← 金嘴狄翁

演说集

§40.30-40.35

邻邦的依存关系与依循自然和谐的和解之道

演说者指出邻邦间在地理与经济上密不可分的依存关系,通过蚂蚁的协作与宇宙的和谐秩序反衬敌对所带来的日常痛苦,力劝众人做出让步与和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.30

πόσου δὴ ταῦτά ἐστι τὸ μὴ πάσχειν; πόσῳ δὲ πλείονος τὸ μὴ ποιεῖν;1 ποῖον δ’ ἂν τοσοῦτον γένοιτο χρημάτων πλῆθος ἢ χώρας μέγεθος ἀνθ’ οὗ προσήκει τοὺς νοῦν ἔχοντας ἀνθρώπους ἀντικαταλλάξασθαι τὴν καθ’ ἡμέραν εὐφημίαν, τὸ πρεπόντως μὲν θεᾶσθαι, προθύμως δὲ ἀποδημεῖν; καὶ μὴν τά γε τῆς χώρας καὶ τὰ τῆς θαλάττης καὶ τὰ τῶν ὀρῶν ἐξ ἅπαντος ὑμᾶς εἰς τὸ αὐτὸ συνάγει καὶ μὴ βουλομένους καὶ ἀναγκάζει χρήσασθαι ἀλλήλοις. ἐκεῖνοί τε γὰρ δέονται τῆς παρ’ ἡμῶν ὕλης καὶ ἑτέρων πολλῶν καὶ ἡμεῖς οὐκ ἔχομεν οὔτε εἰσαγαγέσθαι δι’ ἑτέρου λιμένος οὔτε ἐκπέμψαι τὰ γιγνόμενα παρ’ ἡμῖν.

那么,免受这些苦痛究竟值多少代价?而不做出这些事,又该值多么巨大的代价?究竟有何等数量的财富或广袤的土地,足以让明智之人用之换去每日的善名、合宜地观赏盛典以及欣然出行呢?况且,土地、海洋与山峦的形势,无论你们情愿与否,都必然将你们汇聚在一处,迫使你们彼此交往。因为他们需要我们这里的木材和许多其他物品,而我们既无法通过其他港口输入所需,也无法将我们这里出产的物品运送出去。

§40.31

πῶς οὖν οὐχ ἁπάντων δυστυχέστατον ὠνεῖσθαι μὲν ἑκάστους παρὰ ἀνθρώπων οὐ φίλων, ἀποδίδοσθαι δὲ τοῖς μισοῦσι, κατάγεσθαι δὲ παρὰ τοῖς βαρυνομένοις, ὑποδέχεσθαι δὲ τοὺς λοιδοροῦντας, συνεστιᾶσθαι δὲ ἐνίοτε τοῖς ἀλλοτριωτάτοις· ἐὰν δὲ πλοίου τις ἐπιβαίνῃ, σαφῶς εἰδέναι καὶ τὸν κυβερνήτην καὶ τοὺς ναύτας ἅπαντας καταρωμένους, τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν2 καὶ πλέοντας καὶ βαδίζοντας, καὶ τούτοις ἀεὶ πλείστοις κατὰ τὰς ὁδοὺς ἀπαντᾶν, πονηρὸν καὶ δυσχερῆ σύμβολον, ὥστε ἔγωγε ἐνεθυμούμην πολλάκις τὴν τῶν ἀνθρώπων ἀμαθίαν καὶ διαφθοράν, ὅτι τῶν σφόδρα ἀδόξων καὶ φαυλοτάτων ζῴων χείρους εἰσὶ ταῖς ψυχαῖς. οἱ μὲν γὰρ ἄνθρωποι πολλάκις ἐντυχόντες ἀλλήλοις μάχονται καὶ λοιδορηθέντες ἀπίασιν· οἱ δὲ μύρμηκες οὕτω πυκνοὶ βαδίζοντες οὐδέποτε ἠνώχλησαν ἀλλήλους, ἀλλὰ πάνυ πρᾴως ἐντυγχάνουσι καὶ παρίασι καὶ βοηθοῦσιν ἀλλήλοις.

因此,各自向非友善之人购买物品,向憎恨自己之人出售货物,投宿于厌弃自己之人的处所,接待辱骂自己之人,有时甚至与最为疏离之人共聚一席;若有人登船,便确知舵手与全体水手都在暗自诅咒;而且无论航行还是步行,都始终目睹这世间最令人不快的仇敌景象,并在道路上总是遇见为数最多的这些人——作为凶顽而恼人的不祥之兆:这一切难道不是世间最不幸的事吗?以至于我本人常思及人类的愚昧与堕落,他们在灵魂上甚至劣于那些极其卑微不齿的动物。因为人类彼此相遇,往往相互争斗,在互致谩骂后散去;而蚂蚁即使如此密集地行走,也从未彼此干扰,反而极为温和地相遇、交错而过并相互协助。

§40.33

καὶ μὴν τὸ νῦν συμβεβηκὸς περὶ τὴν ἡμετέραν πόλιν τὸ μὲν ἀληθὲς ἅπτεται πολλῶν καὶ κνίζει τοὺς ἄλλους πάντας, ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε3 καὶ παρ’ ὑμῖν αὐτοὺς ἀνάγκη κρίνεσθαι· χρὴ δὲ δι’ αὐτὸ μᾶλλον φιλανθρώπως ἔχειν καὶ μὴ παρέχειν ἑαυτοὺς ἐπιφθόνους. αὐτίκα οἱ πρέσβεις οἱ χειροτονηθέντες ἐπὶ τοῦτο τὸ πρᾶγμα πόθεν ἀπίασιν; οὐκ ἐκεῖθεν; οὐ παρὰ τῶν ἐχθίστων ἀναχθήσονται πλέοντες καὶ χρήσονται τῷ λιμένι τῆς ἐχθρᾶς πόλεως; ἢ κύκλῳ περιίασιν, ὥσπερ χαλεπῆς καὶ ἀβάτου τῆς ἐγγὺς ἡμῖν θαλάττης; ἐγὼ μὲν γὰρ καὶ τοῖς πρότερον διαφερομένοις πρὸς τοὺς ἀστυγείτονας ταῦτα ἡγοῦμαι χαλεπώτερα καὶ βαρύτερα τοῦ λαβόντας ὅπλα βαδίζειν εἰς τὴν χώραν ἢ προσβάλλειν τοῖς τείχεσιν ἢ τὰ δένδρα κόπτειν ἢ τῷ καρπῷ πῦρ ἐνιέναι.

况且,如今围绕我们城邦所发生的事——即你们受理诉讼,而他们必须在你们这里接受审判——实则触及了许多人并令其余所有人深感恼怒;然而正因如此,理当更加宽厚待人,切勿使自身招致怨恨。试问,为了此事而推选出的使节将从何处启程?难道不是从那里吗?难道他们不是要从最仇恨之人那里扬帆起航,并使用那敌对城邦的港口吗?抑或是要绕道而行,仿佛我们近旁的海洋险峻而不可通行似的?因为在我看来,即使对往昔与近邻发生争端的人而言,这些事情也比拿起武器进犯其领土、攻打其城墙、砍伐其树木或纵火焚烧其庄稼更为艰难和沉重。

§40.34

τούτων γὰρ οἶμαι χαλεπῶν ὄντων, τῷ παντὶ χαλεπώτερόν ἐστιν, ἀφ’ ὧν γίγνεται, τὸ τῆς ἔχθρας καὶ τὸ τοῦ μίσους. οὐ γὰρ ἔστι φανῆναί ποτε ἀπὸ τούτου τοῦ πράγματος ὠφέλιμον οὐδὲ χρηστόν. ὅ τε γὰρ τῆς ἔχθρας καρπὸς ἁπάντων πικρότατος καὶ δριμύτατος, ὥσπερ οἶμαι τοὐναντίον ὁ τῆς εὐνοίας ἥδιστος καὶ λυσιτελέστατος. τὸ γὰρ μηδέποτε εἴκειν μηδὲ παραχωρεῖν τῷ πλησίον, λέγω δὲ χωρὶς αἰσχύνης, μηδὲ τῶν μὲν τυγχάνειν αὐτούς, τὰ δὲ παριέναι τοῖς ἄλλοις, οὐκ ἀνδρεῖόν ἐστιν, ὥσπερ οἴονταί τινες, οὐδὲ μεγαλόφρον, ἀλλ’ ἀνόητον καὶ ἀμαθές.

因为我认为,尽管那些行径甚为艰难,但产生它们的根源——仇怨与憎恨——在各方面都要艰难得多。因为从这种事情中绝不可能产生任何有益或良善的结果。仇怨的果实乃是万物中最苦涩辛辣的,而正如我认为的那样,相反,善意的果实则是最甘美且最有益的。因为绝不向邻人退让或妥协——我指的是在不蒙受耻辱的前提下——也不愿自己获得一部分而将另一部分让予他人,这绝非如某些人所认为的那样是勇敢或气魄宏大,而是愚蠢与无知。

§40.35

οὐχ ὁρᾶτε τοῦ ξύμπαντος οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ θείων καὶ μακαρίων αἰώνιον τάξιν καὶ ὁμόνοιαν καὶ σωφροσύνην, ἧς οὔτε κάλλιον οὔτε σεμνότερον οὐδὲν οἷόν τ’ ἐπινοῆσαι; πρὸς δὲ αὖ τῶν λεγομένων στοιχείων, ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, τὴν ἀσφαλῆ καὶ δικαίαν δι’ αἰῶνος ἁρμονίαν, μεθ’ ὅσης εὐγνωμοσύνης καὶ μετριότητος διαμένειν πέφυκεν αὐτά τε σῳζόμενα καὶ σῴζοντα τὸν ἅπαντα κόσμον;

难道你们没有看到整个天空以及其中神圣而福乐的存在那永恒的秩序、和睦与节制吗?人们绝不可能构想出比之更美好、更崇高的事物了。此外,难道你们没有看到所谓诸元素——气、土、水、火——那历经永恒的稳固而公义的和谐,看到它们以何等深切的明理与适度自然地恒存,既保全了自身,又维系了整个宇宙吗?

语法注3 条
  1. 40.30πόσου δὴ ταῦτά ἐστι τὸ μὴ πάσχειν; πόσῳ δὲ πλείονος τὸ μὴ ποιεῖν;

    πόσου 为价值属格,与作为主语的名词化不定式短语 τὸ μὴ πάσχειν(免受这些苦痛)构成表语关系。接下来的 πόσῳ δὲ πλείονος 中,差额与程度与格 πόσῳ 修饰比较级的价值属格 πλείονος,承前省略了 ἐστί,并以不定式短语 τὸ μὴ ποιεῖν 为主语,构成整齐的对比(“而不做出这些事又该值多么巨大的代价”)。

  2. 40.31τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν

    句首短语 τὸ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν 作为后文不定式 ὁρᾶν 的宾语被前置提引,并通过指示代词 τοῦτο 予以复指重申,构成强调性的倒置先置结构(prolepsis / resumption)。

  3. 40.33τὸ νῦν συμβεβηκὸς περὶ τὴν ἡμετέραν πόλιν τὸ μὲν ἀληθὲς ἅπτεται πολλῶν καὶ κνίζει τοὺς ἄλλους πάντας, ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε

    名词化分词短语 τὸ νῦν συμβεβηκός 充当主语,其具体内容由随后的同位解释性 ὅτι 引导的从句(ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε...)进一步阐明。主语与主动词(ἅπτεται / κνίζει)之间插入了副词性短语 τὸ μὲν ἀληθές(“事实上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.30-40.35