← 金嘴狄翁

演说集

§40.23-40.29

和解的荣耀与城际同心的益处

演说者阐明与邻邦和解并非屈从,而是展现宽厚与克制的荣耀之举,论述了和平与同心为私人及城邦带来的深远益处,并力劝众人摒弃纷争与相互羞辱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.23

καὶ μηδεὶς ὑπολάβῃ με λέγειν ὡς ἄρα χρὴ τελέως ὑποπεσεῖν καὶ μηδὲν ἐκείνων προαιρουμένων δίκαιον μηδὲ ἐπιεικὲς αὐτοὺς δεῖσθαι καὶ παρακαλεῖν· αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον,1 ὅπως αὐτοὶ εὐγνωμονέστεροι φανησόμεθα καὶ μᾶλλον καταφρονοῦντες χρημάτων καὶ τοῦ πλείονος.

请不要有人以为我说的是我们理当彻底屈服,在他们毫无公正合宜之意愿时,我们却要去祈求恳请他们;而是说,当他们自己选择并热心于通往友谊的事务时,我们在这方面表现得更为踊跃,并将源于争端的好胜之心转移到这一目标上,乃是高尚得多的,以便我们自己显得更具通情达理之德,也更轻视钱财与非分的私利。

§40.24

οὐ γὰρ οὕτως αἰσχρόν ἐστι λείπεσθαι τοῖς διὰ τὸ μῖσος ἔργοις καὶ νὴ Δία τοῖς πρὸς ἔχθραν ὡς τοῖς ἀπὸ τῆς μετριότητος καὶ τῆς φιλανθρωπίας. ὁ μὲν γὰρ ἐν ἐκείνοις ἡττώμενος κινδυνεύει λαβεῖν δόξαν ἀσθενείας, ὁ δ’ ἐν τούτοις σκαιότητος καὶ φιλονικίας. ὅσῳ δὴ κρεῖττον ἀσθενῆ δόξαι μᾶλλον ἢ πονηρόν, τοσούτῳ βέλτιον ὑστέρους εἶναι μαχομένους ἢ διαλλαττομένους.

因为在出于仇恨的作为上、以及凭宙斯起誓在指向敌意的作为上落于人后,远不如在源于谦逊节制与仁爱宽厚的美德上落于人后那般可耻。因为在前一种事上受挫者,冒的不过是落得软弱之名的风险;而在后一种事上受挫者,冒的却是落得顽劣与好讼之名的风险。诚然,显得软弱比起显得卑劣要好多少,在战斗中居于人后比起在和解中居于人后就要好多少。

§40.25

εἰκότως δ’ ἄν μοι προσέχοιτε τὸν νοῦν μᾶλλον ἑτέρων τυχὸν μὲν καὶ ἄλλως, ἔτι δὲ κἀκεῖνο σκοποῦντες ὅτι μηδὲν ἰδίᾳ μοι διαφέρει, μηδὲ ὄχλησίν τινα ὀκνῶν ἢ δαπάνην ἐμαυτοῦ διὰ τοῦτο ἀμελῶ τοῦ πρέποντος ὑμῖν. ὅτι γάρ με οὐκ ἐνοχλήσετε μὴ βουλόμενον οὐδὲ κελεύσετε ἀποδημεῖν, ὥσπερ ἤδη πολὺν χρόνον ἔχοντα παρ’ ὑμῖν, ἐπίσταμαι σαφῶς· ʽἄλλως τε οὐκ ἀσχολούμενος ἐγὼ νομίζω συμφέρειν ὑμῖν οὐδὲ τοῦτον ἀποδημῶν τὸν τρόπον· ἀλλ’ ὅπερ ἔφην, βέλτιον ἡγοῦμαι πᾶσιν ἀνθρώποις, οὐ μόνον ὑμῖν, μήτε ἀναιρεῖσθαι ῥᾳδίως ἔχθραν μὴ σφόδρα ἀναγκαίαν, τάς τε πρότερον οὔσας καταλύεσθαι πάντα τρόπον, ἂν ᾖ δυνατόν, τὴν ἐκ τοῦ διαφέρεσθαί τισι βλάβην μείζονα ἡγουμένους τῆς παρὰ τὰς διαλύσεις ζημίας.

你们理当比听从他人更为留心听取我的意见,或许因其他缘故本就如此,但若进一步考虑到这一点则更是如此:此事于我个人毫无利益关涉,我也绝非因畏惧自身的烦扰或开销而忽视了对你们合宜之事。因为我深知,只要我不情愿,你们便不会烦扰我,也不会命令我离乡远行,仿佛我已经陪伴了你们许久似的(顺便提一句,我认为自己忙于事务或以此种方式远行,对你们并无益处);但正如我所说的,我认为对于全人类、而不仅对于你们而言,既不轻易结下并非十分必要的仇怨,又在可能的情况下千方百计消除往昔的旧怨,认定与人相争所招致的损害要大于因和解而蒙受的损失,才是更为妥善的做法。

§40.26

πᾶσα γάρ, ὥς φασιν, εἰρήνη κρείττων πολέμου, καὶ πᾶσα φιλία πολὺ ἀμείνων καὶ λυσιτελεστέρα τοῖς γε νοῦν ἔχουσιν ἔχθρας, καὶ ἰδίᾳ τοῖς οἴκοις καὶ δημοσίᾳ ταῖς πόλεσιν. εἰρήνη μὲν γὰρ καὶ ὁμόνοια τοὺς χρωμένους οὐδὲν πώποτε ἔβλαψεν, ἔχθρα δὲ καὶ φιλονικία θαυμαστὸν εἰ μὴ σφόδρα ἀνήκεστα καὶ μεγάλα.2 καὶ τῆς μὲν ὁμονοίας τό τε ὄνομα εὔφημον ἥ τε πεῖρα ἀρίστη καὶ λυσιτελεστάτη πᾶσι· στάσεως δὲ καὶ διαφορᾶς σκυθρωπὴ μὲν ἡ προσηγορία καὶ δυσχερής, πολὺ δὲ χείρω τὰ ἔργα καὶ σκυθρωπότερα. καὶ γὰρ εἰπεῖν ἔστι καὶ ἀκοῦσαι πολλὰ τῶν ἀβουλήτων καὶ πρᾶξαι καὶ παθεῖν.

因为正如人们所说,一切和平皆优于战争,对于明智之士而言,一切友谊无论于私在家族还是于公在城邦,都远胜于仇怨且更有益处。因为和平与和睦从未给践行它们的人带来任何损害,但仇怨与好胜若未曾造成极其无可挽回的巨大祸害,反倒是咄咄怪事了。和睦之名吉庆祥和,其实践对于众人亦最至善至益;而内讧与争执之称晦暗苦涩,其行径更要恶劣且晦暗得多。因为在那里人们尽可说出并听闻、做下并承受诸多违逆心愿之事。

§40.27

ἡ δὲ τῶν ἐγγὺς οὕτως καὶ ὁμόρων διαφορὰ καὶ τὸ μῖσος οὐδενὶ ἄλλῳ ἔοικεν ἢ στάσει μιᾶς πόλεως, ὅπου καὶ γάμων κοινωνία πολλοῖς καὶ συμβολαίων καὶ τὸ ἀφικνεῖσθαι παρ’ ἀλλήλους σχεδόν τι καθ’ ἑκάστην τὴν ἡμέραν καὶ τὸ συγγενεῖς εἶναι καὶ συνήθεις καὶ ξένους τρόπον τινὰ ἀλλήλοις ἅπαντας. παροικοῦσα δὲ πόλις ἐχθρὰ καὶ δυσμενὴς λυπηρὸν πάντα τρόπον καὶ δυσομίλητον, ὥσπερ εὔνους καὶ φίλη συμφέρον καὶ ἀγαπητόν.

而如此临近且接壤者之间的纷争与仇恨,无异于单一城邦的内部倾轧。在这里许多人彼此通婚、共享契约,几乎每日都往来探访,而且所有人从某种意义上讲都是彼此的亲戚、密友与宾客。一个怀有敌意且不怀好意的邻邦,在各方面都是令人痛苦且难以相处的,正如一个心怀善意且友好的邻邦乃是有益而可亲的一样。

§40.28

ἐνθυμεῖσθε δὲ ὅσῳ μὲν ἥδιον ἀποδημεῖν πρὸς τοὺς πέλας οἰκείως ἔχοντας, ἀλλὰ μὴ ἐχθρῶς, ὅσῳ δὲ βέλτιον τοὺς ἐπιξενουμένους ὑποδέχεσθαι χωρὶς ὑποψίας, ἐν δὲ ταῖς κοιναῖς πανηγύρεσι καὶ θεῶν ἑορταῖς καὶ θέαις ὅσῳ κρεῖττον καὶ σωφρονέστερον ἀναμίγνυσθαι συνθύοντας ἀλλήλοις καὶ συνευχομένους, ἀλλὰ μὴ τοὐναντίον καταρωμένους καὶ βλασφημοῦντας.

请你们思量,前往心怀友善而非敌意的邻人那里远行该有多么惬意,毫无猜忌地接待投宿的宾客该有多好,而在共同的盛会、神明的节日与庆典观摩中,彼此共同献祭、共同祈祷地融处在一起,而非恰恰相反互相诅咒与辱骂,该是多么高尚与理智的事。

§40.29

αἱ δὲ ἐπιβοήσεις ἑκατέρου τοῦ πλήθους ἐν τοῖς σταδίοις καὶ τοῖς θεάτροις πόσον διαφέρουσι μετὰ ἐπαίνου γιγνόμεναι καὶ πολλῆς εὐφημίας τῶν μετὰ μίσους καὶ λοιδορίας; οὐ γὰρ ἀνθρώπων ἐπιεικῶν οὐδὲ πόλεων σωφρόνων,3 μᾶλλον δὲ ἑταιρῶν ἀσχημόνων ἀπὸ οἰκήματος ἑκατέρας οὐδὲν αἰσχυνομένων ῥῆμα ἀκόλαστον εἰπεῖν, ᾗ φησιν Ὅμηρος, "αἵ τε χολωσάμεναι ἀγορῆς ἐς μέσσον ἰοῦσαι νεικεῦσ̓ ἀλλήλῃσι, χόλος δέ τε καὶ τὰ κελεύει."

两个城邦的民众在竞技场和剧场中的呼喊声,若伴随着赞美与竭诚的欢呼,比起伴随着仇恨与谩骂,究竟有多么大的天壤之别!因为后者绝非端正之人或明智城邦之所为,倒像是两个各自来自暗娼之所、毫无廉耻地说出放肆污言秽语的丑陋倡妓,正如荷马所云: “她们动了怒火,走向广场中央彼此争吵,是愤怒驱使她们做出这等事来。”

语法注3 条
  1. 40.23αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον

    αἱρουμένων... 为属格绝对结构。句子的核心为主干结构 πολὺ κάλλιον [ἐστι](或顺接前文 λέγειν 的宾格不定式补足结构),支配不定式 φαίνεσθαι 与 μετενεγκεῖν,宾格复数 ἑτοιμοτέρους 作为其逻辑主语兼表语(指代己方)。此处与前文的否定从句(μηδεὶς ὑπολάβῃ...)形成鲜明对照,表明并非在对方毫无意愿时低声下气,而是在对方有意向善时展现出更高姿态的热情才是至为高尚之举。

  2. 40.26θαυμαστὸν εἰ μὴ σφόδρα ἀνήκεστα καὶ μεγάλα

    θαυμαστόν [ἐστιν] εἰ μή 为古典希腊语常见惯用句型,字面意为“若不……实属罕见/怪事”,实指“必然会……/毫无疑问……”。此处承接前句(οὐδὲν πώποτε ἔβλαψεν)省略了动词 ἔβλαψε(ν),中性复数宾格 σφόδρα ἀνήκεστα καὶ μεγάλα 作其宾语(内宾格)。全句通过委婉反讽达到强烈肯定的修辞效果,即敌对和争胜必将造成无法挽回的惨重祸害。

  3. 40.29οὐ γὰρ ἀνθρώπων ἐπιεικῶν οὐδὲ πόλεων σωφρόνων

    此处为省略系词 ἐστί 的特征/所有述语属格(predicative genitive of characteristic)。主语承接上文的 αἱ ἐπιβοήσεις(竞技场与剧场中的叫骂怒吼),意为“此等呼喊并不属于/并非体面之人或明智城邦之特征”。随后引出的对比项 μᾶλλον δὲ ἑταιρῶν ἀσχημόνων 同样以对等属格并列,形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.23-40.29