- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.63-4.74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼借助无刺蜂王与波斯萨凯亚节的例证劝诫亚历山大自制与追求真正的王道,在调侃其祖先出身后,开始讲述利比亚神话以抚慰他。
οὐκ ἀκήκοας, εἶπε, τῶν γεωργῶν ὅτι μόνη ἐκείνη ἡ μέλιττα ἄνευ κέντρου ἐστίν, ὡς οὐδὲν αὐτῇ δέον ὅπλου1 πρὸς οὐδένα; οὐδεμία γὰρ αὐτῇ τῶν ἄλλων μελιττῶν ἀμφισβητήσει περὶ τῆς βασιλείας οὐδὲ μαχήσεται τοῦτο ἐχούσῃ. σὺ δέ μοι δοκεῖς οὐ μόνον περιπατεῖν, ἀλλὰ καὶ καθεύδειν ἐν τοῖς ὅπλοις.
“你难道没从农夫那里听说过吗,”狄奥根尼说,“唯独那只蜂是没有刺的,因为它对任何人都不需要武器。因为其余的蜜蜂没有一只会与它争夺王位,也不会向居于此位的它交战。然而在我看来,你不仅全副武装地四处走动,甚至穿着盔甲睡觉。”
οὐκ οἶσθα, ἔφη, ὅτι φοβουμένου ἐστὶν ἀνθρώπου ὅπλα ἔχειν; φοβούμενος δὲ οὐδέποτʼ ἂν οὐδεὶς γένοιτο βασιλεύς, οὐ μᾶλλον ἢ δοῦλος. ἀκούσας δὲ ὁ Ἀλέξανδρος ὀλίγου ἐκ τῆς χειρὸς ἀφῆκε τὸ δοράτιον.
“你难道不知道,”他说,“持有武器是出于恐惧之人的行径吗?而一个充满恐惧的人绝不可能成为国王,正如奴隶绝不能成为国王一样。”亚历山大听罢,手中的短矛几乎脱手掉落。
ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, προτρέπων αὐτὸν εὐεργεσίᾳ πιστεύειν καὶ τῷ δίκαιον παρέχειν αὑτόν, ἀλλὰ μὴ τοῖς ὅπλοις. σὺ δέ, ἔφη, καὶ τὸν θυμὸν ἐν τῇ ψυχῇ φορεῖς ἠκονημένον, χαλεπὸν οὕτως καὶ βίαιον κέντρον.
狄奥根尼说这些话,旨在劝勉他信赖善行与展示自身的公正,而非信仗武器。“而你,”他说,“甚至在灵魂中怀着磨砺已久的愤怒,那是何等严酷而暴烈的尖刺啊。
οὐκ ἀπορρίψας ταῦτα ἃ νῦν ἔχεις, ἐξωμίδα λαβὼν λατρεύσεις2 τοῖς αὑτοῦ κρείττοσιν, ἀλλὰ περιελεύσῃ διάδημα ἔχων καταγέλαστον; μικρῷ δὲ ὕστερον ἴσως λόφον φύσεις καὶ τιάραν, ὥσπερ οἱ ἀλεκτρυόνες; οὐκ ἐννενόηκας τὴν τῶν Σακῶν ἑορτήν, ἣν Πέρσαι ἄγουσιν, οὗ νῦν ὥρμηκας στρατεύεσθαι; καὶ ὃς εὐθὺς ἠρώτα, Ποίαν τινά;
你难道不该抛弃如今拥有的这些,穿上粗短衣去侍奉那些比你优越的人,反而要戴着可笑的王冠招摇过市吗?稍后也许你还会像公鸡那样长出肉冠和波斯王冠吧?你难道没有想过波斯人举行的萨凯亚节吗——那正是你如今正出发前往征战之地。”亚历山大随即问道:“那是什么样的节日?”
ἐβούλετο γὰρ πάντα εἰδέναι τὰ τῶν Περσῶν πράγματα. λαβόντες, ἔφη, τῶν δεσμωτῶν ἕνα τῶν ἐπὶ θανάτῳ καθίζουσιν εἰς τὸν θρόνον τὸν τοῦ βασιλέως, καὶ τὴν ἐσθῆτα διδόασιν αὐτῷ τὴν βασιλικήν, καὶ προστάττειν ἐῶσι καὶ πίνειν καὶ τρυφᾶν καὶ ταῖς παλλακαῖς χρῆσθαι τὰς ἡμέρας ἐκείνας ταῖς βασιλέως, καὶ οὐδεὶς οὐδὲν αὐτὸν κωλύει ποιεῖν ὧν βούλεται. μετὰ δὲ ταῦτα ἀποδύσαντες καὶ μαστιγώσαντες ἐκρέμασαν.3
因为他渴望知晓关于波斯人的一切事务。狄奥根尼说:“他们抓来一名判处死刑的囚犯,让他坐在国王的宝座上,赐予他王袍,允许他在那些日子里发号施令、饮酒作乐、骄奢放纵并与国王的侍妾们同居,没有人阻止他做任何想做的事。然而在此之后,他们扒光他的衣服,加以鞭笞,然后将他绞死。
τίνος οὖν ἡγῇ τοῦτο εἶναι σύμβολον καὶ διὰ τί γίγνεσθαι παρὰ τοῖς Πέρσαις; οὐχ ὅτι πολλάκις ἀνόητοι ἄνθρωποι καὶ πονηροὶ τῆς ἐξουσίας ταύτης καὶ τοῦ ὀνόματος τυγχάνουσιν, ἔπειτα χρόνον τινὰ ὑβρίσαντες αἴσχιστα καὶ τάχιστα ἀπόλλυνται;
那么,你认为这是什么的象征,为何在波斯人中会有这样的事?难道不是因为愚昧邪恶之徒常常获得这种权力和称号,随后在骄纵放肆一时之后,便最可耻、最迅速地灭亡吗?
οὐκοῦν τότε, ἐπειδὰν ἄρωσι τὸν ἄνθρωπον ἐκ τῶν δεσμῶν, εἰκός ἐστι τὸν μὲν ἀνόητον καὶ ἄπειρον τοῦ πράγματος χαίρειν καὶ μακαρίζειν ἑαυτὸν ἐπὶ τοῖς γιγνομένοις, τὸν δὲ εἰδότα ὀδύρεσθαι καὶ μὴ ἐθέλειν ἑκόντα συνακολουθεῖν, ἀλλὰ μᾶλλον, ὥσπερ εἶχε, μένειν ἐν ταῖς πέδαις.
因此,在他们将囚犯解开绳索带出之时,愚昧且对此事一无所知者自然会欣喜并为眼前之事自认有福,而明晓真相者则会痛哭流涕,不愿自愿跟从,反而宁可照旧留在镣铐之中,这难道不是合情合理的吗?
μὴ οὖν πρότερον, ὦ μάταιε, βασιλεύειν ἐπιχείρει πρὶν ἢ φρονῆσαι. τέως δέ, ἔφη, κρεῖττον μηδὲν προστάττειν, ἀλλὰ μόνον αὐτὸν ζῆν διφθέραν ἔχοντα. σύ, ἔφη, κελεύεις ἐμὲ διφθέραν λαβεῖν τὸν ἀφʼ Ἡρακλέους γεγονότα καὶ τῶν Ἑλλήνων ἡγεμόνα καὶ Μακεδόνων βασιλέα; πάνυ γε, εἶπεν, ὥσπερ ὁ πρόγονός σου.
所以,糊涂的人啊,在你获得智慧之前,切莫妄图称王统治。而在那之前,”他说,“最好不要发布任何命令,只管自己一人穿着皮衣度日。”亚历山大说:“你竟命令我穿上皮衣——我这个赫拉克勒斯的后裔、希腊人的统帅和马其顿人的国王?”狄奥根尼说:“正是如此,就像你的先祖一样。”
ποῖος, ἔφη, πρόγονος; Ἀρχέλαος. ἢ οὐκ αἰπόλος ἦν ὁ Ἀρχέλαος οὐδὲ ἦλθεν εἰς Μακεδονίαν αἶγας ἐλαύνων; πότερον οὖν αὐτὸν ἐν πορφύρᾳ μᾶλλον ἢ ἐν διφθέρᾳ οἴει τοῦτο ποιεῖν; καὶ ὁ Ἀλέξανδρος ἀνείθη τε καὶ ἐγέλασε καὶ ἔφη, Τὰ περὶ τὸν χρησμόν, ὦ Διόγενες, λέγεις.
“哪个先祖?”他说。“阿耳刻拉奥斯。难道阿耳刻拉奥斯不是放羊人,难道他不是赶着羊群来到马其顿的吗?那么你以为他是穿着紫袍还是穿着皮衣做这件事的呢?”
ὁ δὲ στρυφνῷ τῷ προσώπῳ, Ποῖον, εἶπε, χρησμόν; οὐκ οἶδα ἔγωγε, πλὴν ὅτι αἰπόλος ἦν ὁ Ἀρχέλαος. ἀλλʼ ἂν ἀπαλλαγῇς τοῦ τύφου καὶ τῶν νῦν πραγμάτων, ἔσῃ βασιλεύς, οὐ λόγῳ τυχόν, ἀλλʼ ἔργῳ· καὶ κρατήσεις οὐ μόνον τῶν ἀνδρῶν ἁπάντων, ἀλλὰ καὶ τῶν γυναικῶν, ὥσπερ ὁ Ἡρακλῆς, ὅν σου φῂς πρόγονον εἶναι.
亚历山大放松下来,笑着说道:“狄奥根尼,你说的是关于神谕的事吧。” 狄奥根尼板着脸说:“什么神谕?我可不知道,只知道阿耳刻拉奥斯曾是个牧羊人。但你若能摆脱浮夸和当下的事务,你将成为国王——或许不再仅仅是在言辞上,而是在实际行动中;你不仅将征服所有的男人,还将征服女人,正如你自称为其后裔的赫拉克勒斯那样。”
καὶ ὅς, Ποίων, ἔφη, γυναικῶν; ἢ δῆλον, ἔφη, ὅτι τῶν Ἀμαζόνων λέγεις; ἀλλʼ ἐκείνων, ἦ δʼ ὅς, οὐδὲν ἦν κρατῆσαι χαλεπόν· ἑτέρου δέ τινος γένους, δεινοῦ καὶ ἀγρίου παντελῶς. ἢ οὐκ ἀκήκοας τὸν Λιβυκὸν μῦθον;
亚历山大说:“什么女人?难道你分明说的是亚马逊人吗?”狄奥根尼说:“征服她们可一点也不难;我说的是另一个全然可怕而凶残的种族。难道你没听说过利比亚神话吗?”
καὶ ὃς οὐκ ἔφη ἀκηκοέναι. διηγεῖτο δὴ μετὰ ταῦτα προθύμως καὶ ἡδέως, βουλόμενος αὐτὸν παραμυθήσασθαι, καθάπερ αἱ τίτθαι τὰ παιδία, ἐπειδὰν αὐτοῖς πληγὰς ἐμβάλωσι, παραμυθούμεναι καὶ χαριζόμεναι μῦθον αὐτοῖς ὕστερον διηγήσαντο.4
亚历山大说未曾听过。于是狄奥根尼随后便热切而欣悦地讲述起来,意在抚慰他,正如乳母们责打孩子后,为了安抚取悦他们,随后便给他们讲故事一样。
- 4.63ὡς οὐδὲν αὐτῇ δέον ὅπλου
由 ὡς 连同无人称动词 δεῖ 的中性分词 δέον 构成的绝对对格(accusative absolute),表示主观判断或理由(“既然它不需要武器”)。
- 4.66οὐκ ἀπορρίψας ταῦτα ἃ νῦν ἔχεις, ἐξωμίδα λαβὼν λατρεύσεις
由否定词 οὐ(κ) 与直陈式将来时(λατρεύσεις... περιελεύσῃ)连用构成的修辞疑问句,表达强烈的催促或责备(“难道你不该抛弃……去侍奉……,反而要……?”)。
- 4.67ἐκρέμασαν
用于叙述惯常风俗或礼仪结局的格言性不定过去时(gnomic aorist),与前后的现在时动词(καθίζουσιν, διδόασιν, ἐῶσι)并列,概括表达周期性发生的处决规程。
- 4.74διηγήσαντο
在比喻从句(καθάπερ...)中描述乳母们典型习惯行为的格言性不定过去时(gnomic aorist),用过去时形式表达普遍习惯(“责打后讲故事抚慰”)。
