- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:40.18-40.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者解释了自己此前未急于介入和解的原因并表明协作态度,同时指出邻邦间的争执无论如何都贻害无穷,从而称赞了和解的倡议者。
ἐπεὶ καὶ πέρυσι τοὺς λόγους τούτους πρὸς ἐμὲ ἔλεγον οἱ προεστῶτες αὐτῶν καὶ τότε ἐξῆν ὑμῖν ἀπηλλάχθαι πραγμάτων· ἀλλ’ ὑφεωρώμην ἐγὼ μή τισι τῶν ἐντεῦθεν πρόσαντες γένηται καὶ δυσκόλως φέρωσιν ἐμοῦ πράττοντος αὐτά. καὶ νῦν τρόπον τινὰ ἑκὼν ἐβράδυνα. ὅσα μὲν οὖν καὶ δι’ ἐμοῦ καὶ δι᾽ ἑτέρων δυνατὰ γίγνεσθαι τῇ πόλει, ταῦτα ἐκείνοις ἀξιῶ μᾶλλον ἐπιτρέπειν, ἵνα μηδεὶς ἀντιβαίνῃ μηδὲ λυπῆται βασκαίνων. ὅσα δ’ οὐ ῥᾴδιον ὑπ’ ἄλλου τῶν ἐντεῦθεν πραχθῆναι, τυχὸν δὲ καὶ λίαν χαλεπόν, ἡγεῖσθε πρὸς ἐκείνοις ἀεί με τὴν γνώμην ἔχειν μέχρις ἂν ἐμπνέω.
因为在去年,他们的领袖们也曾对我说过这番话,而在那时你们本就可以摆脱纷扰;但我当时暗自戒备,唯恐这对这里的某些人显得刺眼,且因我经手此事而心生不满。而这一次,我也在某种程度上故意放慢了脚步。因此,凡是通过我或通过他人都能为城邦办到的事情,我认为宁可委托给他们,以免有人反对或因嫉妒而烦恼。但凡是这里的其他人不易办到、或许甚至极为艰难的事情,请你们确信,只要我尚存一息,我的心意便始终专注于这些事情。
καὶ μὴν ὅστις ἂν προθυμῆται τὰ περὶ τὴν πόλιν καὶ δύνηταί τι ποιεῖν ὑμῖν συμφέρον, ἐμὲ πρῶτον ἕξει τὸν μαρτυροῦντα καὶ συναγωνιζόμενον, καὶ τὸ αὐτὸ πρᾶγμα, ὃ γίγνεται ὀρθόν, πολὺ ἂν ἥδιον ἐπαινέσαιμι καὶ προθυμότερον ἄλλου πράττοντος ἢ αὐτὸς εἰσηγούμενος. οὐδὲ γὰρ εὐδοκιμεῖν βουλόμενος οὐδὲ τῶν ἐπαινούντων ἀπορῶν οὐδ’ ἐπιθυμίᾳ δόξης, ἀλλὰ τῇ πρὸς ὑμᾶς εὐνοίᾳ βούλομαι γίγνεσθαί τι τῶν δεόντων, καὶ τοῖς θεοῖς εὔχομαι πᾶσι γηρῶν ὡς πλείστους ἐπιδεῖν ἱκανωτέρους ἐμοῦ τὴν πόλιν ὠφελεῖν.
再者,无论谁热心于城邦事务,并能为你们做出有益之举,他都将首先得到我作为见证人和共同协力者;而且同样的举措,只要做得妥当,若是别人去施行,我会比自己亲自提议更为欣然、更为热切地予以称赞。因为我并非渴望博取美名,亦非缺少赞誉之人,亦非出于对声望的贪图,而是出于对你们的善意,希望把某些应当做的事情办成;并且我向众神祈求,在自己垂暮之年,能亲眼见到尽可能多的人比我更能造福城邦。
καὶ νῦν ὑπὲρ τούτου ἐπαινῶ τόν τε ἄρχοντα καὶ τὸν εἰσηγησάμενον. πᾶσα μὲν γὰρ ὡς ἔπος εἰπεῖν ἔχθρα καὶ διαφορὰ πρὸς ὁντινοῦν γιγνομένη ἐργῶδες καὶ δυσχερὲς1 καὶ πόλει καὶ ἰδιώτῃ, κἂν ὁπωσοῦν τύχωσι διακείμενοι. τούς τε γὰρ ἀσθενεῖς ἱκανὸν ἐξελέγξαι καὶ ταπεινῶσαι πρὸς τοῖς οὖσι χαλεποῖς καὶ τοὺς εὖ πράττοντας ἐνοχλῆσαι καὶ ταράξαι τὴν ψυχὴν αὐτῶν· ὅθεν οἱ νοῦν ἔχοντες αἱροῦνται φέρειν ἐλαττούμενοι τὰ μέτρια καὶ μὴ σφόδρα ἀκριβῶς περιέχεσθαι τῶν δικαίων ἢ φιλονικοῦντες ἐφ̓ ἑκάστῳ καὶ μηδενὶ μηδὲν εἴκοντες ἀεί τινας ἔχειν τοὺς ἐπιβουλεύοντας2 καὶ πολεμοῦντας, καὶ τοῦτο μὲν τοῖς εὐτυχήμασι νεμεσῶντας καὶ καθ’ ὅσον οἷοί τέ εἰσιν ἐμποδὼν ἱσταμένους, τοῦτο δέ, ἂν συμβῇ τι πταῖσμα ʽπολλὰ δέ, ὡς ἐν ἀνθρώποις, τὰ γιγνόμενἀ χαίροντας καὶ ἐπιτιθεμένους.
如今为此缘故,我既称赞执政官,也称赞动议人。因为可以说,无论针对何人而起的任何敌意与争执,对于城邦抑或个人而言,不论他们处于何种境况,都是一件棘手而难耐之事。因为它足以揭露弱者并使其在既有的困厄之外更加屈辱,也足以困扰顺遂之人并扰乱其心灵。因此,明智之人宁愿忍受适度的退让而不死板地紧抓住自身的权益不放,也不愿因凡事争胜好强、对任何人寸步不让,而始终面临某些人的图谋与敌对——那些人在自己顺遂时心怀嫉恨并竭尽所能从中阻挠,而在一旦发生任何闪失时(在人事沧桑中此类事层出不穷)便幸灾乐祸、群起而攻。
οὐ γάρ ἐστιν οὐδεὶς ἀσθενὴς οὕτως οὐδὲ ἀδύνατος τὴν φύσιν, ἄνθρωπος ὢν πρὸς ἄνθρωπον, ὃς οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσος ἢ καθ’ αὑτὸν ἢ σὺν ἑτέροις καὶ λόγον τινὰ εἰπεῖν, ᾧ πάντως ἐλύπησε, καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐδὲ γὰρ νόσημα οὐδὲν οὕτως ἀναίσθητον τοῖς ἔχουσιν ὡς μηδέποτε βλάψαι μηδὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶς πράξεως, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματος, εἴς γε τὴν κοίτην ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον.
因为人与人之间,绝无任何人天生懦弱无力到无论独自一人还是伙同他人,都寻不到机会来宣泄恶意与仇恨、说出必定伤人的话语并策划施害之举。实际上,没有任何疾病对于患者而言会迟钝到从不造成伤害、也不阻碍任何行动的地步;相反,即便在清醒行走时它未曾剧烈损及身体的力量,但每当就寝之时它必会袭来,撕裂并破坏睡眠。
οὕτως ἔγωγέ φημι μηδέποτε λυσιτελεῖν ἀπεχθάνεσθαι καὶ φιλονικεῖν μηδὲ τῇ μεγίστῃ πόλει πρὸς τὴν βραχυτάτην κώμην· ὅταν δὲ δὴ πρὸς ἀνθρώπους ᾖ πόλιν οἰκοῦντας οὐ σμικρὰν καὶ πολιτείαν ἐξαίρετον ἔχοντας καὶ παρὰ τοῖς ἡγεμόσι τιμήν τινα καὶ δύναμιν, ἐὰν σωφρονῶσι ʽδεῖ γὰρ ὑμᾶς ἀκούειν τἀληθῆ καὶ μὴ χαλεπῶς φέρειν, ἐάν τις ἑτέρους ἐπαινῇ βουλόμενος ὑμᾶς ὠφελεῖν’ τὸ δὲ μέγιστον ὁμόρους καὶ ἀστυγείτονας καὶ μόνον οὐχὶ καθ’ ἑκάστην τὴν ἡμέραν ὑμῖν ἐπιμιγνυμένους, τοῦτο μὲν τοῖς πλείστοις ἐπιγαμίας ὑπαρχούσης, τοῦτο δὲ πολιτῶν τινων, καὶ σχεδὸν τῶν δυνατωτάτων παρ’ ἡμῖν, τῆς παρ’ ἐκείνοις τιμῆς τετυχηκότων· πῶς χρὴ ταύτην ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν;3
因此,我断言,彼此树敌与争胜好强绝无任何益处,即便最宏大的城邦对待最微小的村落亦是如此;而倘若对方是居住在一座绝非微小的城邦、拥有卓异政制、在统治者那里享有一席荣耀与权势的人(假若他们懂得自制的话——因为你们应当聆听真话,若有人为了你们的利益而称赞他人,切不可心怀怨怼),尤其是同界相接的紧邻、几乎无日不与你们交往融处,一方面绝大多数人之间存在通婚关系,另一方面某些公民、且几乎是我们中间最有权势的人在对方那里也获得了尊荣:试问,怎能认为这种敌意是没有痛苦、毫无损害的呢?
- 40.20ἐργῶδες καὶ δυσχερὲς
谓语形容词 ἐργῶδες καὶ δυσχερές 采用中性单数,修饰阴性单数的并列主语 ἔχθρα καὶ διαφορά。这是希腊语将主语概念抽象为普遍“事物”时的常见表语用法。
- 40.20αἱροῦνται φέρειν ἐλαττούμενοι τὰ μέτρια καὶ μὴ σφόδρα ἀκριβῶς περιέχεσθαι τῶν δικαίων ἢ φιλονικοῦντες ἐφ̓ ἑκάστῳ καὶ μηδενὶ μηδὲν εἴκοντες ἀεί τινας ἔχειν τοὺς ἐπιβουλεύοντας
由动词 αἱροῦμαι 引出的比较结构(“选择A甚于B”,即 αἱροῦνται A ... ἢ B)。前项是由不定式并列构成的 φέρειν ... καὶ μὴ ... περιέχεσθαι(忍受适度受损且不过分固执),与连词 ἤ 之后的后项不定式 ἔχειν(始终招致图谋者)形成对比。主格分词 ἐλαττούμενοι 以及 φιλονικοῦντες / εἴκοντες 作为伴随分词,与主语 οἱ νοῦν ἔχοντες 保持一致。
- 40.22ὅταν δὲ δὴ πρὸς ἀνθρώπους ᾖ ... πῶς χρὴ ταύτην ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν;
此句为长句结构(周期句):时间/条件从句 ὅταν δὲ δὴ πρὸς ἀνθρώπους ᾖ(而当针对的人是……时)统摄了一长串分词修饰短语(πόλιν οἰκοῦντας... τὸ δὲ μέγιστον ὁμόρους...)以及插入句(δεῖ γὰρ...),最终落在主句的反问句 πῶς χρὴ ... ὑπολαμβάνειν(怎能认为……呢?)上。
