελεῖν ἄλλοις καθάπερ οἶμαι κώμην, πᾶσι τούτοις συναίρεσθαι πέφυκε τὸ φρόνημα τῶν πόλεων καὶ μεῖζον ἀξίωμα γίγνεσθαι τὸ τοῦ δήμου καὶ πλέονος τυγχάνειν τιμῆς καὶ παρὰ τῶν ἐπιδημούντων ξένων καὶ παρὰ τῶν ἡγεμόνων. ταῦτα δὲ τοῖς μὲν ἀγαπῶσι τὰς αὑτῶν πατρίδας καὶ μὴ φοβουμένοις μήποτε ἐλάττους αὐτῶν φανῶσι θαυμαστὴν ἔχει τὴν ἡδονήν· τοῖς δὲ ἐναντίως ἔχουσι καὶ βουλομένοις ἐν ἀσθενέσιν ἰσχύειν καὶ τὴν δόξαν τῆς πόλεως ἀδοξίαν αὑτῶν νομίζουσι δεόντως φέρει λύπην καὶ φθόνον.

因为你们深知,正是通过建筑、通过节日、通过由自己行使审判权,以及通过不被带到别处受审、不似——依我看——村落一般向他人纳贡,正是通过所有这一切,城邦的志气才得以自然提升,民众的威望才得以更加宏大,并能从寓居的外邦人及总督那里获得更多的尊荣。这些事对于那些热爱自己祖国、不惧怕自己显得逊色于祖国的人而言,带来了无比的喜悦;但对于那些心怀相反态度、企图在弱者中称霸且将城邦的荣耀视作自身耻辱的人而言,理所当然地带来了痛苦与嫉妒。

§40.11

καίτοι τὸ μὲν ὑπόδημα δεῖ πρὸς αὑτὸν ἁρμόττειν καὶ τὸν αὑτοῦ πόδα, καὶ ἂν δοκῇ μεῖζον, περιτεμεῖν· πόλιν δὲ οὐδέποτε δεῖ κολούειν οὐδὲ κατάγειν πρὸς αὑτὸν οὐδὲ πρὸς τὴν ἑαυτοῦ ψυχὴν μετρεῖν, ἐὰν τύχῃ σμικρὰν ἔχων καὶ ἀνελεύθερον, καὶ ταῦτα παραδειγμάτων ὄντων·3 λέγω δὲ τὸ τῶν Σμυρναίων, τὸ τῶν Ἐφεσίων, Ταρσεῖς ἐκείνους, Ἀντιοχέας. καὶ ταῦτα ἐπίσταμαι σαφῶς ὅτι καὶ πρότερόν τινες ἀκούοντες διερρήγνυντο καὶ χαλεπῶς ἔφερον, εἰ τοιούτων ἐθίζεσθε ἀκροᾶσθαι λόγων καὶ μετὰ τοιούτων πόλεων τολμᾷ τις ὀνομάζειν τὴν ὑμετέραν.

固然,鞋子应当适称于自己和自己的脚,若显过大,便当裁剪;但绝不应当贬损城邦,或将城邦拉低到自己的水平,或者倘若自己碰巧生就一副卑微狭隘的灵魂,便用自己的灵魂去衡量城邦——况且眼前本有范例:我说的是士麦那人、以弗所人的范例,还有那些塔尔苏斯人、安提阿人的范例。我也清楚知晓,此前有些人听闻此类言论时便气急败坏、深感愤恨,恨你们竟习惯于聆听这等话语,恨有人竟然敢将你们的城邦与那些城邦相提并论。

语法注3 条
  1. 40.8ὥσπερ τῶν Ἀθήνησι Προπυλαίων κινουμένων ἢ τοῦ Παρθενῶνος ἢ τὸ Σαμίων Ἥραιον ἡμᾶς ἀνατρέποντας

    由 ὥσπερ 引导的结构由前半部分的独立属格(τῶν ... Προπυλαίων κινουμένων)转为后半部分的宾格加分词结构(τὸ ... Ἥραιον ἡμᾶς ἀνατρέποντας),发生句式倒错(破格),均表示“仿佛……”的非真实比况。

  2. 40.10τῷ δικάζειν αὐτοὶ

    带冠词不定式 τῷ δικάζειν 的逻辑主语采用了主格形式(αὐτοί),用以强调受话的公民群体自身“亲自审判”。

  3. 40.11καὶ ταῦτα παραδειγμάτων ὄντων

    καὶ ταῦτα 对前述陈述表示让步与递进强调(“况且在……的情况下”),后接独立属格(παραδειγμάτων ὄντων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.7-40.11