- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.106-4.117
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者辨析了纵乐之神的怯懦型与厚颜型两种表现,描绘了其女性化的放荡拟人像及受欺瞒而沉沦的过程,继而转入对第三种神明——好名之神的刻画。
πάλιν δὲ κἀνταῦθα διττὴ χορηγία πέφηνεν. ὁ μὲν γὰρ ἀσθενής τε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπί τε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως· ὅπου δὲ τιμωρίαι πρόσεισι, θανάτοις ἢ δεσμοῖς κολάζουσαι τοὺς ἐξαμαρτάνοντας ἢ χρημάτων πολλῶν ἐκτίσεσιν, οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν.1
此外,在此处同样显现出双重的供给。因为此类神明中软弱且懦怯的,易于将人引向女人的痼疾以及其他伴随着损失与指责的耻辱;然而在有刑罚临头之处——即以死刑、监禁或重金赔偿惩处过犯者的地方——他却绝不轻易让人趋赴这些事。
ὁ δὲ ἀτενέστερός τε καὶ θρασύτερος πάντα ἁπλῶς ὑπερβαίνειν ἀναγκάζει τά τε ἀνθρώπινα καὶ τὰ θεῖα. καὶ ὁ μὲν ἀσθενής τε καὶ ἄτολμος ἔνθα προσθέμενος τὴν τοιαύτην αἰσχύνην ὁμολογεῖ οὐδενὸς ἀνδρείου πράγματος ἁπτόμενος, ἀλλὰ παραχωρῶν τῶν κοινῶν καὶ πολιτικῶν τοῖς ἄμεινον βεβιωκόσιν· ὁ δὲ ἰταμὸς καὶ ἄτρεστος, πολλὰς ὕβρεις τε καὶ αἰσχύνας ὑπομείνας, ὀστράκου, φασί, μεταπεσόντος,2 στρατηγὸς ἢ δημαγωγὸς πέφηνεν ὀξὺ καὶ διάτορον βοῶν, ὥσπερ οἱ τῶν δραμάτων ὑποκριταί ἀπορρίψας μεταξὺ τὴν γυναικείαν στολήν, ἔπειτα στρατιώτου τινὸς ἢ ῥήτορος στολὴν ἁρπάσας περιέρχεται συκοφάντης καὶ φοβερός, ἀντίον πᾶσι βλέπων.
但那更执拗且大胆的,则迫使人干脆逾越一切,不论是人间之事还是神明之事。那软弱且怯弱的在背负了此等耻辱之后,自知理亏,不敢着手任何刚毅之举,而是将公共与城邦的事务让与那些更有善行之人;然而那卤莽且无畏者,在忍受了诸多凌辱与耻辱之后,如俗语所说“陶片翻转”之时,便如戏班的伶人在戏间甩掉女装那般,高声厉啸着作为将军或民众领袖登场,继而抢来军人或演说家的装束,化为一个四处横行的告密者与可怖之人,直视所有人的面孔。
ἆρʼ οὖν ἀρρενωπόν τι καὶ σεμνὸν εἶδος τῷ τοιούτῳ δαίμονι πρέπει ἢ μᾶλλον ὑγρόν τε καὶ μαλθακόν; οὐκοῦν τὸ οἰκεῖον αὐτῷ σχῆμα προσθήσομεν, οὐχ ὃ πλαττόμενος ἐνδύεται πολλάκις·
那么,究竟是一种阳刚而庄重的形貌配得上这样的神明,还是更为轻靡柔滑的形貌更为适宜?因此,我们要赋予他本属他的形体,而非他常常假扮伪饰而穿戴上的模样。
προΐτω γε μὴν νὴ Δία τρυφῶν τε καὶ μύρου καὶ οἴνου ἀποπνέων ἐν κροκωτῷ μετὰ πολλοῦ καὶ ἀτάκτου γέλωτος, μεθύοντι προσεοικώς κωμάζοντι μεθʼ ἡμέραν ἀσελγῆ κῶμον, στεφάνους τινὰς ἐστεφανωμένος ἑώλους τήν τε κεφαλὴν καὶ περὶ τῷ τραχήλῳ, καὶ πλάγιος φερόμενος, ὀρχούμενός τε καὶ ᾅδων θῆλυ καὶ ἄμουσον μέλος.
凭宙斯起誓,让他披着藏红花色的长袍走上前来罢,骄奢淫逸,散发着香膏与美酒之气,伴随着大量放浪不羁的狂笑,活像一个在大白天进行放肆狂欢的醉汉,头颅上与脖颈间佩戴着昨夜残留的残花败冠,脚步歪斜,载歌载舞地唱着女气且不合音律的调子。
ἀγέσθω δὲ ὑπὸ γυναικῶν ἀναισχύντων καὶ ἀκολάστων, ἄλλων ἐπʼ ἄλλα ἑλκουσῶν, μηδεμίαν αὐτῶν ἀπωθούμενος μηδὲ ἀντιλέγων, ἀλλὰ ἑτοίμως δὴ καὶ προθύμως συνεπόμενος. αἱ δὲ μετὰ πολλοῦ πατάγου κυμβάλων τε καὶ αὐλῶν φέρουσαι μαινόμενον αὐτὸν σπουδῇ προΐτωσαν.
让他由一群不知羞耻且放荡的妇人簇拥着,她们东拉西扯,而他绝不推拒其中任何一人,亦不加以抗辩,反倒是欣然热切地随之同行。让妇人们在铙钹与长笛的喧嚣巨响中,裹挟着发狂的他匆匆前行。
ὁ δʼ ἐκ μέσων ἀναβοάτω τῶν γυναικῶν ὀξύτερον καὶ ἀκρατέστερον, λευκὸς ἰδεῖν καὶ τρυφερός, αἰθρίας καὶ πόνων ἄπειρος, ἀποκλίνων τὸν τράχηλον, ὑγροῖς τοῖς ὄμμασι μάχλον ὑποβλέπων, ἀεί ποτε τὸ σῶμα καταθεώμενος, τῇ ψυχῇ δὲ οὐδὲν προσέχων οὐδὲ τοῖς ὑπʼ αὐτῆς προσταττομένοις.
让他从妇人堆中发出更为尖锐且放肆的呼喊,他面色苍白而娇嫩,未经受露宿的风霜与劳苦,歪斜着脖颈,用湿润的眼眸淫荡地偷窥,时刻审视着自己的肉体,却对自己的灵魂及其所下达的训诫毫不留意。
τοῦτον ἀγαλματοποιὸς ἢ γραφεὺς ἀναγκαζόμενος εἰκάζειν οὐκ ἂν ὁμοιότερον ἄλλῳ ἐργάσαιτο ἢ τῷ Σύρων βασιλεῖ μετʼ εὐνούχων καὶ παλλακῶν ἔνδον διαβιοῦντι, στρατοπέδου δὲ καὶ πολέμου καὶ ἀγορᾶς ἀθεάτῳ τὸ παράπαν.
若有雕刻家或画家被迫描摹此人,其作品绝不能比那个与宦官及侍妾深居闺阁、全然未曾得见军营、战阵与广场的叙利亚君王更为形似了。
προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοις πορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπʼ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ.
让“欺瞒”也在他前方引路罢,她娇艳非凡且善于辞令,佩戴着娼妓的饰物,含笑应许无数的美事,仿佛正引领他步向幸福本身,直至不知不觉间将他推落深渊,跌入浓重污秽的泥淖之中,随后便任由他带着花冠与藏红花长袍在其中辗转翻滚。
τοιούτῳ δεσπότῃ λατρεύουσαι καὶ τοιαῦτα πάσχουσαι πλανῶνται κατὰ τὸν βίον ὅσαι ψυχαὶ πρὸς μὲν πόνους δειλαὶ καὶ ἀδύνατοι, δεδουλωμέναι δὲ ἡδοναῖς, φιλήδονοι καὶ φιλοσώματοι, βίον αἰσχρὸν καὶ ἐπονείδιστον οὐχ ἑλόμεναι ζῶσιν, ἀλλὰ ἐνεχθεῖσαι πρὸς αὐτόν.3
凡是对辛劳懦弱无能、沦为享乐的奴仆、贪图享乐且溺爱肉体的灵魂,都侍奉着这样的主人、遭受着这般的折磨,在人生中彷徨漂泊,并非自愿选择,而是被卷入其中,过着可耻且受人指责的生活。
οὐκοῦν μετὰ τοῦτον ὁ λόγος ὥσπερ ἐν ἀγῶνι σφύττει τρίτον εἰσάγειν, ὡς ἐκεῖ χορόν, τὸν φιλότιμον, οὐ πάνυ προθύμως τὰ νῦν ἀγωνιούμενον, καίτοι φιλόνικον ὄντα τῇ φύσει περὶ πάντα καὶ πρωτεύειν ἀξιοῦντα· πλὴν οὐ περὶ δόξης ἢ τιμῆς ἡ κρίσις αὐτῷ τὰ νῦν ἐνέστηκεν, ὑπὲρ δὲ πολλῆς καὶ δικαίας ἀδοξίας.
因此,紧随此神之后,我们的论说正如同在赛会之中那般急切地想要引入第三个角色——就像在那里的第三个歌队——那好名之神;此神如今并不太情愿参赛,尽管他天生在万事上争强好胜且自命当居首位;只是如今横亘在他面前的裁决并非关乎声名或荣誉,而是关乎巨大且应得的恶名。
φέρε δὴ ποῖόν τι πλάττωμεν τό τε σχῆμα καὶ εἶδος τοῦ φιλοτίμου δαίμονος; ἢ δῆλον ὅτι πτερωτόν τε καὶ ὑπηνέμιον κατὰ τὸ ἦθος αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἅμα τοῖς πνεύμασι φερόμενον, ὁποίους τοὺς Βορεάδας ἐνεθυμήθησάν τε καὶ ἔγραψαν οἱ γραφεῖς, ἐλαφρούς τε καὶ μεταρσίους, ταῖς τοῦ πατρὸς αὔραις συνθέοντας.
来罢,我们当为好名之神塑造怎样的形态与形貌?难道不显然应当是依据其性情与欲望而生有双翼、御风而行、与气流一同飘荡的形貌吗?正如画家们所构想并描绘的玻瑞阿斯之子那般,轻盈凌空,与他们父亲的阵阵清风并驾齐驱。
- 4.106οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν
动词 ἐφίημι 与介词短语 πρὸς ταῦτα 连用,作不及物或反身意义,意为“任由驱使向……”或“纵容趋向……”。配合否定修饰语 οὐ πάνυ τι(“决不特别……”、“毫无……”),表现出懦怯型的纵乐者在严刑峻法面前绝不敢盲目冒险的退缩心态。
- 4.108ὀστράκου, φασί, μεταπεσόντος
此为由儿童贝壳游戏(ostrakinda,掷贝壳以定黑白正反)演变而来的俗谚性属格独立结构,意指“局势翻转”或“立场顿变”。它与后文戏班伶人的比喻相呼应,生动刻画出该人从逆来顺受的受辱者骤然转变为无耻政治攻击者的戏剧性突变。
- 4.115βίον αἰσχρὸν καὶ ἐπονείδιστον οὐχ ἑλόμεναι ζῶσιν, ἀλλὰ ἐνεχθεῖσαι πρὸς αὐτόν
结构基于同族宾格 βίον ζῶσιν(“过着……的生活”),其修饰成分在关身分词 ἑλόμεναι(“主动挑选”)与被动分词 ἐνεχθεῖσαι(“被卷入/冲刷”)之间构成对照。以 ψυχαί(诸灵魂)为主语,表明受享乐奴役之人并非出于自觉理性的选择,而是被欲望之力被动驱卷入耻辱的深渊。
