← 金嘴狄翁

演说集

§39.5-39.8

同心协力的重要性与祈求城邦和谐的结语

演说者借助身体、船只、战车和栏中群兽的比喻,阐明财富与人口等外部优势唯有在同心协力时方为有益,一旦陷入内讧反成祸患;随后他因体力不支而结束论述,向城邦的守护神明祈求城内的和睦与团结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.5

ποῖα δὲ οἰκοδομήματα, πόση δὲ χώρα, πόσον δὲ πλῆθος ἀνθρώπων ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας;1 ὁπόσοι γὰρ ἂν ὦσι πολῖται τῆς ὁμονοούσης πόλεως, τοσοῦτοι μὲν ὀφθαλμοὶ ὁρῶσι τὸ ἐκείνης συμφέρον, τοσαῦται δὲ ἀκοαὶ ἀκούουσι, τοσαῦται δὲ γλῶτται παραινοῦσι, τοσαῦται δὲ διάνοιαι φροντίζουσιν. διαφέρει γὰρ οὐδὲν ἢ εἴ τις θεῶν οὕτως μεγάλης καὶ πολυανθρώπου πόλεως μίαν ψυχὴν ἐποίησεν. ὡς οὔτε χρημάτων πλῆθος οὔτε ἀνθρώπων οὔτε ἄλλη δύναμις ξυνήνεγκε τοῖς διαφερομένοις, ἀλλὰ τοὐναντίον πάντα ταῦτα πρὸς βλάβης μᾶλλόν ἐστι2 καὶ ὅσῳ ἂν πλείονα ὑπάρχῃ, τοσούτῳ μείζονος καὶ χαλεπωτέρας· ὥσπερ οἶμαι καὶ τῶν σωμάτων τῷ μὲν ὑγιαίνοντι συμφέρει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν σαρκῶν, τῷ δὲ νοσοῦντι καὶ φαύλως ἔχοντι σφαλερωτάτη ἐστὶν ἡ τοιαύτη ἕξις καὶ ὀξύτατον ἐπάγει κίνδυνον.

什么样的建筑物、多么广袤的土地、多么众多的民众,能展现出一个比内部团结更加强健的城邦?因为一座同心同德的城邦拥有多少公民,便有多少双眼睛注视着它的利益,有多少只耳朵在倾听,有多少条舌头在劝勉,有多少个头脑在思虑。这与某位神明为如此庞大且人口众多的城邦造就了一个统一的灵魂,全无分别。因为对于彼此争斗之人而言,不论是财富的丰盈、人口的众多,还是任何其他力量,皆未能带来丝毫益处;相反,这一切反倒更趋向于造成伤害,且这些越是充盈,造成的伤害便越重大、越严酷。正如我想在身体方面也是如此,魁伟与肌肉的丰满对健康之人固然有益,但对于患病且虚弱之人而言,这种体态却是极具危险的,并会招致最为急迫的灾祸。

§39.6

ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτή τε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας· εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος, ἂν μὲν ὅ θ’ ἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵ τε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον ἅρμα· στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων ὁ κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ ταχύτεροι.

同样地,凡是在舵手与水手齐心协力之下航行的船只,自身得以保全,也能挽救船上之人;若非如此,风帆越多,风暴必然越为剧烈,混乱也必然越发深重。同一道理亦见于战车:倘若驾车者懂得妥当驭马,众马齐心顺服,那么这样的战车便有望在竞赛中取胜,在战争中得以保全;然而一旦存在争斗与骚乱,马匹越是强壮迅疾,危险便越是巨大。

§39.7

παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις· εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν ταὐτῷ τρεφομένων θηρίων πολλῶν ἢ βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντων τε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις. ἀλλ’ εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην3 τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν· νῦν δὲ ὑμεῖς τε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε κἀγὼ πολὺ καταδεέστερον ἔχω ἢ πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος.

与此相仿,对于同心的城邦而言,所有此类事物——财富的富足、人口的繁盛、荣耀、声名与力量——皆属有益;若非如此,便会成为有害且棘手的负担,正如同在单一围栏之内共同豢养的诸多猛兽或牲畜,彼此抵撞、践踏与攀跃。倘若我身体恰好康健,在我依循自身能力将其充分阐述之前,本绝不会停止言辞;但如今,你们的心思或许更多在别的事情上,而我的精力相对于此项任务的重大也实在过于匮乏。

§39.8

τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων ἃ διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν· ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν ἃ μὲν δύνανται παραινοῦσιν, ἃ δ’ ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμονεστάταις καὶ ἀρίσταις ᾖ πόλεσι τὸ λοιπόν.

因此,剩下的便是向神明说出那最短促且最有效的祈愿。因为对于那些低声言语之人,神明亦深知其心中所想。这或许也正是一个怀有深切善意之人所当为:犹如良善的父辈尽其所能规劝子女,而对于未能说服之事,则代他们向神明祈求。故此,我向作为此城先祖的狄奥尼索斯、建立此城的赫拉克勒斯、守城神宙斯、雅典娜、爱神阿芙罗狄忒·菲利亚、同心女神荷摩诺亚、复仇女神涅墨西斯以及其余众神祈愿:自今日起,在此城中植入对自身的眷恋与爱意、统一的意志,使众人愿望相同、心意相合;驱除内讧、纷争与争竞,使其今后得以列于最昌盛、最卓越的城邦之中。

语法注3 条
  1. 39.5ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας

    属格短语 τῆς... ὁμονοίας 依附于比较级 ἰσχυρότερον,作比较属格使用,意为“使民众比其自身内部的同心更加强大”。三个主格主语(οἰκοδομήματα, χώρα, πλῆθος)在此与城邦内部的“同心”(ὁμόνοια)相对比。

  2. 39.5πρὸς βλάβης μᾶλλόν ἐστι

    介词 πρός 与属格连用,构成表示倾向或结果的习语(πρὸς βλάβης εἶναι,意为“偏向于造成危害/有损无益”)。后续的相关句 ὅσῳ... τοσούτῳ μείζονος καὶ χαλεπωτέρας 中省略的名词亦由此属格 βλάβης 补充出来。

  3. 39.7ἀλλ’ εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην

    非真实条件句(与事实相反)。条件从句由 εἰ 搭配未完成过去直陈式(ἐτύγχανον 搭配补足分词 ὑγιαίνων,表示“若我适逢健康”),主句由 ἄν 搭配不定过去直陈式(ἀπέστην,表示“我绝不会停止”)。演说者借自身实际抱恙这一状况,顺理成章地结束演说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:39.5-39.8