← 金嘴狄翁

演说集

§4.85-4.94

守护神的拟人化与贪财之灵的形象

狄奥根尼提议通过言辞将对应三种生活方式的守护神拟人化呈现,正如工匠将自然事物描摹为人形一样,并首先详述了贪财的守护神的阴郁与贪婪情状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.85

φέρε οὖν καθάπερ οἱ κομψοὶ τῶν δημιουργῶν ἐπὶ πάντα ἔμβραχυ φέρουσι τὴν αὑτῶν ἐπίνοιαν καὶ τέχνην, οὐ μόνον τὰς τῶν θεῶν ἀπομιμούμενοι φύσεις ἀνθρωπίνοις εἴδεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ποταμούς τε ἐνίοτε γράφοντες ἀνδράσιν ὁμοίους καὶ κρήνας ἔν τισι γυναικείοις εἴδεσι, νήσους τε καὶ πόλεις καὶ τὰ ἄλλα μικροῦ δεῖν ξύμπαντα, ὁποῖον καὶ Ὅμηρος ἐτόλμησεν ἐπιδεῖξαι Σκάμανδρον φθεγγόμενον ὑπὸ τῇ δίνῃ, κἀκεῖνοι φωνὰς μὲν οὐκ ἔχουσι προσθεῖναι τοῖς εἰδώλοις, εἴδη δὲ οἰκεῖα καὶ σημεῖα ἀπὸ τῆς φύσεως, οἷον τοὺς ποταμοὺς κατακειμένους γυμνοὺς τὸ πλέον, γένειον πολὺ καθεικότας, μυρίκην ἢ κάλαμον ἐστεφανωμένους· οὐκοῦν καὶ ἡμεῖς μὴ χείρους μηδὲ φαυλότεροι περὶ τοὺς λόγους φανῶμεν ἢ ἐκεῖνοι περὶ τὰς αὑτῶν τέχνας, τῷ πλάττειν καὶ ἀφομοιοῦν τοὺς τρόπους τοῦ τριπλοῦ δαίμονος τῶν τριῶν βίων, τὴν ἐναντίαν ἕξιν καὶ ἀντίστροφον ἐπιδεικνύμενοι τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς.1

那么,正如技艺高超的工匠们几乎将自我的构思与技艺运用于万物,不仅以人的形象摹仿诸神的天性,而且摹仿其余万物,有时将河流画作男子的模样,将泉水画作妇女的身形,将岛屿、城邦以及几乎其余的一切事物都具象化,正如荷马也曾敢于描绘斯卡曼德罗斯河在漩涡之下发出呼喊;那些工匠虽无法为偶像赋予以声音,却能从自然中赋予它们适宜的形貌与特征,例如将河流描绘成大多赤身横卧、垂着浓密的胡须、头戴柽柳或芦苇编成的冠冕;因此,我们在言论方面也切莫显得比他们在各自技艺上逊色或拙劣,我们当通过塑造并模拟属于这三种生活的三重守护神的性情,展现出一种与所谓相面学家的经验与占卜恰好相反、互为倒转的本领。

§4.88

οἱ μὲν γὰρ ἀπὸ τῆς μορφῆς καὶ τοῦ εἴδους τὸ ἦθος γιγνώσκουσι καὶ ἀπαγγέλλουσιν, ἡμεῖς δὲ ἀπὸ τῶν ἠθῶν καὶ τῶν ἔργων χαρακτῆρα καὶ μορφὴν ἀξίαν ἐκείνων σπάσωμεν, εἰ ἄρα μᾶλλον ἅψασθαι δυνησόμεθα τῶν πολλῶν καὶ φαυλοτέρων· πρὸς τὸ ἀποδεῖξαι τὴν τῶν βίων ἀτοπίαν οὐδὲν ἄσχημον ὂν οὐδὲ νεμεσητὸν2 καὶ ποιηταῖς παραβαλλομένους καὶ χειροτέχναις καὶ καθαρταῖς, εἰ δέοι, σπεύδειν πανταχόθεν εἰκόνας καὶ παραδείγματα πορίζοντας, ἄν πως ἰσχύσωμεν ἀποτρέψαι κακίας καὶ ἀπάτης καὶ πονηρῶν ἐπιθυμιῶν, εἰς ἀρετῆς δὲ φιλίαν προαγαγεῖν καὶ ἔρωτα ζωῆς ἀμείνονος· ἢ ὡς εἰώθασιν ἔνιοι τῶν περὶ τὰς τελετὰς καὶ τὰ καθάρσια, μῆνιν Ἑκάτης ἱλασκόμενοί τε καὶ ἐξάντη φάσκοντες ποιήσειν, ἔπειτα οἶμαι φάσματα πολλὰ καὶ ποικίλα πρὸ τῶν καθαρμῶν ἐξηγούμενοι καὶ ἐπιδεικνύντες, ἅ φασιν ἐπιπέμπειν χολουμένην τὴν θεόν.

因为相面学家是从容貌和形体来认识并断定品性,而我们若是能借此更好地触动大众与下层人的心灵,便要从品性与行为中抽引出足以匹配它们的特征与形貌;为了揭示这些生活方式的荒谬,即便自比于诗人、工匠,乃至在必要时自比于净罪祭司,竭力从各处汲取肖像与范例,这也绝非不得体或应受谴责之事,只要我们能设法借此使人避开邪恶、欺瞒与恶欲,引向对美德的亲近与对更优越生活的向往;或者,正如某些从事秘仪和净罪仪式的人所惯常做的那样,他们一方面平息赫卡忒的愤怒并声称能消除灾祸,接着我想,便在净罪仪式之前阐释并展示据他们说是由愤怒的女神所降下的许多形形色色的幻影。

§4.91

εἶεν· ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ ἂν σκυθρωπός τε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν3 ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοι κληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος, ὑφορώμενος ἅπαντας καὶ βλαβεροὺς ἡγούμενος καὶ ἀπιστῶν πᾶσιν, ἁρπακτικὸν βλέπων, ἀεὶ κινῶν τοὺς δακτύλους, ἤτοι τὴν αὑτοῦ λογιζόμενος οὐσίαν ἢ τῶν ἄλλων τινός, τἄλλα δὲ ἀναίσθητος καὶ ἀμαθής, παιδείας καὶ γραμμάτων καταγελῶν, πλὴν ὅσον περὶ λογισμοὺς καὶ συμβόλαια, τυφλοῦ δικαίως καὶ λεγομένου καὶ γραφομένου τοῦ πλούτου τυφλότερος ἐραστής, περὶ πάντα λυττῶν κτήματα καὶ οὐδὲν ἀπόβλητον ἡγούμενος, οὐχ ὥσπερ τὴν μαγνῆτιν λίθον ἕλκειν φασὶ πρὸς αὑτὴν τὸν σίδηρον, ἀλλὰ καὶ χαλκὸν καὶ μόλυβδον προσαγόμενος, κἂν ψάμμον ἢ λίθον διδῷ τις, πανταχῇ καὶ περὶ πάντα σχεδόν τι τὸ ἔχειν τοῦ μὴ ἔχειν λυσιτελέστερόν τε καὶ ἄμεινον ἡγούμενος, μάλιστα δὲ περὶ τὴν τοῦ ἀργυρίου κτῆσιν ἔκφρων καὶ συντεταμένος, ὅτι δὴ τάχιστα κἀδαπανώτατα πρόεισι, σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους,4 τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ τῶν βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν.

好罢,那贪财的守护神乃是金、银、土地、牲畜、公寓出租屋以及一切财产的狂热追求者。由一位技艺精湛的工匠来塑造,难道不该把他塑造成一个卑微鄙俗的姿态,面容阴郁冷酷吗?他蓬头垢面,满身污秽,既不爱子女与父母,也不爱祖国,除了金钱之外不承认任何亲情;他认为诸神毫无价值,除非诸神能向他指明许多巨大的宝藏,或是指出某些亲戚家眷的死期以便他继承遗产;他把节日视为纯粹的亏损与无谓的开销,面无笑容,毫无喜色;他猜忌所有人,认为一切人都对自己有害并对所有人怀有戒心,目光贪婪掠夺,不住地屈伸手指,算计着自己或别人的财产,而在其余方面则麻木不仁、愚昧无知,嘲弄教养与文辞,唯独关乎计算与契约者除外;财富名副其实地在口头和书面上都被称为盲目的,而他则是比财富更为盲目的爱慕者;他为一切财产而狂热,认为任何东西都不该丢弃,他不只是像人们所说的磁石将铁吸向自身那样,而是连铜和铅也揽入怀中,哪怕有人给他沙子或石头也不放过;他认为在任何场合、对几乎所有事物而言,拥有都比不拥有更为划算且更好;特别是对于获取银钱,他更是发狂而聚精会神,因为银钱增殖得最快且最无需耗费成本,日夜不停地增长,我想甚至超过了月亮的盈亏周期;他根本不把怨恨、憎恶与骂名放在心上,更以为其他财产还带有某种粉饰与照料的拖累,唯有白银是在最短小的体积内凝聚了财富的全部权能。

语法注4 条
  1. 4.87τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς

    由形容词 ἐναντίαν 和 ἀντίστροφον 所支配的表示比较与对立的属格,意为“与……相反且互为倒转的”。相面学者是从外貌推知内在品性,而作者则是从品性与行为中塑造外部形貌,二者形成对照。

  2. 4.89οὐδὲν ἄσχημον ὂν οὐδὲ νεμεσητὸν

    由无人称中性分词构成的独立对格结构(accusative absolute),意为“……并非不合体统,亦非应受谴责”。该结构修饰含有不定词 σπεύδειν 的主干句,为借助生动比喻、甚至自比于工匠或净罪祭司的做法提供合理性辩护。

  3. 4.91ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν

    成语性短语 ὅ τι μή 用作除外从句,意为“除非……”、“除……之外”。它限定了前文的 πλέον οὐδὲν εἶναι(毫无价值/益处),鲜明刻画出贪财者极端的亵渎与功利主义:诸神除非能为他指引财富或遗产,否则毫无意义。

  4. 4.93σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους

    中性单数分词 προβαῖνον 与 φθάνον 与承接前文 τοῦ ἀργυρίου(白银/银钱)而省去的主语 τὸ ἀργύριον(πρόεισι 的主语)一致,借利息(τόκος)增殖的意象将货币拟人化,生动展现资本昼夜不停地运转、甚至超前于每月利息结算期(月球周期)的急速增殖状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.85-4.94