← 金嘴狄翁

演说集

§40.12-40.17

驳斥使团谣言与对待邻城和解的态度

狄奥严厉谴责了反对派对其市政工程的阻挠与毁谤,以及他们针对皇帝接见使团及赐予他城特权所散布的荒谬谣言。他进而阐明自己在两城实现公和之前拒绝私下交往的原委,并解释了自己审慎参与当前和解进程的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.12

ὅμως δ’ ἐπὶ τούτοις σχετλιάζοντες καὶ τοιαῦτα λέγοντες καὶ διδόναι μηδένα ἐῶντες καὶ τοῖς ἔργοις ἐμποδὼν γιγνόμενοι, οὕτως ἐμὲ διέθηκαν, ὥστε ὀλίγου φυγὴν ἐμαυτοῦ καταψηφίσασθαι.1 καὶ γὰρ ἦν γελοῖον μετὰ φυγὴν οὕτως μακρὰν καὶ πράγματα τοσαῦτα καὶ τύραννον ἐχθρὸν δεῦρο ἀφικόμενον, ὥστε ἀναπαύσασθαι καὶ τὸ λοιπὸν ἐπιλαθέσθαι τῶν πρότερον χαλεπῶν, οἷον ἐκ δεινοῦ καὶ ἀγρίου πελάγους καὶ χειμῶνος ἀδοκήτως σωθέντα μόλις δι’ εὔνοιαν θεοῦ τινος, ἔπειτα ἐνταῦθα ὥσπερ ἐν λιμένι ναυαγεῖν.

然而,他们却为这些事情愤愤不平,四处散布此类言论,不准任何人捐献,处处阻挠工程,将我逼入如此境地,以致我几乎对自己判下了流放之罪。因为在经历了如此漫长的流放、如此众多的磨难以及仇视我的僭主之后,来到此地本是为了休养生息并从此忘却往昔的艰难——正如一个人蒙某位神明的垂青,在可怕狂暴的狂风恶浪中侥幸死里逃生之后——却在此处、宛如在港湾中遭遇舟覆,那确实太荒谬可笑了。

§40.13

θαυμάζω δὲ μάλιστα ἐνίων ἀνθρώπων τὴν κακοήθειαν, μᾶλλον δὲ τὴν ἄνοιαν, ὑπομιμνησκόμενος οἷα ἐλογοποίουν τὸ μὲν πρῶτον περὶ τῆς πρεσβείας, ἣν ἐπέμψατε εὐχαριστοῦντες. οὐ γὰρ ἡδέως αὐτὸν ἀποδέξασθαι2 τοὺς πρέσβεις, ἀλλὰ δυσχερᾶναι μᾶλλον, ὡς δέον αὐτὸν ἐπὶ τῆς πύλης ἀπηντηκέναι καὶ περιβαλεῖν τοὺς ἥκοντας ἢ τοὺς μηδέπω παρόντας ὀνομάζειν ἢ πυνθάνεσθαι περὶ τοῦδε καὶ τοῦδε, τί πράττουσιν ἢ διὰ τί πάντες οὐκ ἦλθον.

而我最感到惊异的,是某些人的居心不良,或者说愚蠢透顶;我回想起对于你们为表谢忱而派遣的使团,他们起初编造了怎样的谣言:说什么皇帝并非欣然接见使节,反倒大为不悦——仿佛皇帝理应亲自迎候于城门处,拥抱前来的使者,呼唤尚未到场者的名字,或者打听某某与某某近况如何、为何没有全体到齐一样!

§40.14

οἱ δὲ ἐλογοποίουν ὅτι τοῖς Σμυρναίοις παμπόλλας δωρεὰς δοίη καὶ χρήματα ἀμύθητα πέμψειε μετὰ τῶν Νεμέσεων, καὶ νὴ Δἴ ὡς ἄλλου τινὸς διαλεχθέντος μυρίους μὲν αὐτῷ συνεχώρησε βουλευτάς, χρυσίου δ’ ἐκέλευσε ποταμὸν εἰς τὴν πόλιν τραπῆναι καὶ μυριάδες ἄπειροί τινες ἐδόθησαν· ὧν οὐδὲν ἦν ἀληθές, ὡς ἐβουλόμην ἂν ἔγωγε.3

还有人造谣说,皇帝赏赐了士麦那人极多的厚礼,连同涅墨西斯女神像一起送去了不可计数的巨款;甚至指天发誓地说,另有一人进言后,皇帝便允准给他一万名议员,下令将一条黄金之河引向该城,并赐予了不可胜数、数以万计的金钱——这一切没有一件是真实的,尽管就我而言倒真希望那是真的。

§40.15

τὸ γὰρ ἄλλους καλῶς πράττειν καὶ μεγάλων τυγχάνειν οὐκ ἂν οὐδέποτε λυπήσειε τὸν νοῦν ἔχοντα ἄλλως τε καὶ πρῶτον τυχόντα καὶ τὴν ἀφορμὴν ἴσως παρεσχηκότα. ὅμοιον γάρ, ὥσπερ εἴ τις αὑτῷ μόνον λάμπειν ἠξίου τὸν ἥλιον ἢ τὸν Δία ὕειν ἢ τοὺς ἀνέμους πνεῖν ἢ μηδένα ἄλλον ἀπὸ τῶν κρηνῶν δύνασθαι πιεῖν. ἀλλ’ ὁμοῦ φιλανθρωπότατος ὢν ὁ αὐτοκράτωρ καὶ συνετώτατος ἁπάντων ἐμοί τε παρέσχεν ὧν ἐγὼ ἐδεόμην καὶ ἄλλοις ὧν ἐκεῖνοι ἐδέοντο.

因为旁人得享福祉、蒙受巨惠,绝不至于让明智之人感到痛苦,尤其是对于最先获得恩遇、并且或许正是为此提供契机的人而言更是如此。若非如此,便宛如有人竟要求太阳只为自己一人照耀、宙斯只为自己降雨、风只为自己吹拂,或者旁人都不得饮用泉水一般。然而皇帝兼具全天下最仁慈也最明睿之德,既赐予了我所祈求的事物,也赐予了他人所祈求的事物。

§40.16

τίνος οὖν ἕνεκεν εἴρηκα πάντα τοῦτον τὸν λόγον, ὑπὲρ ἄλλων ὑμῶν βουλευομένων; ὅτι καὶ τούτου τοῦ πράγματος ἐγὼ πρότερος ἡψάμην καὶ πολλοὺς εἶπον ἐνθάδε λόγους ὑπὲρ ὁμονοίας, ἡγούμενος συμφέρειν τῇ πόλει τοῦτο καὶ κρεῖττον εἶναι μὴ διαφέρεσθαι πρὸς μηδένα ἀνθρώπων, ἥκιστα δὲ οἶμαι πρὸς τοὺς ἐγγὺς οὕτω καὶ ἀστυγείτονας. οὐ μέντοι πρὸς ἐκείνους γε ἦλθον οὐδὲ εἶπον φιλάνθρωπον οὐδὲν πρὸ τοῦ καταλλαγῆναι δημοσίᾳ τὴν πόλιν καὶ φίλους ὑμᾶς γενέσθαι. καίτοι ψήφισμά γε ἔπεμψαν εὐθὺς ἐν ἀρχῇ φιλοφρονούμενοι καὶ παρακαλοῦντες ἀφικέσθαι· καὶ πολλὰ δίκαιά μοι πρὸς αὐτοὺς ὑπῆρχεν, ὥσπερ ἄλλῳ τινὶ τῶν ἐντεῦθεν· ἀλλ’ ὅμως οὐχ ὑπέμενον φιλανθρωπεύεσθαι κατ’ ἐμαυτόν, ἀλλὰ κοινῇ μεθ’ ὑμῶν αὐτοῖς ἐβουλόμην γενέσθαι φίλος.

那么,在你们正商议其他事务之际,我为何要发表这整篇讲话呢?因为这项事业我也是最先涉足的,我曾在此多次发表演说倡导和睦,认为这对城邦大有裨益,且不与任何人产生争执——我想尤其是与如此邻近的近邻——才是上策。然而,在城邦公开和解、你们缔结友谊之前,我既未曾前往他们那里,也未曾说过任何亲善之辞。尽管他们从一开始就送来决议,表示友善并敦请我前往,而且我与他们之间如同此地任何其他人一样拥有许多正当的情谊;但即便如此,我绝不能容忍自己私下领受厚遇,而是希望与你们共同成为他们的友人。

§40.17

ὅθεν ὑφεωρῶντό με καὶ δυσχερῶς εἶχον. καὶ νῦν πυθόμενος τὰς διαλύσεις καὶ τὴν φιλίαν ταύτην πραττομένη,4 καὶ ψηφισαμένων ὑμῶν ἐμὲ καλεῖν, ἴσως καὶ ταύτης ἕνεκα τῆς χρείας (τυχὸν γὰρ ἠλπίζετε κἀμοῦ μετασχόντος ῥᾷον μᾶλλον καὶ ἀσφαλέστερον ἔσεσθαι πάντα· καίτοι καὶ νῦν ἴσως οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ κἀμοὶ νέμοντες τιμὴν μετὰ τῶν ἄλλων, λογιζόμενοι κἀμὲ πολίτην ὑμέτερον, τυχὸν προθυμότεροι γεγόνασι πρὸς ὑμᾶς) ὅμως οὐ σφόδρα ἠπείχθην εὐλαβούμενος μὴ γένηται τοῦτο ἐμποδὼν οὐκ ἐκείνοις, ἀλλὰ τῶν ἐντεῦθέν τισι. σχεδὸν γὰρ εἰώθασι πολλοὶ τῶν ἀνθρώπων οὐ τοῖς πραττομένοις, ἀλλὰ τοῖς πράττουσι φθονεῖν.

正因如此,他们曾对我心存戒备、深感不悦。而如今,我得知和解与这桩友谊正在商洽之中,且你们投票决定召唤我——或许也是出于这一需要(因为你们或许指望,若有我参与,一切都会更容易、更稳妥;而且甚至在如今,他们或许不仅向在场之人致敬,也与其他人一同向我致敬,念及我也是你们的公民,因而对你们或许变得更为热切)——即便如此,我并未急遽赶来,唯恐这会成为障碍,不是对他们,而是对这里的某些人。因为实际上,多数人向来习惯于嫉妒的并非事情本身,而是做事的人。

语法注4 条
  1. 40.12ὀλίγου φυγὴν ἐμαυτοῦ καταψηφίσασθαι

    属格 ὀλίγου 用作副词,意为“几乎”、“差一点”,修饰后面的不定词短语。动词 καταψηφίσασθαι 接刑罚的宾格(φυγήν)与受刑人的属格(ἐμαυτοῦ),意即“差一点对自己判处流放之刑”。

  2. 40.13οὐ γὰρ ἡδέως αὐτὸν ἀποδέξασθαι

    承接前文 οἷα ἐλογοποίουν(“他们编造了怎样的谣言”)的宾格加不定词间接引语结构。主语 αὐτόν 指图拉真皇帝,与后文的 δυσχερᾶναι 并列。随后的 ὡς δέον 为带有 ὡς 的绝对宾格(accusative absolute),表示造谣者主观且荒谬的预设(“仿佛皇帝理应……”)。

  3. 40.14ὧν οὐδὲν ἦν ἀληθές, ὡς ἐβουλόμην ἂν ἔγωγε

    未完成过去直陈式加上 ἄν(ἐβουλόμην ἄν)表达非现实的愿望或与事实相反的虚拟(“虽然就我而言倒真希望如此[但实际上并非如此]”)。关系代词 ὧν 指代前文列举的关于皇帝赐予士麦那等地巨额赏赐的传闻。

  4. 40.17καὶ νῦν πυθόμενος τὰς διαλύσεις καὶ τὴν φιλίαν ταύτην πραττομένη

    手抄本中的 πραττομένη 读作或校作 πραττομένην,作 πυθόμενος 后的补充同格分词,修饰 τὴν φιλίαν ταύτην(“得知这一友谊正在商议之中”)。句法结构上,καὶ νῦν πυθόμενος ... 与 ψηφισαμένων ὑμῶν 构成多重分词修饰,并在插入了长段括号内的推测(τυχὸν γὰρ ... πρὸς ὑμᾶς)之后,最终落在主句 ὅμως οὐ σφόδρα ἠπείχθην(“然而我并未急急赶来”),构成长距离的离隔结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.12-40.17