- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.20-4.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大为狄奥根尼机智敏捷的应答感到愉悦,进而向他请教自身神圣出身的真伪以及为王治道之要领。狄奥根尼指出唯有兼具美德与王者技艺者方为真王,并阐明了世俗人间教养与基于德性的神圣教养之分野。
ἐνταῦθα ὁ Ἀλέξανδρος ἐμειδίασεν, καὶ ἥσθη ὡς οὐδέποτε, καὶ ἔδοξεν αὐτῷ ὁ Διογένης οὐ μόνον οὐ σκαιός,1 ἀλλὰ καὶ δεξιώτατος ἁπάντων καὶ μόνος εἰδὼς χαρίζεσθαι. τί οὖν, ἔφη, πότερον ἀληθὴς ἢ ψευδὴς εἶναι δοκεῖ σοι ὁ λόγος; ἄδηλον, ἔφη, ἐστίν·
此时亚历山大微笑起来,感到前所未有的愉悦;在他看来,狄奥根尼不仅绝非粗鲁无礼,反而是众人中最敏捷机智、唯一懂得取悦于人的人。于是他问道:“那么,依你看这传闻究竟是真还是假?”狄奥根尼说:
ἐὰν μὲν γὰρ ᾖς σώφρων καὶ ἀνδρεῖος καὶ τὴν τοῦ Διὸς ἐπιστάμενος τέχνην τὴν βασιλικήν, οὐθέν σε κωλύει τοῦ Διὸς εἶναι υἱόν· ἐπεὶ τοῦτό γε καὶ Ὅμηρόν φασι λέγειν, ὅτι πατήρ ἐστιν ὁ Ζεύς, ὥσπερ τῶν θεῶν, καὶ τῶν ἀνδρῶν, ἀλλʼ οὐ τῶν ἀνδραπόδων οὐδὲ τῶν φαύλων τε καὶ ἀγεννῶν οὐδενός· ἐὰν δὲ δειλὸς ᾖς καὶ τρυφερὸς καὶ ἀνελεύθερος, οὔτε σοι θεῶν οὔτε ἀνθρώπων τῶν ἀγαθῶν προσήκει.
“这尚难断定; 因为你若节制且勇敢,通晓宙斯那门王者的技艺,便没有任何事物阻碍你成为宙斯之子;因为人们说荷马也谈及此事,称宙斯既是众神之父,亦是‘凡人之父’,却绝非奴隶之父,亦非卑琐下贱之流的父亲。但你若是懦弱、骄奢且缺乏自由之气,那你便与神明及优秀之人毫无瓜葛。
ἀλλὰ τοῖς μὲν ἐν Θήβαις Σπαρτοῖς ποτε λεγομένοις σημεῖον λέγεται εἶναι τοῦ γένους λόγχη τις οἶμαι ἐπὶ τοῦ σώματος· ὅστις δὲ τοῦτο τὸ σημεῖον μὴ ἔχοι, οὐ δοκεῖν τῶν Σπαρτῶν εἶναι·2 τοῖς δὲ τοῦ Διὸς ἐκγόνοις οὐκ οἴει σημεῖον ἐνεῖναι τῇ ψυχῇ, ἐξ οὗ φανεροὶ ἔσονται τοῖς δυναμένοις γνωρίζειν εἴτε ἐξ ἐκείνου γεγονότες εἰσὶν εἴτε μή; πάνυ οὖν ἥσθη τούτῳ τῷ λόγῳ ὁ Ἀλέξανδρος.
再者,人们相传往昔在底比斯被称为‘地生人’者,其身上似乎带有某种类似矛形的胎记,作为宗族的标志;凡无此标志者,便不被视为地生人的一员。那么对于宙斯的子嗣,难道你不认为其灵魂之中也内生有一种印记,能识之士据此便可判明他们是否为宙斯所生吗?”亚历山大闻听此言,极为欢喜。
μετὰ δὲ τοῦτο ἤρετο αὐτόν, Πῶς ἄν, ἔφη, κάλλιστα βασιλεύοι τις; καὶ ὃς δεινὸν ὑποβλέψας, Ἀλλʼ οὐδὲ ἔστιν, ἔφη, βασιλεύειν κακῶς οὐ μᾶλλον ἢ κακῶς ἀγαθὸν εἶναι.3 ὁ γὰρ βασιλεὺς ἀνθρώπων ἄριστός ἐστιν, ἀνδρειότατος ὢν καὶ δικαιότατος καὶ φιλανθρωπότατος καὶ ἀνίκητος ὑπὸ παντὸς πόνου καὶ πάσης ἐπιθυμίας.
在此之后,他向狄奥根尼请教道:“一个人怎样才能治理得最为出色?”狄奥根尼严厉地怒目而视,说道:“哼,治理得糟糕根本就谈不上是治理,正如根本不可能糟糕地成为善人一样。盖因王者乃众人中最卓越之人,最勇敢、最公正、最具仁爱之心,且不为任何辛劳与任何欲望所击垮。
ἢ σὺ οἴει τὸν ἀδύνατον ἡνιοχεῖν ἡνίοχον εἶναι τοῦτον; ἢ τὸν ἄπειρον τοῦ κυβερνᾶν κυβερνήτην, ἢ τὸν οὐκ ἐπιστάμενον ἰᾶσθαι ἰατρόν; οὐκ ἔστιν. καθάπερ οὖν οὐκ ἔστι κυβερνᾶν μὴ κυβερνητικῶς, οὕτως οὐδὲ βασιλεύειν μὴ βασιλικῶς, οὐδʼ ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ πολλὰ διαδήματα καὶ σκῆπτρα καὶ τιάρας προσάψωσιν αὐτῷ, καθάπερ τὰ περιδέραια τοῖς ἐκτιθεμένοις παιδίοις, ἵνα μὴ ἀγνοῆται.
难道你认为不会驾车之人也是驭手?或者不通操舟之术的人也是舵手、不懂医术的人也是医者?绝无此理。因此,正如无法在不通舵术的情况下操舟,同样也无法在不具王者品格的情况下施行王道统治;哪怕全体希腊人与蛮族都口称他是王,并为他挂上无数冠冕、权杖与法冠,就像给弃婴挂上项圈以免失考一样,他也绝不是王。”
καὶ ὁ Ἀλέξανδρος φοβηθεὶς μὴ ἄρα ἄπειρος ἀναφανῇ τῆς βασιλικῆς ἐπιστήμης, Καὶ τίς, ἔφη, σοι δοκεῖ τὴν τέχνην ταύτην παραδιδόναι;
亚历山大因唯恐自己显出对王者之学一窍不通的模样,便问道:“那么你认为谁能传授这门技艺?
ἢ ποῖ δεῖ πορευθέντα μαθεῖν; ὁ οὖν Διογένης εἶπεν, Ἀλλʼ ἐπίστασαι αὐτήν, εἴπερ ἀληθὴς ὁ τῆς Ὀλυμπιάδος λόγος καὶ γέγονας ἐκ τοῦ Διός· ἐκεῖνος γάρ ἐστιν ὁ τὴν ἐπιστήμην ταύτην πρῶτος καὶ μάλιστα ἔχων καὶ οἷς ἐθέλει μεταδιδούς· οἷς δὲ ἂν μεταδῷ, πάντες οὗτοι Διὸς παῖδές εἰσί τε καὶ λέγονται.
或者应当奔赴何处去学习?”狄奥根尼遂答道:“哼,倘若奥林匹娅斯的话属实而你确由宙斯所生,那你早就懂得这门学问了。因为宙斯乃是最先且最为完满地拥有这门学问者,并将其传授给他所意欲之人;而凡承受其传授者,便全都是且被称为宙斯之子。
ἢ σὺ οἴει τοὺς σοφιστὰς εἶναι τοὺς διδάσκοντας βασιλεύειν; ἀλλʼ ἐκείνων μὲν οἱ πολλοὶ οὐχ ὅπως βασιλεύειν, ἀλλʼ οὐδὲ ζῆν ἴσασιν.4
难道你以为是那些智者在教授如何为王吗?然而他们中的多数人不仅不懂如何统治,甚至连如何生活都一无所知。”
οὐκ οἶσθα, ἔφη, ὅτι διττή ἐστιν ἡ παιδεία, ἡ μέν τις δαιμόνιος, ἡ δὲ ἀνθρωπίνη; ἡ μὲν οὖν θεία μεγάλη καὶ ἰσχυρὰ καὶ ῥᾳδία, ἡ δὲ ἀνθρωπίνη μικρὰ καὶ ἀσθενὴς καὶ πολλοὺς ἔχουσα κινδύνους καὶ ἀπάτην οὐκ ὀλίγην· ὅμως δὲ ἀναγκαία προσγενέσθαι ἐκείνῃ, εἰ ὀρθῶς γίγνοιτο.
他又说:“难道你不知道教养有两种,一种是神圣的,另一种是人间的吗?神圣的教养宏大、有力且容易把握,而人间的教养微小、软弱,且伴随着诸多危险与非同小可的虚妄;然而,倘若施行得当,人间教养亦必须作为神圣教养的补充。
καλοῦσι δὲ οἱ πολλοὶ ταύτην μὲν παιδείαν,, καὶ νομίζουσι τὸν πλεῖστα γράμματα εἰδότα, Περσικά τε καὶ Ἑλληνικὰ καὶ τὰ Σύρων καὶ τὰ Φοινίκων, καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον σοφώτατον καὶ μάλιστα πεπαιδευμένον· πάλιν δὲ ὅταν ἐντύχωσι τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις, ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα· τὴν δὲ ἑτέραν ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρείαν καὶ μεγαλοφροσύνην.
世人将后者称为‘教养’,并认为通晓最多文字之人——无论是波斯的、希腊的,还是叙利亚人和腓尼基人的文字——以及涉猎最多书籍之人,便是最有智慧、受教最深的人;然而,每当他们撞见这类人中某些卑劣、懦弱且贪财之辈时,又会说这东西一文不值。而对于另一种教养,他们有时称之为‘教养’,有时则称之为‘勇敢’和‘胸襟恢弘’。”
- 4.20οὐ μόνον οὐ σκαιός
οὐ μόνον(不仅)后接否定词 οὐ 以否定 σκαιός(粗鄙的、笨拙的),与后文 ἀλλὰ καί 呼应,表达“不仅绝非粗野,反而……”之意。
- 4.23ὅστις δὲ τοῦτο τὸ σημεῖον μὴ ἔχοι, οὐ δοκεῖν τῶν Σπαρτῶν εἶναι
不定式 οὐ δοκεῖν 承接前句的 λέγεται(据说),延续了间接引语结构。条件关系从句(ὅστις... μὴ ἔχοι)使用祈愿语气,表示过去或传说叙述语境中的泛指条件。
- 4.24Ἀλλʼ οὐδὲ ἔστιν, ἔφη, βασιλεύειν κακῶς οὐ μᾶλλον ἢ κακῶς ἀγαθὸν εἶναι.
结构 οὐδὲ ἔστιν... οὐ μᾶλλον ἤ 是表示并列否定的惯用表达,意为“……根本不可能,正如……不可能一样”。因为真正的王者在本质上等同于卓越(美德),所以“糟糕地施行统治”便如“糟糕地成为善人”一样是逻辑上不成立的矛盾概念。
- 4.28οὐχ ὅπως βασιλεύειν, ἀλλʼ οὐδὲ ζῆν ἴσασιν
省略性惯用结构 οὐχ ὅπως... ἀλλʼ οὐδέ 意为“不仅不……,甚至连……也不……”。狄奥根尼以此断言智者们不仅谈不上通晓统治之道,甚至连如何生活都一无所知。
