← 金嘴狄翁

演说集

§4.41-4.50

牧民之王与征服野心的虚妄

狄奥根尼引用荷马对王者的称号,论证真正的王道是如牧人般爱护拯救子民,而屠戮民众的统治无异于厨子的宰杀。他将大王之争比作孩童的“国王游戏”,并通过与阿喀琉斯死后心境的鲜明对照,批判了亚历山大永无止境的征服野心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.41

πάλιν δὲ ὅταν λέγῃ διοτρεφεῖς τοὺς βασιλέας καὶ διιφίλους, ἄλλο τι οἴει λέγειν αὐτὸν τὴν τροφὴν ταύτην, ἢ διδασκαλίαν καὶ μαθητείαν;1 ἢ σὺ οἴει λέγειν αὐτὸν ὑπὸ τοῦ Διὸς τοὺς βασιλέας τρέφεσθαι ὥσπερ ὑπὸ τίτθης γάλακτι καὶ οἴνῳ καὶ σιτίοις, ἀλλʼ οὐκ ἐπιστήμῃ καὶ ἀληθείᾳ;

“再者,当荷马称诸王为‘宙斯养育的’与‘宙斯挚爱的’时,难道你以为他所说的这种养育,是教导与从师以外的某种东西吗?抑或你以为他是说诸王是由宙斯用乳汁、美酒和谷物——如同乳母一般——养育起来的,而不是用知识与真理?

§4.42

ὁμοίως δὲ καὶ φιλίαν ἄλλην ἢ τὸ ταὐτὰ βούλεσθαι καὶ διανοεῖσθαι, ὁμόνοιάν τινα οὖσαν; οὕτως γὰρ δήπου καὶ τοῖς ἀνθρώποις δοκοῦσιν οἱ φίλοι πάντων μάλιστα ὁμονοεῖν καὶ μὴ διαφέρεσθαι περὶ μηδενός.

同样,[难道你以为]他所说的友谊是某种愿望与思想的一致——即某种同心同德——以外的某种东西吗?因为在常人之间,朋友也普遍被认为在所有事情上最能同心同德,而在任何事上都不会产生分歧。

§4.43

ὃς ἂν οὖν τῷ Διὶ φίλος ᾖ καὶ ὁμονοῇ πρὸς ἐκεῖνον, ἔσθʼ ὅπως ἀδίκου τινὸς ἐπιθυμήσει πράγματος ἢ πονηρόν τι καὶ αἰσχρὸν διανοηθήσεται; αὐτὸ δὲ τοῦτο ἔοικε δηλοῦν καὶ ὅταν ἐγκωμιάζων τινὰ λέγῃ τῶν βασιλέων ʽποιμένα λαῶνʼ.

那么,凡作为宙斯之友且与他心意相通之人,难道可能会渴望某种不义之事,或者心生任何邪恶可耻之念吗?当他赞颂某位王者而称其为‘民众的牧人’时,似乎也正在表明这同一道理。

§4.44

τοῦ γὰρ ποιμένος οὐκ ἄλλο τι ἔργον ἢ πρόνοια καὶ σωτηρία καὶ φυλακὴ προβάτων. καίτοι ἐνίοτε πολλὰ πρόβατα ἐλαύνει μάγειρος εἷς ὠνησάμενος ὥστε κατακόπτειν καὶ σφάττειν καὶ δέρειν. ἀλλὰ πλεῖστον διαφέρει μαγειρική τε καὶ ποιμενική, σχεδὸν ὅσον βασιλεία τε καὶ τυραννίς.

因为牧人的工作不是别的,正是对羊群的看顾、拯救与保护。然而有时一个厨子买下许多羊,驱赶着它们,为的是将它们切碎、宰杀并剥皮。但烹饪之术与牧羊之术有着天壤之别,几乎就如同王道与僭政的差别一样大。

§4.45

ὅτε γοῦν Ξέρξης καὶ Δαρεῖος ἄνωθεν ἐκ Σούσων ἤλαυνον πολὺν ὄχλον Περσῶν τε καὶ Μήδων καὶ Σακῶν καὶ Ἀράβων καὶ Αἰγυπτίων δεῦρο εἰς τὴν Ἑλλάδα ἀπολούμενον, πότερον βασιλικὸν ἢ μαγειρικὸν ἔπραττον ἔργον λείαν ἐλαύνοντες κατακοπησομένην;

至少,当薛西斯和大流士从上方的苏萨驱赶着由波斯人、米底人、塞族人、阿拉伯人和埃及人组成的大群队伍来到希腊送死时,他们驱赶着这批注定被屠宰的猎物,所行的究竟是王者的工作,还是厨子的工作呢?”

§4.46

καὶ ὁ Ἀλέξανδρος, Σοί, ἔφη, ὡς ἔοικεν, οὐ δοκεῖ βασιλεὺς εἶναι οὐδὲ ὁ μέγας βασιλεύς; καὶ ὁ Διογένης μειδιάσας, Οὐ μᾶλλον, εἶπεν, ὦ Ἀλέξανδρε, ἢ ὁ σμικρὸς δάκτυλος. οὐδʼ ἄρα ἐγώ, ἔφη, καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι;

亚历山大说:“在你看来,似乎连大王也算不上是王者了?”狄奥根尼微笑着说:“亚历山大啊,并不比我的小指头更算得上王者。”亚历山大说:“难道我推翻了他之后,我也成不了大王吗?”

§4.47

οἰ τούτου γε ἕνεκα, εἶπεν ὁ Διογένης. οὐδὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦπατρὸς τέχνην· ὁ δὲ ἀποδρὰς παίζει μεθʼ ἑτέρων, ἴσως οὖν καὶ ὑμεῖς τοιοῦτόν τι ποιεῖτε, ἑκάτερος ὑμῶν παῖδας ἔχοντες2 τοὺς συμφιλονικοῦντας, ὁ μὲν Πέρσας καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν, σὺ δὲ Μακεδόνας τε καὶ τοὺς ἄλλους Ἕλληνας καὶ ὥσπερ ἐκεῖνοι τῇ σφαίρᾳ στοχάζονται ἀλλήλων, ὁ δὲ πληγεὶς ἥττηται, καὶ σὺ νῦν Δαρείου στοχάζῃ καὶ σοῦ ἐκεῖνος, καὶ τυχὸν ἂν πλήξαις τε καὶ ἐκβάλοις αὐτόν· ἐπισκοπώτερος γὰρ εἶναί μοι δοκεῖς.

狄奥根尼说:“至少决不能凭此一事而成为王者。因为在男童们玩他们所谓的‘国王游戏’时,获胜的孩子也绝非真正的国王。孩子们固然知道,那个获胜并被称为国王的孩子不过是鞋匠或木匠的儿子,本该去学习父亲的手艺,但他却逃学来同其他人玩耍。或许你们两人所做的也是类似的事情,你们各自带着充当男童的同伙相争,他带着波斯人及亚洲各地的其他部族,而你带着马其顿人和其他希腊人。正如孩子们用球互相掷击,被击中者落败一样,如今你也正瞄准大流士,他也正瞄准你,而你或许会击中并驱逐他;因为在我看来,你的准头更好。

§4.49

ἔπειτα οἱ μετʼ ἐκείνου πρότερον ὄντες μετὰ σοῦ ἔσονται καὶ ὑποκύψουσι, καὶ σὺ ὀνομασθήσῃ βασιλεὺς ἁπάντων. ὁ οὖν Ἀλέξανδροσπάλιν ἐλυπεῖτο καὶ ἤχθετο. οὐδὲ γὰρ ζῆν ἐβούλετο, εἰ μὴ βασιλεὺς εἴη τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης καὶ εἴ πού τίς ἐστι νῆσος ἐν τῷ Ὠκεανῷ κειμένη.

随后,先前追随他的人便会追随你并向你俯首称臣,你也将被称为众人的王者。”于是亚历山大再次感到沮丧和恼怒。因为倘若不能成为欧洲、亚洲、利比亚以及大洋中所有岛屿的统治者,他甚至都不愿活着。

§4.50

ἐπεπόνθει γὰρ τοὐναντίον ἤ φησιν Ὅμηρος τὸν Ἀχιλλέα νεκρὸν πεπονθέναι. ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὅτι ζῶν βούλοιτο θητεύειν "ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν·" ὁ δὲ Ἀλέξανδρος δοκεῖ μοι ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν.3

因为他的心境恰恰同荷马所述阿喀琉斯死后的心境相反。阿喀琉斯曾说,他宁愿活着‘在无田产且家境并不丰裕之人手下充当雇工,也不愿统领所有死去的亡灵。’ 然而在我看来,亚历山大宁愿死去并统领死者中的三分之一,也不愿作为神祇长生不死——除非他能成为众神之王。”

语法注3 条
  1. 4.41ἄλλο τι οἴει λέγειν αὐτὸν τὴν τροφὴν ταύτην, ἢ διδασκαλίαν καὶ μαθητείαν;

    ἄλλο τι... ἤ 是惯用的反问句式,意为“难道你以为……是……以外的什么东西吗?”(即“你难道不认为就是……”)。不定式 λέγειν 支配双宾格结构:宾语 τὴν τροφὴν ταύτην 和谓语性宾格 διδασκαλίαν καὶ μαθητείαν。紧接着的一句 ὁμοίως δὲ καὶ φιλίαν ἄλλην ἢ... 同样省略并承袭了主谓成分(οἴει λέγειν αὐτόν)。

  2. 4.48ἑκάτερος ὑμῶν παῖδας ἔχοντες

    属于依义构词(schema kata synesin)结构:主语 ἑκάτερος(你们中的每一方)在语法上是单数,而分词 ἔχοντες 却是阳性复数主格。这受到属格代词 ὑμῶν 所蕴含的复数概念影响,同时也顺应了下文紧接着展开的部分同位语句式(ὁ μὲν... σὺ δὲ...)。

  3. 4.50ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν.

    在依赖于 δοκεῖ μοι 的不定式从句中,助词 ἄν 与不定式 ἑλέσθαι 连用,表示潜在或与事实相反的设想(直接引语中相当于 ἕλοιτο ἄν)。条件从句 εἰ μὴ ... γένοιτο 使用了祈愿语气,构成一个偏好选择句式(ἑλέσθαι ἄν ... ἤ ...,“宁愿……而不愿……”),意为“除非能成为众神之王,否则他宁愿去死并统治死者的三分之一,也不愿作为神祇永生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.41-4.50