- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.31-4.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼将真正的教养与智者的空洞诡辩相对照,把假名士比作放纵的阉人与乱吠的猎犬。他引证荷马史诗指出,正如米诺斯是宙斯的知己密友一样,真正的王者之道应从明师之处迅速领悟,而非在智者身旁空耗光阴。
καὶ οὕτω δὴ Διὸς παῖδας ἐκάλουν οἱ πρότερον τοὺς τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τὰς ψυχὰς ἀνδρείους, πεπαιδευμένους ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκώς, ῥᾳδίως καὶ ταύτης γίγνεται μέτοχος, ὀλίγα ἀκούσας καὶ ὀλιγάκις, αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα, καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ.
正因如此,古人确实把那些获得优良教养且灵魂勇敢的人——即那些受过如同赫拉克勒斯那般教养的人——称为宙斯之子。因此,凡秉赋优秀而具备那等教养之人,只需偶尔聆听片言只语,即那最重大、最根本的要道,便能轻易分有人间的这门教养,得以受教入门,并将其谨守于灵魂之中。
καὶ οὐδεὶς ἂν αὐτόν τι τούτων ἀφέλοιτο οὔτε καιρὸς οὔτε ἄνθρωπος σοφιστής, ἀλλʼ οὐδʼ ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος·1 ἀλλὰ κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὑτὸν ἐμπρῆσαι, μένοι ἂν αὐτοῦ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ οἶμαι τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος δαπανηθέντος ὑπὸ τοῦ πυρός.
无论时势还是任何身为智者之人,都无法从他身上夺走这些道理中的任何一点,甚至即便有人意欲用烈火将其烧尽也绝不可能;相反,正如相传赫拉克勒斯自投火堆一样,纵然有人将此人焚烧,他的信念仍将留存在其灵魂之中,正如我想人们所说的那样,焚尸之时,身体其余部分皆被烈火销蚀,惟有牙齿留存。
προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ ὥσπερ ὁδὸν ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ, καὶ μαθὼν εὐθὺς ἄπεισιν· ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι κατατρίψει περιάγων αὐτόν,2 ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς μεσημβρίαν ἕλκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος.
不仅如此,他若遇上一位通晓道路之人,那人便能轻易指引给他,而他一旦领会便随即离去;但若遇上一位无知且夸夸其谈的骗子,那骗子因自身一无所知而全凭臆测,且早在此前就已被同类骗子所迷惑,便会牵着他团团打转,一会儿拉向东方,一会儿拉向西方,一会儿又拉向南方,以此虚耗他的光阴。
ὥσπερ γὰρ αἱ ἀμαθεῖς καὶ ἀκόλαστοι κύνες ἐν τῇ θήρᾳ μηδὲν ξυνεῖσαι μηδὲ γνωρίσασαι τὸ ἴχνος ἐξαπατῶσιν ἄλλας τῇ φωνῇ καὶ τῷ σχήματι, ὡς εἰδυῖαί τε καὶ ὁρῶσαι, καὶ πολλαὶ συνέπονται ταύταις, αἱ ἀφρονέσταται σχεδὸν ταῖς μάτην φθεγγομέναις, τούτων δʼ αἱ μὲν ἄφθογγοι καὶ σιωπῶσαι μόναι αὐταὶ ἐξαπατῶνται, αἱ δὲ προπετέσταται καὶ ἀνοητόταται μιμούμεναι τὰς πρώτας θορυβοῦσι καὶ φιλοτιμοῦνται ἄλλας ἐξαπατᾶν, τοιοῦτον εὕροις ἂν καὶ περὶ τοὺς καλουμένους σοφιστάς πολὺν ὄχλον ἐνίοτε συνεπόμενον ἀνθρώπων ἠλιθίων· καὶ γνώσῃ ὅτι οὐδὲν διαφέρει σοφιστὴς ἄνθρωπος εὐνούχου ἀκολάστου.
正如在狩猎中,那些无知而失调的猎犬自身一无所知、亦未察觉足迹,却以狂吠与架势欺骗同伴,装出一副知情并目睹猎物的模样,许多猎犬便紧随其后——几乎是最愚笨的犬只跟随着徒劳吠叫者;在这些随行的猎犬中,那些不吠而沉默的仅仅是自身受骗,而最鲁莽、最昏聩的则效仿领头犬狂吠起哄,争相欺骗其他猎犬;以同样的方式,你也会发现有时有一大群愚昧之人追随着所谓智者;由此你便会明白,智者与放纵的阉人毫无二致。
καὶ ὃς ἀκούσας ἐθαύμασε κατὰ τί τὸν σοφιστὴν εὐνούχῳ παρέβαλεν, καὶ ἤρετο αὐτόν. ὅτι, εἶπε, τῶν εὐνούχων φασὶν οἱ ἀσελγέστατοι ἄνδρες εἶναι καὶ ἐρᾶν τῶν γυναικῶν, καὶ συγκαθεύδουσιν αὐταῖς καὶ ἐνοχλοῦσι, γίγνεται δʼ οὐδὲν πλέον, οὐδʼ ἂν τάς τε νύκτας καὶ τὰς ἡμέρας συνῶσιν αὐταῖς.
亚历山大听闻此言,惊异于他凭何将智者比作阉人,遂向他发问。狄奥根尼说:“因为在阉人之中,最荒淫之徒竟自称是男子汉并钟情于女子,与她们同榻而眠并百般纠缠,然而即便日夜与她们厮守,亦无任何结果可言。
καὶ παρὰ τοῖς σοφισταῖς οὖν πολλοὺς εὑρήσεις γηράσκοντας ἀμαθεῖς, πλανωμένους ἐν τοῖς λόγοις πολὺ κάκιον ἢ τὸν Ὀδυσσέα φησὶν Ὅμηρος ἐν τῇ θαλάττῃ, καὶ πρότερον εἰς ᾅδου ἂν ἀφίκοιτο, ὥσπερ ἐκεῖνος, ἢ γένοιτο ἀνὴρ ἀγαθὸς3 λέγων τε καὶ ἀκούων.
因此,在智者门下你也会发现许多在无知中老去的人,他们在言论中迷途,其狼狈远甚于荷马所述奥德修斯在海上的漂泊;一个人会在言论与倾听两方面成为贤善之人之前,就先像奥德修斯一样抵达哈得斯冥府了。
καὶ σύ, ἐπείπερ οὕτω πέφυκας, ἐὰν τύχῃς ἐπισταμένου ἀνδρός, ἱκανή σοί ἐστι μία ἡμέρα πρὸς τὸ συνιδεῖν τὸ πρᾶγμα καὶ τὴν τέχνην, καὶ οὐδὲν ἔτι δεήσῃ ποικίλων σοφισμάτων ἢ λόγων· ἐὰν δὲ μὴ τύχῃς διδασκάλου τοῦ Διὸς ἢ ἄλλου τοιούτου, ταχὺ καὶ σαφῶς φράζοντος ἃ δεῖ ποιεῖν, οὐδέν σοι πλέον, οὐδὲ ἂν ὅλον κατατρίψῃς τὸν βίον ἀγρυπνῶν τε καὶ ἀσιτῶν παρὰ τοῖς κακοδαίμοσι σοφισταῖς.
至于你,既然生来具备这等资质,若遇上通达事理之人,只需一天便足以洞悉实情与这门技艺,此后便再无需那些繁复的诡辩或言辞;但你若遇不上宙斯或某位能迅速且明白告知你该当何为的同等导师,即便你在那些可怜的智者身旁通宵达旦、废寝忘食地耗尽一生,对你亦不会有丝毫益处。”
τοῦτο δὲ οὐκ ἐγὼ λέγω νῦν, ἀλλʼ Ὅμηρος ἐμοῦ πρότερος. ἢ οὐκ ἔμπειρος εἶ τῶν Ὁμήρου ἐπῶν; ὁ δὲ Ἀλέξανδρος μέγιστον ἐφρόνει, ὅτι ἠπίστατο μὲν τὸ ἕτερον ποίημα ὅλον, τὴν Ἰλιάδα, πολλὰ δὲ καὶ τῆς Ὀδυσσείας. θαυμάσας οὖν ἔφη, Καὶ ποῦ διείλεκται περὶ τούτων Ὅμηρος; ἐκεῖ, ἔφη, ὅπου τὸν Μίνω λέγει τοῦ Διὸς ὀαριστήν.4
“而这话并非我如今所说,而是荷马先于我道出的。难道你不精通荷马的史诗吗?”此时亚历山大极为自豪,因为他不仅整部熟记了《伊利亚特》这一篇,对《奥德赛》的大部也了然于胸。于是他惊异地问道:“荷马究竟在何处论及此事?”狄奥根尼答道:“就在他称米诺斯为宙斯的知己密谈者之处。
ἢ οὐ τὸ ὀαρίζειν ὁμιλεῖν ἐστιν; οὐκοῦν ὁμιλητὴν τοῦ Διός φησιν αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἔφη μαθητήν. ἆρʼ οὖν ὑπὲρ ἄλλων αὐτὸν οἴει ὁμιλεῖν τῷ Διὶ πραγμάτων ἢ τῶν δικαίων καὶ βασιλικῶν; ἐπεί τοι καὶ λέγεται δικαιότατος ὁ Μίνως πάντων γενέσθαι.
密谈难道不就是交游往来吗?因此荷马说他是宙斯的交游者,正如说他是宙斯的门徒一般。那么,难道你以为他与宙斯往来畅谈的,会是正义与王者之道以外的事物吗?要知道相传米诺斯恰恰成了世上最公正之人。”
- 4.32ἀλλʼ οὐδʼ ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος
承接前一主句省略了带有 ἄν 的希求法谓语动词 ἀφέλοιτο(“即便意欲用火烧尽的人[也无法夺走]”)。分词 βουλόμενος 带有让步意味。
- 4.33ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι κατατρίψει περιάγων αὐτόν
在条件从句 ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι 中,承前(ἐὰν μὲν ἀνδρὶ περιπέσῃ)省略了动词 περιπέσῃ。归结句中谓语 κατατρίψει 的主语转换为了骗子本人(ὁ ἀλαζών),而条件从句的原主语则转为宾语 αὐτόν。
- 4.37καὶ πρότερον εἰς ᾅδου ἂν ἀφίκοιτο, ὥσπερ ἐκεῖνος, ἢ γένοιτο ἀνὴρ ἀγαθός
此处为 πρότερον ... ἤ 比较结构,搭配带 ἄν 的潜在希求法(ἀφίκοιτο, γένοιτο)。主语由前句中的复数宾格 πολλούς 转为泛指的单数主语(τις 或 ἕκαστος)。
- 4.39τοῦ Διὸς ὀαριστήν
典出《奥德赛》第19卷178–179行的诗句“Διὸς μεγάλου ὀαριστής”。狄奥根尼通过其动词 ὀαρίζειν 将罕见的荷马词汇 ὀαριστής(密谈者、知己密友)阐释为 ὁμιλητής(交游者、门徒)。
