- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.75-4.84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大向狄奥根尼请教如何安抚自己的守护神,狄奥根尼解释道守护神并非外在神灵,而是各人内在的心智,并进而阐述驱使大众的三种主要生活方式(享乐、财富与荣誉)及其对应的守护神。
εὖ δὲ ἴσθι, ἔφη, ὅτι οὐ πρότερον ἔσῃ βασιλεύς, πρὶν ἂν ἱλάσῃ τὸν αὑτοῦ δαίμονα καὶ θεραπεύσας ὡς δεῖ ἀποδείξῃς ἀρχικόν τε καὶ ἐλευθέριον καὶ βασιλικόν, ἀλλὰ μή, ὡς νῦν ἔχεις, δοῦλον καὶ ἀνελεύθερον καὶ πονηρόν.
“你要知道,”他说,“在你安抚你自己的守护神,并通过得当的照料使之显出统治者的气度、自由与王者的品格之前,你绝不可能成为国王;绝不能像你如今这般,让它处于奴性、卑下而恶劣的状态。”
ἐνταῦθα δὴ ὁ Ἀλέξανδρος ἐκπεπληγμένος τοῦ ἀνθρώπου τὸ ἀνδρεῖον καὶ τὸ ἀδεές, νομίσας πλέον τι τῶν ἄλλων ἐπίστασθαι αὐτόν, παντοδαπὸς ἦν ἱκετεύων1 μὴ φθονῆσαι μηδένα τρόπον, ἀλλὰ φράσαι τίς ἔστιν ὁ δαίμων αὐτοῦ καὶ πῶς χρὴ ἱλάσασθαι αὐτόν. ἤλπιζε γὰρ ὄνομά τι ἀκούσεσθαι δαίμονος καὶ θυσίας τινὰς ἢ καθαρμούς, οὓς δεῖ ἐπιτελέσαι.
此时,亚历山大为那人的勇敢和无畏所震撼,认为他必有超越常人的深刻洞见,便百般恳求他绝不要有所隐瞒,务必告诉他自己的守护神究竟是什么,又该如何加以安抚。因为他本指望能听到某位守护神的名号,以及应当举行的某些祭祀或净化之礼。
κατιδὼν οὖν αὐτὸν ὁ Διογένης τεθορυβημένον καὶ σφόδρα τῇ ψυχῇ μετέωρον, προσέπαιζε καὶ περιεῖλκεν, εἴ πως δύναιτο κινηθεὶς ἀπὸ τοῦ τύφου καὶ τῆς δόξης μικρόν τι ἀνανῆψαι.
狄奥根尼见他心烦意乱,灵魂极度浮躁不宁,便故意戏弄他、绕着弯子引逗他,看能否让他脱离虚饰与自大,稍微恢复理智。
καὶ γὰρ δὴ ᾐσθάνετο αὐτὸν νῦν μὲν ἡδόμενον, νῦν δὲ λυπούμενον ἐν τῷ αὐτῷ καὶ τὴν ψυχὴν αὐτοῦ ἄκριτον οὖσαν, ὥσπερ τὸν ἀέρα ἐν ταῖς τροπαῖς, ὅταν ἐκ τοῦ αὐτοῦ νέφους ὕῃ τε καὶ λάμπῃ ὁ ἥλιος. συνίει δὲ ὅτι καὶ τοῦ τρόπου κατεφρόνει, ἐν ᾧ διελέγετο πρὸς αὐτόν, ἅτε οὐδέποτε ἀκηκοὼς δεινοῦ λέγειν ἀνδρός, ἀλλὰ τοὺς τῶν σοφιστῶν θαυμάζων λόγους, ὡς ὑψηλούς τε καὶ μεγαλοπρεπεῖς.
因为他确实察觉到,亚历山大在同一时刻忽喜忽悲,其灵魂处于混沌未定的状态,正如换季时的气候一般,同一片云彩下既下着雨又照着太阳。狄奥根尼也看出,亚历山大对自己同他讲话的方式不以为意,因为他从未听过真正雄辩之人说话,反倒将诡辩家们高远壮丽的辞令奉为圭臬。
βουλόμενος οὖν χαρίσασθαι αὐτῷ, ἅμα τε ἐπιδεῖξαι ὅτι οὐκ ἀδύνατός ἐστιν ὥσπερ ἵππον εὐμαθῆ καὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι,2 λέγει πρὸς αὐτὸν οὕτως περὶ δαιμόνων, ὅτι οὐκ εἰσὶν ἔξωθεν τῶν ἀνθρώπων οἱ πονηροὶ καὶ ἀγαθοὶ δαίμονες, οἱ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέροντες αὐτοῖς, ὁ δὲ ἴδιος ἑκάστου νοῦς, οὗτός ἐστι δαίμων τοῦ ἔχοντος ἀνδρός, ἀγαθὸς μὲν ὁ τοῦ φρονίμου καὶ ἀγαθοῦ δαίμων, πονηρὸς δὲ ὁ τοῦ πονηροῦ, ὡσαύτως δὲ ἐλεύθερος μὲν ὁ τοῦ ἐλευθέρου, δοῦλος δὲ ὁ τοῦ δούλου, καὶ βασιλικὸς μὲν ὁ τοῦ βασιλικοῦ καὶ μεγαλόφρονος, ταπεινὸς δὲ ὁ τοῦ ταπεινοῦ καὶ ἀγεννοῦς.
因此,狄奥根尼为了顺应他的心意,同时也为了向他证明,自己只要愿意,就能像驾驭驯服听话的马匹一样随时提高辞令的格调,便就守护神的问题对他作了如下阐述:为人类带来灾难与幸运的善恶守护神,并非存在于人类之外; “而是各人特有的心智(努斯),这便是拥有它的那人的守护神。明智善良之人的守护神是善的,恶人的守护神是恶的;同样,自由人的守护神是自由的,奴隶的守护神是奴性的,具王者气度与胸襟之人的守护神是具王者之风的,卑微下贱之人的守护神是卑微的。
ἵνα δέ, ἔφη, μὴ καθʼ ἓν ἕκαστον ἐπιὼν πολύ τι πλῆθος ἐπάγωμαι λόγων, ἐρῶ τοὺς κοινοτάτους καὶ φανερωτάτους δαίμονας, ὑφʼ ὧν ἅπαντες, ὡς εἰπεῖν, ἐλαύνονται τύραννοι καὶ ἰδιῶται καὶ πλούσιοι καὶ πένητες καὶ ὅλα ἔθνη καὶ πόλεις. ἐνταῦθα δὴ πάντα ἀνεὶς κάλων3 μάλα ὑψηλῶς καὶ ἀδεῶς τὸν ἑξῆς διεπέραινε λόγον.
然而,”他说,“为了不至于逐一列举而引出过多的冗词,我将讲述那些最普遍、最显而易见的守护神,可以说,无论僭主还是平民,富人还是穷人,乃至整个民族和城邦,全都在受其驱使。”说到这里,他扯起全帆,以极高亢而毫无畏惧的语调,滔滔不绝地发表了接下来的议论。
πολλαὶ μέν, ὦ παῖ Φιλίππου, περὶ πάντα κακίαι τε καὶ διαφθοραὶ τῶν ἀθλίων ἀνθρώπων, καὶ τοσαῦται σχεδὸν ὅσας οὐ δυνατὸν διελθεῖν. τῷ ὄντι γὰρ κατὰ τὸν ποιητὴν "οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ συμφορὰν θεήλατον, ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις. "
“腓力之子啊,可怜的人类在各方面的恶劣与堕落何其繁多,几乎多得无法数清。正如诗人所言: ‘世上绝无任何说来如此可怕的话语, 亦无任何苦难或神降的灾祸, 是人的天性所无法承担其重负的。’
τριῶν δὲ ἐπικρατούντων, ὡς ἔπος εἰπεῖν, βίων, εἰς οὓς μάλιστα ἐμπίπτουσιν οἱ πολλοί, μὰ Δίʼ οὐ μετὰ λογισμοῦ σκεψάμενοι καὶ δοκιμάσαντες, ἀλόγῳ δὲ ὁρμῇ καὶ τύχῃ προσενεχθέντες, τοσούτους φατέον εἶναι καὶ δαίμονας, οἷς συνέπονται καὶ λατρεύουσιν ὁ πολὺς καὶ ἀμαθὴς ὅμιλος, ἄλλοι ἄλλῳ, καθάπερ ἡγεμόνι πονηρῷ καὶ μαινομένῳ πονηρὸς καὶ ἀσελγὴς θίασος.
可以说是存在着三种占支配地位的生活方式,大众大多陷入其中——向宙斯起誓,他们并非出于理性的思索与审视,而是被非理性的冲动和机运所驱使——我们必须说,愚昧的大众所追随和侍奉的守护神也同样有这么多种;他们各随其神,正如邪恶放纵的狂饮队伍追随着邪恶疯狂的首脑一般。
ἔστι δὲ τούτων ὧν ἔφην βίων ὁ μὲν ἡδυπαθὴς καὶ τρυφερὸς περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δʼ αὖ φιλοχρήματος καὶ φιλόπλουτος, ὁ δὲ τρίτος ἀμφοτέρων ἐπιφανέστερός τε καὶ μᾶλλον τεταραγμένος, ὁ φιλότιμος καὶ φιλόδοξος, ἐκδηλοτέραν καὶ σφοδροτέραν ἐπιδεικνύμενος τὴν ταραχὴν καὶ τὴν μανίαν, ἐξαπατῶν αὑτόν, ὡς καλοῦ δή τινος ἐραστήν.
在我所说的这些生活方式中,第一种是贪图肉体享乐的奢靡软弱生活;第二种是贪爱钱财、渴望财富的生活;而第三种则比前两者更显著、更动荡不安,那便是追逐荣誉与名声的生活,它以更鲜明、更剧烈的方式展现着自身的动荡与疯狂,自欺欺人地以为自己是在爱慕某种真正美好的事物。”
- 4.76παντοδαπὸς ἦν ἱκετεύων
形容词 παντοδαπός 与 εἰμί 的未完成过去时 ἦν 以及分词 ἱκετεύων 连用构成的表语性习语,意为“千方百计地恳求”或“百般哀求”。字面意思是“在恳求时变成了各种各样的人”,用以强调迫切之情。
- 4.79ὥσπερ ἵππον εὐμαθῆ καὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι
不定词 ἐπᾶραι 支配宾语 τὸν λόγον(“提高言辞的格调”)。前面插入的比喻短语 ὥσπερ ἵππον εὐμαθῆ καὶ πειθόμενον(“如同一匹驯顺易教的马”)充当状语性比喻,表明其如御马般挥洒自如;ὅταν αὐτῷ δοκῇ(“每当他认为合适之时”)修饰该不定词动作的时间。
- 4.81πάντα ἀνεὶς κάλων
源自航海的希腊语成语(字面意为“松开所有的帆索”)。指将帆缆全部解开以满帆全速航行,引申为“倾尽全力”、“毫无顾忌地畅所欲言”或“全面发力”。
