- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.95-4.105
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了贪财的守护神不顾羞耻与不义而将财富死藏不用的卑劣本性,随后描绘了第二个信奉享乐秘仪、沉溺于感官放纵与情欲的放荡之神。
τοῦτο οὖν διώκει καὶ ζητεῖ πανταχόθεν, οὐδέν τι μεταστρεφόμενος, οὔτʼ εἰ μετʼ αἰσχύνης οὔτʼ εἰ μετʼ ἀδικίας γίγνοιτο, πλὴν ὅσον τὰς κολάσεις ὑφορώμενος ὁδοιδόκων δειλίᾳ κρατηθείς, κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου1 διὰ τοὺς ἐφεστηκότας φύλακας.
因此,他四处追逐并搜求这财物,丝毫不加顾盼,无论得来手段是否伴随着羞耻或不义;除了因受到埋伏劫匪般的懦弱支配而提防刑罚之外,他怀着一只无用劣犬的心性——〔这犬〕若有望不被察觉便抢夺某些东西,对另一些东西则因有看守看管而死死盯着并勉强克制不取。
ἔστω δὴ βραχὺς ἰδεῖν, δουλοπρεπής, ἄγρυπνος, οὐδέποτε μειδιῶν, ἀεί τῳ λοιδορούμενος καὶ μαχόμενος, πορνοβοσκῷ μάλιστα προσεοικὼς τό τε σχῆμα καὶ τὸν τρόπον ἀναιδεῖ καὶ γλίσχρῳ, βαπτὸν ἀμπεχομένῳ τριβώνιον μιᾶς τινος τῶν ἑταιρῶν ὧν ἴσμεν, τοὺς αὑτοῦ φίλους τε καὶ ἑταίρους, μᾶλλον δὲ δούλους καὶ ὑπηρέτας λωβώμενος καὶ καταισχύνων πάντα τρόπον, ἐάν τε ἐν ἰδιώτου σχήματι λάβῃ τινὰς ἐάν τε ἐν βασιλέως.
且让他看起来身量矮小,一副奴才相,难以入眠,绝不微笑,总是辱骂并与人争吵;他在形貌与举止上极类那种既无耻又吝啬、身披我们所知某位妓女的染色破旧斗篷的皮条客,将自己的朋友与同伴——或者更确切地说是奴隶与仆役——以各种方式摧残凌辱,不论他捕获到某些人时〔他们〕是处于平民的身份还是君王的身份。
ἢ οὐ πολλοὺς τῶν καλουμένων βασιλέων ἰδεῖν ἔστι καπήλους καὶ τελώνας καὶ πορνοβοσκούς; ἀλλὰ Δρόμωνα μὲν καὶ Σάραμβον, ὅτι ἐν Ἀθήναις καπηλεύουσι καὶ ὑπὸ Ἀθηναίων τοῦτο ἀκούουσι τὸ ὄνομα, δικαίως φαμὲν ἀκούειν, Δαρεῖον δὲ τὸν πρότερον, ὅτι ἐν Βαβυλῶνι καὶ Σούσοις ἐκαπήλευε, καὶ Πέρσαι αὐτὸν ἔτι καὶ νῦν καλοῦσι κάπηλον, οὐ δικαίως κεκλῆσθαι;2 ἴδιόν γε μὴν τούτῳ συμβέβηκε παρὰ τοὺς ἄλλους δαίμονας·
难道在所谓的君王之中,不可见到许多人实为小贩、包税人与皮条客吗?难道我们要说,德罗蒙与萨朗博斯因在雅典经营小铺并被雅典人如此称呼便是实至名归,而先前的大流士因在巴比伦与苏萨经商贩卖,波斯人至今仍称他为小贩,却是不恰当的称呼吗?不过,与其余诸神相比,此神确有一种独特的情形:
ἐνίοτε μὲν γὰρ ἄρχει καὶ κρατεῖ τῆς ψυχῆς, ἐνίοτε δὲ ἐκείνοις συνέπεται διὰ τὸ πάσης ἐπιθυμίας καὶ σπουδῆς ὑπηρέτην τε καὶ διάκονον ἀπροφάσιστον εἶναι τὸν πλοῦτον.
因为有时他统领并支配着灵魂,有时却又追随在其余诸神之后,这是由于财富对于一切欲望与追求而言,都是毫不推诿的仆从与司役。
ἀλλʼ ἐγὼ λέγω νῦν τὸν αὐτὸν ἡγούμενον καὶ προεστηκότα τῆς τοῦ δυστυχοῦς ἀνθρώπου διανοίας, οὔτε ἐφʼ ἡδονήν τινα οὔτε εἰς δόξαν ἀναφέροντα τὴν τῶν χρημάτων κτῆσιν, οὐδὲ ὡς ἀναλώσοντα καὶ χρησόμενον ξυνάγοντα, ἀνέξοδον δὲ καὶ ἀχρεῖον φυλάττοντα τὸν πλοῦτον τῷ ὄντι, κατάκλειστον ἔν τισι κρυπτοῖς καὶ ἀφεγγέσι θαλάμοις.
但我现在所指的,乃是这同一个神明作为那可怜之人心思的向导与主宰,将金钱的获取既不归于任何享乐,也不归于声名,其聚集资财亦非为了消耗与享用,而是将财富真正当成只进不出、毫无用处的物件来看守,深闭于幽暗无光的密室之中。
εἶεν· ὁ δὲ δὴ δεύτερος ἀνήρ τε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός, ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς περί τε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα μὲν ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖς τε καὶ μαλακὰς λουτρῶν τε ὁσημέραι θερμῶν καὶ χρίσεων οὐ κάματον ἰωμένων, πρὸς δὲ αὖ τούτοις ἐσθήτων τε μαλακῶν ἕλξεις καὶ κατακλίσεις ἠσκημένας καὶ διακονίας ἀκριβεῖς καθʼ ἑκάστην ἐπιθυμίαν τε καὶ χρείαν, περὶ ταῦτα πάντα δεινῶς ἐπτοημένος, μάλιστα μέντοι καὶ ἀκρατέστατα περὶ τὴν τῶν ἀφροδισίων ὀξεῖαν καὶ διάπυρον μανίαν θηλυκῶν τε καὶ ἀρρενικῶν μίξεων καὶ ἔτι πλειόνων ἀρρήτων καὶ ἀνωνύμων αἰσχρουργιῶν, ἐπὶ πάντα ὁμοίως τὰ τοιαῦτα φερόμενος καὶ ἄγων, οὐδὲν ἀπώμοτον οὐδὲ ἄπρακτον ποιούμενος.
好罢,接下来便是第二种人以及那属于该人的守护神。他揭示出享乐的秘仪,赞美并推崇这一女神——一个彻头彻尾的女相之神;他斑斓多姿且形态万千,对香气与滋味不知满足,此外我想,对一切引向某种享乐的所见所闻,对每日温水沐浴与非为疗愈疲乏而涂抹香膏的一切舒适柔软之触感,亦复如是;除这些之外,他还拖曳着柔软的衣袍,沉溺于考究的床榻,以及针对每一种欲望与需求无微不至的服侍;他在这一切事上都极度心神激荡,尤其是对爱欲那剧烈如火的狂热,即对与女子及与男子的交合,乃至更为繁多、不可言说且不可名状的丑行,最为放肆无度;他驱使自己并带动他人盲目奔向一切此类勾当,以为没有什么恶事是起誓不为的,也没有什么是不可去做的。
νῦν γὰρ δὴ ἕνα τοῦτον τίθεμεν τὸν ἁπάσας τὰς τοιαύτας παρειληφότα νόσους καὶ ἀκρασίας τῆς ψυχῆς, ἵνα μὴ πολύν τινα ἀθροίσωμεν ἑσμὸν μοιχικῶν τινων δαιμονίων καὶ φιλόψων καὶ φιλοίνων καὶ ἄλλων δὴ μυρίων, ἀλλʼ ἁπλῶς ἕνα δαίμονα τιθῶμεν τὸν ἀκόλαστον καὶ δεδουλωμένον ὑφʼ ἡδονῆς, ἐὰν μὲν ἐπιρρέῃ ποθὲν ἀνελλιπὲς τὸ τῆς χορηγίας, χρημάτων βασιλικῶν ἤ τινος μεγάλης ἰδιωτικῆς ὑπούσης οὐσίας, ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως· εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον.3
因为我们如今正是把这同一个神明设定为承受了灵魂中所有此类疾病与无节制的聚合体,免得我们召集起一大群涉及通奸、饕餮、嗜酒以及其余无数的小鬼,而是干脆确立一个在享乐之下沦为奴隶的放荡之神:倘若从某处源源不断地流入用度资财,或是仰仗着王室的资财,或是倚仗着某种庞大的私人地产,他便会在丰厚充裕的纵欲中一直滚打至老年;若非如此,他便极快地挥霍光眼前的所有,沦为一个在匮乏与渴望欲念中凄惨落魄的穷困、纵欲且放荡之人。
ἔτι δέ τινας οὗτος τῶν ὑπʼ αὐτοῦ κρατουμένων εἰς γυναικεῖον μετέβαλε βίον τε καὶ σχῆμα, ὥσπερ οἱ μῦθοί φασι τοὺς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς ὄρνιθας ἢ θηρία, ἐὰν τύχωσι τοιαύτης ἡττηθέντες ἡδονῆς·
此外,这神明甚至将某些被他制服之人转变成了女人的生活与身形,正如同神话中所言那些由人变为鸟兽之人一般,假若他们恰好屈服于这般的享乐之中的话。
- 4.95κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου
分词 ἁρπάζοντος、ἐπεμβλέποντος 与 ἀπεχομένου 均为属格单数,其性、数、格与紧邻的名词 κυνός(犬)相一致,而非与主语(ἔχων 的逻辑主语)相配合的主格。此处具体描摹了作为比喻本体的那只“无用劣犬”自身的行径(在有望隐瞒时伺机抢夺,遇有看守便勉强忍耐),而非直接描述主句主语的动作。
- 4.98δικαίως φαμὲν ἀκούειν, Δαρεῖον δὲ τὸν πρότερον,... οὐ δικαίως κεκλῆσθαι;
动词 ἀκούω 在此作习惯性的被动含义使用,意为“被称为/得享……之名”(相当于拉丁语的 bene/male audire)。它与后半句中的被动完成时不定词 κεκλῆσθαι(被称呼)形成严格的对仗,构成了“既然德罗蒙等人被称为(ἀκούειν)小贩是合理的,难道大流士被如此称呼(κεκλῆσθαι)就不合理吗”的排比反问。
- 4.104ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως· εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον.
宾格分词 κυλινδούμενον 与后文的 ἐξαναλώσαντα、λειπόμενον 在句法上依附于前句目的从句中的宾语 ἕνα δαίμονα(即 ἵνα... ἁπλῶς ἕνα δαίμονα τιθῶμεν 的受词)。在条件句 ἐὰν μέν... 与转折句 εἰ δὲ μή... 的框架下,这两个分词短语分别描绘了该纵欲之神在有无财富支持下的两极结局:若资财充足便终生沉沦放荡,若资财断绝则快速耗尽家财沦为落魄匮乏之徒。
