← 金嘴狄翁

演说集

§4.51-4.62

自身为最大之敌与真正的王者标志

亚历山大夸口若击败大流士与印度国王便能成为最伟大的君王,狄奥根尼则指出他最可怕的敌人是愚昧无知的自己,并强调真正的王者在于天性所赋的标志而非外在装饰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.51

μόνου δʼ ἴσως οὐκ ἂν ὑπερεῖδε τοῦ Διός, ὅτι βασιλέα καλοῦσιν αὐτὸν· ὅθεν καὶ ἐκόλαζεν αὐτὸν ὁ Διογένης πάντα τρόπον. ἔφη οὖν, ὦ Διόγενες, σὺ μέν μοι παίζειν δοκεῖς· ἐγὼ δὲ ἂν Δαρεῖον ἕλω καὶ ἔτι τὸν Ἰνδῶν βασιλέα, οὐδέν με κωλύσει τῶν πώποτε βασιλέων μέγιστον εἶναι. τί γὰρ ἐμοὶ λοιπόν ἐστι κρατήσαντι Βαβυλῶνος καὶ Σούσων καὶ Ἐκβατάνων καὶ τῶν ἐν Ἰνδοῖς πραγμάτων;

他唯一或许不会藐视的存在唯有宙斯,因为人们称宙斯为王;而这也正是狄奥根尼千方百计惩戒他的原因。于是亚历山大说:“狄奥根尼,在我看来你是在开玩笑;但我若俘获了大流士以及印度之王,就没有任何事能阻止我成为有史以来最伟大的王者了。因为在掌控了巴比伦、苏萨、埃克巴坦那以及印度的一切事务之后,留给我的还有什么呢?”

§4.52

καὶ ὃς ὁρῶν αὐτὸν φλεγόμενον ὑπὸ τῆς φιλοτιμίας κἀκεῖ τῇ ψυχῇ ὅλον τεταμένον καὶ φερόμενον, ὥσπερ αἱ γέρανοι, ὅποι ἂν ὁρμήσωσιν, ἀποτείνασαι ἑαυτὰς πέτονται, Ἀλλʼ οὐδὲν ἕξεις, ἔφη, πλέον οὐδενὸς οὐδὲ τῷ ὄντι βασιλεύσεις ἀφʼ ἧς ἔχεις διανοίας,1 οὐδὲ ἂν ὑπερβαλλόμενος τὸ ἐν Βαβυλῶνι τεῖχος οὕτως ἕλῃς τὴν πόλιν, ἀλλὰ μὴ διορύττων ἔξωθεν καὶ ὑπορύττων, οὐδʼ ἂν Κῦρον μιμησάμενος κατὰ τὸν ποταμὸν εἰσρυῇς, ὥσπερ ὕδρος, οὐδʼ ἂν ἑτέραν προσλάβῃς μείζω τῆς Ἀσίας ἤπειρον, τὸν Ὠκεανὸν διανηξάμενος.

狄奥根尼见他野心炽热,整颗灵魂都紧绷着扑向彼方——恰如白鹤无论飞向何处,都伸直躯体向前飞翔一般——便说道:“然而依你拥有的这番心思,你绝不会比任何人更占优势,也不会真正称王统治;即便你跃过巴比伦的城墙而以此攻取这座城邦——而不是从外面穿凿挖掘——,或者效仿居鲁士如水蛇般顺着河流潜入,抑或游过大洋夺得另一片比亚洲更为辽阔的大陆,你也不会成为真正的王。”

§4.55

καὶ τίς, εἶπεν, ἔτι μοι καταλείπεται πολέμιος, ἐὰν ἕλω τούτους οὓς εἶπον; ὁ πάντων, ἔφη, δυσμαχώτατος, οὐ περσίζων, οὐ μηδίζων τῇ φωνῇ, καθάπερ οἶμαι Δαρεῖος, ἀλλὰ μακεδονίζων τε καὶ ἑλληνίζων. καὶ ὃς ἐταράχθη τε καὶ ἠγωνίασεν μή τινα ἐπίσταιτο ἐν Μακεδονίᾳ ἢ ἐν τῇ Ἑλλάδι παρασκευαζόμενον ὡς πολεμήσοντα καὶ ἤρετο, τίς οὗτός ἐστιν ἐμὸς πολέμιος ἐν τῇ Ἑλλάδι ἢ Μακεδονίᾳ; σύ, ἔφη, ἀγνοεῖς, πάντων μάλιστα γιγνώσκειν οἰόμενος; ἔπειτα, ἔφη, οὐκ ἐρεῖς αὐτόν, ἀλλὰ κρύψεις; πάλαι γάρ, εἶπε, λέγω, σὺ δὲ οὐκ ἀκούεις, ὅτι σὺ αὑτῷ μάλιστα ἔχθιστος εἶ καὶ πολεμιώτατος, μέχρι ἂν ᾖς κακὸς καὶ ἀνόητος. καὶ οὗτος, ἔφη, ἐστὶν ἁνήρ, ὃν σὺ ἀγνοεῖς, ὡς οὐδένα ἄλλον.

亚历山大说:“若我俘获了我所说的那些人,还有什么敌人留给我呢?”狄奥根尼说:“所有人中最难战胜的敌人,他口中所说的既不是波斯语,也不是米底语——如我所料大流士便是如此——,而是说着马其顿语和希腊语。”亚历山大闻言顿时心神不宁且焦虑不安,唯恐狄奥根尼知道马其顿或希腊有某个人正在准备发起战争,于是问道:“这名在希腊或马其顿的我的敌人究竟是谁?”狄奥根尼说:“自以为比所有人都更懂得知晓的你,竟会不知道吗?”亚历山大说:“那你难道不肯说出他是谁,反而要隐瞒吗?”狄奥根尼说:“其实我早就对你说了,只是你充耳不闻:只要你依然邪恶且愚昧,你自身对你而言便是最可憎、最凶险的敌人。而这个人,”他说,“正是你最为一无所知的人,超过对任何其他人的无知。

§4.57

οὐδεὶς γὰρ τῶν ἀφρόνων καὶ πονηρῶν ἐπίσταται ἑαυτόν. οὐ γὰρ ἂν τοῦτο πρῶτον προσέταττεν ὁ Ἀπόλλων ὡς χαλεπώτατον ἑκάστῳ, γνῶναι ἑαυτόν.

因为在愚蠢和邪恶之人中,没有谁能认清自己。否则阿波罗就不会将‘认识你自己’作为对每个人来说最艰难的事而首要加以吩咐了。

§4.58

ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι;

难道你不认为愚蠢是所有疾病中最大、最深重的,是持有它的人的最大损害,而愚蠢之人对他自己危害最甚吗?难道你不承认,对每个人危害最甚且造成最多灾祸之人,便是对他最可憎、最凶险的敌人吗?”

§4.59

πρὸς ταῦτα χαλέπαινε καὶ πήδα, ἔφη, καὶ μιαρώτατον ἀνθρώπων ἐμὲ νόμιζε καὶ λοιδόρει πρὸς ἅπαντας, ἐὰν δέ σοι δόξῃ, τῷ δορατίῳ διαπερόνησον· ὡς ἀκούσει παρὰ μόνου ἀνθρώπων ἐμοῦ τἀληθῆ, καὶ παρʼ οὐδενὸς ἄλλου ἂν μάθοις. πάντες γάρ εἰσι χείρους ἐμοῦ καὶ ἀνελευθερώτεροι.

“对此你尽管发怒跳脚吧,”他说,“尽管把我当作世上最可恶的人并在众人面前咒骂我吧,若你愿意,也尽管用你的短矛刺穿我吧;因为你在世人之中只能从我一人口中听到真理,从任何其他人那里你都学不到。因为所有人都比我更为卑劣,更为缺乏自由之气。”

§4.60

ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, παρʼ οὐδὲν μὲν ἡγούμενος, εἰ καί τι πείσεται, πλὴν σαφῶς γε εἰδὼς ὅτι οὐδὲν ἔσοιτο. ἠπίστατο γὰρ τὸν Ἀλέξανδρον δοῦλον ὄντα τῆς δόξης καὶ οὐδέποτʼ ἂν ἁμαρτόντα περὶ ἐκείνην.2

狄奥根尼说这些话时,即便自己会遭受某种惩处也毫不介怀,况且他分明清楚什么事都不会发生。因为他深知亚历山大是虚名的奴隶,绝不愿在名声上犯下任何过错。

§4.61

ἔφη οὖν αὐτὸν μηδὲ τὸ σημεῖον τὸ βασιλικὸν ἔχειν. καὶ ὁ Ἀλέξανδρος θαυμάσας, Οὐκ ἄρτι ἔλεγες, ἔφη, ὅτι οὐδὲν δεῖ σημείων τῷ βασιλεῖ; ναὶ μὰ Δίʼ, εἶπε, τῶν γε ἔξωθεν, οἷον τιάρας καὶ πορφύρας· τούτων γὰρ οὐδέν ἐστιν ὄφελος· τὸ δὲ ἐκ τῆς φύσεως αὐτῷ δεῖ προσεῖναι πάντων μάλιστα.

于是狄奥根尼说,亚历山大甚至连王者的标志都不具备。亚历山大惊奇地说:“你刚才不是才说,王者根本不需要标志吗?”狄奥根尼说:“凭宙斯起誓,外在的标志确实如此,比如波斯王冠和紫袍;因为这些毫无用处。但源于天性的标志,则最当归属于他。”

§4.62

καὶ τί τοῦτό ἐστιν, ἔφη ὁ Ἀλέξανδρος; ὃ καὶ τῶν μελιττῶν, ἦ δʼ ὅς, τῷ βασιλεῖ πρόσεστιν. ἢ οὐκ ἀκήκοας ὅτι ἐστὶ βασιλεὺς ἐν ταῖς μελίτταις φύσει γιγνόμενος, οὐκ ἐκ γένους τοῦτο ἔχων, ὥσπερ ὑμεῖς φατε, ἀφʼ Ἡρακλέους ὄντες; τί οὖν τοῦτό ἐστιν, εἶπεν ὁ Ἀλέξανδρος, τὸ σημεῖον;

亚历山大说:“这究竟是什么标志?”狄奥根尼答道:“这也是群蜂之王所拥有的标志。难道你没听说过,蜜蜂之中有一个天生即为王者的王,它拥有这地位并非凭着血统出身——正如你们自称是赫拉克勒斯后裔那样?”“那么,这标志究竟是什么呢?”亚历山大问道。

语法注2 条
  1. 4.53ἀφʼ ἧς ἔχεις διανοίας

    先行词被吸收到关系从句中的吸引现象(相当于 ἀπὸ τῆς διανοίας ἣν ἔχεις),意为“以你如今所持有的心性/心思”。

  2. 4.60οὐδέποτʼ ἂν ἁμαρτόντα περὶ ἐκείνην

    分词 ἁμαρτόντα 带有 ἄν,在间接引语中表示与过去事实相反或潜在推测的假定(相当于直陈式过去时 οὐδέποτʼ ἂν ἥμαρτεν 或祈愿语气 ἂν ἁμάρτοι),表明狄奥根尼深知亚历山大“绝不可能在虚名上犯错”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.51-4.62