← 金嘴狄翁

演说集

§40.1-40.6

退隐公共生活的初衷与城邦美化工程承诺

演说者阐明自己归国后本欲退隐以调理身体并整顿凋敝的家事,但为了践行对城邦许下的公共承诺,他深感责任重大。他回顾了此前自己发起、并获得民众与总督们多次批准的城邦美化工程的原委。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

Ἐνόμιζον μέν, ὦ ἄνδρες πολῖται, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ἄξειν τὴν ἅπασαν ἡσυχίαν, δεῦρο ἀφικόμενος, καὶ μὴ προσάψεσθαι μήτε ἑκὼν μήτε ἄκων μηδενὸς κοινοῦ πράγματος, δι’ ἓν μὲν ὅτι καὶ πολλοὺς ὁρῶ σὺν τοῖς θεοῖς ἀεὶ τῶν πρεσβυτέρων καὶ τῶν νεωτέρων βουλομένους καὶ δυναμένους ἐπιτροπεύειν τὴν πόλιν καὶ προΐστασθαι τῶν ὑμετέρων ὀρθῶς οὔτε τοῦ λέγειν οὔτε τοῦ πράττειν ἐνδεῶς ἔχοντας, ἔτι δὲ τῆς παρ’ ὑμῖν πολιτείας ἐμπείρους ὄντας, ἐμὲ δὲ ὑπώπτευον· τὸ γὰρ ἀληθὲς εἰρήσεται· βαρύνεσθαί τινας ὡς ξένον καὶ περιττόν·1 ἔπειτα οἶμαι καὶ τοῦ σώματος δέον ποιήσασθαί τινα πρόνοιαν,2 ἐκ πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας ἀπειρηκότος, καὶ τῶν περὶ τὴν οἰκίαν, κομιδῇ φαύλως διακειμένων, ἃ τοσοῦτον ἀπολωλότα χρόνον οὐδεμιᾶς ἐπανορθώσεως τετύχηκεν. ὅπου γὰρ ἀποδημία δεσπότου χρονίσαντος ἱκανὴ διαφθεῖραι καὶ τὴν μεγίστην οὐσίαν, τί χρὴ προσδοκᾶν ἐν τοσούτοις ἔτεσι φυγῆς; ὅθεν οὐδεὶς ἂν προσεδόκησεν ἐμὲ σωθῆναι χωρὶς ὑμῶν δι’ εὐνοίας ὑπερβολήν. καίτοι μέχρι μὲν ὑπῆρχε πενίας κίνδυνος ἡμῖν, οὐδὲν ἦν δεινόν. οὐ γάρ εἰμι πρὸς τοῦτο ἀμελέτητος σχεδόν, τοσοῦτον χρόνον πλανηθεὶς οὐ μόνον ἄοικος καὶ ἀνέστιος, ἀλλὰ μηδὲ ἀκόλουθον ἕνα γοῦν ἐπαγόμενος. οὐ τοίνυν οὐδὲ τὸν υἱὸν ἤλπιζον χαλεπῶς ἂν ὑπομεῖναι πενίαν, οὐκ ὄντα ἐμοῦ χείρω τὴν φύσιν.

各位同胞,我此前即便不曾如此,现在回到此地后,本确实打算安享完全的清闲,无论自愿还是被迫,都不再插手任何公共事务。其一,是因为蒙神明庇佑,我见到无论在年长者还是年轻者当中,总有许多人既有意愿又有能力妥善管理城邦、主持你们的事务,他们在言语和行动上皆无欠缺,且深谙你们的政制;其二,则是因为我猜想——实话实说——有人将我视作外人和多余之人而感到厌烦。 此外,我认为也应当对自己的身体以及家事予以一番照料:我的身体因长期且连绵的艰辛而已疲惫不堪,而家事则陷入极度凋敝的境地,荒废了如此长的时间,未曾得到丝毫修复。因为即便只是一位主人的久留异乡,便足以毁掉极其庞大的家产,那么在这么多年流亡的岁月里,又该预料到何种景象呢?从中,除了你们因极大的善意〔而如此料想〕之外,绝不会有人料想我能够幸免于难。然而,只要摆在我们面前的仅仅是贫困的危险,那本算不得什么可怕之事。因为对此我绝非未经操练,我漂泊了如此长的时间,不仅无家无灶,甚至连一个侍从都未曾带在身边。再者,我也并不认为我的儿子会难以承受贫困,因为他的天资并不逊色于我。

§40.3

ἐπεὶ δὲ ὁ λόγος ἡμῖν ἐστιν ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὴν πατρίδα μηδὲ ἀποστερῆσαι τὴν ὑπόσχεσιν ὑμᾶς, ἣν ὑπεσχόμεθα μηδενὸς ἀναγκάζοντος, οὐδαμῶς ῥᾳδίαν οὐδὲ ὀλίγων χρημάτων, τοῦτο οἶμαι χαλεπὸν καὶ πολλῆς φροντίδος ἄξιον· οὗ γε οὐδέν ἐστι βαρύτερον οὐδὲ ὀφειλόμενον ἐπὶ πλείονι τόκῳ χάριτος. καὶ τοῦτό ἐστι τὸ, ἀναίσχυντον δάνειον καὶ πικρόν̔, ὅταν οἶμαι τῷ βραδύνειν ἡ χάρις εἰς χρέος μεταστῇ· ὃ τῷ παντὶ χαλεπώτερον ἀπαιτοῦσιν οἱ σιωπῶντες τῶν βοώντων.3

但是,当我们的论题关乎不背弃祖国、不让你们失去我们未经任何人强迫而许下的诺言时——这诺言绝非易事,亦非小数目的金钱所能办到——我认为这是艰难的,值得深加思虑;因为没有什么比这更为沉重,也没有什么比未偿的恩惠伴随着更高的利息。而这便是所谓的“无耻且苛刻的贷款”,我想,当由于拖延而使恩情沦为债务之时,便正是如此;对此,保持沉默之人催索的严苛程度,在各方面都远甚于大声呼喊之人。

§40.4

οὐδὲν γὰρ οὕτω δύναται τοὺς ὀφείλοντας ὑμῖν τὰ τοιαῦτα ὑπομιμνήσκειν, ὡς τὸ ὑμᾶς ἐκλελῆσθαι. διὰ μὲν δὴ ταῦτα ἀναγκαῖον ἐνόμιζον γενέσθαι πρὸς τοῖς ἐμαυτοῦ καὶ μηδενὶ τῶν κοινῶν προσιέναι μηδὲ μέχρι λόγου τέως, ἕως ἂν αἴσθωμαι τοῦτο δὴ τὸ παρὰ τῷ ποιητῇ λεγόμενον· "ὅ, ττι μοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται."

因为没有什么能比你们的全然遗忘,更能提醒那些对你们负有此等欠债的人了。正是由于这些原因,我认为必须专注于我自己的事务,暂且在言辞上也不去碰触任何公共事务,直到我弄清正如那位诗人所言的那样: “在我的殿堂里究竟成就了何等的灾祸与福祉。”

§40.5

πρότερον γὰρ οὐδ’ ἐπ’ ὀλίγον σχολὴν ἤγαγον ἴσως διὰ τὴν ἐμαυτοῦ πολυπραγμοσύνην, ὃς δέον ἐντυχεῖν ὑμῖν καὶ φιλοφρονήσασθαι τοσοῦτο μόνον καὶ θῦσαι τοῖς θεοῖς καὶ νὴ Δία ἀναγνῶναι τὰ γράμματα τὰ τοῦ αὐτοκράτορος, ὅτι ἀναγκαῖον ἦν, ἔπειτα εὐθὺς ἀναχωρῆσαι καὶ τρέπεσθαι καθ’ αὑτόν, λόγον τινὰ εἶπον4 ὑπὲρ ἔργου τινός, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ τῶν ἡγεμόνων ἐσπουδακότων, ἴσως μὲν ὑμῖν, ἴσως δὲ κἀμοὶ χαρίζεσθαι βουλομένων τὴν πόλιν ἄμεινον κατασκευάζειν καὶ σεμνοτέραν ποιεῖν ἅπασαν. πρότερον γὰρ ἴστε δήπουθεν ὅτι τοῖς τοιούτοις καὶ τῶν ἀστυγειτόνων ἐλειπόμεθα.

因为先前我甚至未曾享受过片刻的闲暇,这或许是出于我自己多管闲事的习性;我原本应当只是与你们会面并互致问候,向神明献祭,且凭宙斯起誓,宣读皇帝的信函,因为这是必需的,然后便立即退隐、专注于自身事务,但我却为一个建筑工程发表了言论;这不仅是我自己的意愿,也是因为总督们也倾注了热情,他们或许是想讨好你们,或许也想讨好我,希望将城邦建设得更为优良,使整座城邦更为庄严。因为在过去,想必你们知晓,我们在这些方面甚至落后于周边的邻近城邦。

§40.6

τοῦτον ἐμοῦ τότε εἰπόντος τὸν λόγον, ἐπήρθη τε πρὸς αὐτὸν ὁ δῆμος· οὐ γάρ ἐστε ἀγεννεῖς οὐδὲ ἀναίσθητοι τὰς φύσεις· καὶ πολλοὶ προετράπησαν φιλοτιμηθῆναι τῶν πολιτῶν. πάλιν δὲ ὕστερον ἐμοῦ τὸ πρᾶγμα ἐφ’ ὑμῖν ποιουμένου πολλάκις μὲν ἐν τῷ βουλευτηρίῳ, πολλάκις δ’ ἐν τῷ θεάτρῳ, ἵνα, εἰ μὴ δοκιμάζοιτε μηδὲ βούλοισθε, μηδένα ἐνοχλῶ· τὴν γὰρ ἀσχολίαν τὴν ἐσομένην ὑπώπτευόν μοι περὶ ταῦτα· πολλάκις μὲν ὑφ̓ ὑμῶν ἐκυρώθη, πολλάκις δὲ ὑπὸ τῶν ἡγεμόνων, οὐδενὸς ἀντειπόντος.

当时我发表那番言论之后,民众便为此深受鼓舞——因为你们生性绝非卑劣或迟钝——并且许多公民受到激励而踊跃输捐。后来,当我屡次在议事厅里、屡次在剧场里将此事交由你们裁决时——以免倘若你们不予认可或不愿施行,我平白打扰任何人;因为对于围绕这些事务将会给我带来的忙乱,我心中早已有所预料——此事曾屡次被你们批准,屡次被总督们批准,没有一人提出异议。

语法注4 条
  1. 40.1ἐμὲ δὲ ὑπώπτευον· τὸ γὰρ ἀληθὲς εἰρήσεται· βαρύνεσθαί τινας ὡς ξένον καὶ περιττόν

    动词 ὑπώπτευον(未完成过去时第一人称单数,“我猜想/疑惧”)统领不定式短语 βαρύνεσθαί τινας。此处语序发生倒装:置于前方的宾格 ἐμέ 充当不定式 βαρύνεσθαι 的直接宾语(“讨厌我/嫌弃我”),而置于后方的不定代词宾格 τινας 则是不定式的逻辑主语(“有些人”)。从上下文看,这表达了演讲者担心某些市民视其为外来多余之人而感到厌烦。

  2. 40.2ἔπειτα οἶμαι καὶ τοῦ σώματος δέον ποιήσασθαί τινα πρόνοιαν

    δέον 是无人称动词 δεῖ 的绝对宾格(accusative absolute),作状语表示“既然理当……”;或者亦可理解为受前文 ἐνόμιζον 的统辖,意为“(我认为)理应予以关照”。无论作何解,τοῦ σώματος 均作为宾格性属格受 πρόνοιαν 支配。

  3. 40.3ὃ τῷ παντὶ χαλεπώτερον ἀπαιτοῦσιν οἱ σιωπῶντες τῶν βοώντων

    τῷ παντί 是表示差异程度的与格(dative of degree of difference),修饰比较级 χαλεπώτερον,意为“在全方位/远远更加严厉地”。τῶν βοώντων 则是比较属格(genitive of comparison),与主语分词 οἱ σιωπῶντες(沉默者)相对比。整句骨架为:“沉默者比喧哗者远远更为严酷地催讨此物”。

  4. 40.5ὃς δέον ἐντυχεῖν ὑμῖν ... λόγον τινὰ εἶπον

    关系代名词 ὃς(先行词为前文指涉自身的 ἐμαυτοῦ)引导主谓结构,其谓语动词为 εἶπον。但在 ὃς 之后,插入了由 δέον 带领的一长串绝对宾格不定式短语(ἐντυχεῖν, φιλοφρονήσασθαι, θῦσαι, ἀναγνῶναι 等)以及后文的独立属格结构,构成了长跨度的分离句式(hyperbaton),直至句末才引出主谓核心 λόγον τινὰ εἶπον(“我发表了言论”),表达“本该如此行事,我却作了演讲”的转折对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.1-40.6