- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.12-4.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大抵达科林斯后前往克兰尼翁探访正在晒太阳的狄奥根尼,却遭到后者的当面驱赶以及对其神圣血统的讽刺挑衅。
ἐπεὶ δὲ ἧκεν εἰς Κόρινθον καὶ τάς τε πρεσβείας ἀπεδέξατο τὰς παρὰ τῶν Ἑλλήνων καὶ τἄλλα τὰ τῶν ξυμμάχων διῴκησεν, ἔφη τοῖς περὶ αὐτὸν ὅτι σχολάσαι τι βούλοιτο, καὶ ᾤχετο, οὐκ ἐπὶ θύρας τοῦ Διογένους· οὐ γὰρ ἦσαν αὐτῷ θύραι οὔτε μείζους οὔτε ἐλάττους, οὐδὲ οἶκος ἴδιος οὐδὲ ἑστία, καθάπερ τοῖς μακαρίοις, ἀλλὰ οἴκοις μὲν ἐχρῆτο ταῖς πόλεσι, καὶ ἐνταῦθα διέτριβεν ἐν τοῖς κοινοῖς τε καὶ ἱεροῖς, ἑστίαν δὲ ἐνόμιζε τὴν γῆν ἅπασαν, ἥπερ ἐστὶ κοινὴ τῶν ἀνθρώπων ἑστία καὶ τροφός.
当他到达科林斯,接见了希腊各邦的使节,并处理完毕盟邦的其他事务后,便对自己身边的人说,他想要稍作休息,随即动身离去——并非前往狄奥根尼的门户,因为狄奥根尼既无大门亦无小门,既无自己的房舍亦无灶膛,不像那些富足之人;相反,他以诸城邦为家,在城中的公共场所和圣所中度日,将整座大地视为自己的灶膛,而大地确是全人类共同的灶膛与哺育者。
καὶ τότε ἐτύγχανεν ἐν τῷ Κρανείῳ διατρίβων μόνος· οὐδὲ γὰρ μαθητάς τινας οὐδὲ τοιοῦτον ὄχλον περὶ αὑτὸν εἶχεν, ὥσπερ οἱ σοφισταὶ καὶ αὐληταὶ καὶ οἱ διδάσκαλοι τῶν χορῶν. προσῆλθεν οὖν αὐτῷ καθημένῳ καὶ ἠσπάσατο. καὶ ὃς ἀνέβλεψε πρὸς αὐτὸν γοργόν,1 ὥσπερ οἱ λέοντες, καὶ ἐκέλευσεν ἀποστῆναι σμικρόν· ἐτύγχανε γὰρ ἀλεαινόμενος πρὸς τὸν ἥλιον.
彼时,他正独自一人在克兰尼翁消磨时光;因为他身边既没有门徒,也没有像智者、长笛演奏者和歌队教师身边那样聚集的一群人。于是亚历山大走近坐着的他,向他致意。狄奥根尼如狮子般怒目向上瞪视着他,命令他稍微让开一点,因为他正巧在晒太阳取暖。
ὁ οὖν Ἀλέξανδρος εὐθὺς ἠγάσθη τοῦ ἀνδρὸς τὸ θάρσος καὶ τὴν ἡσυχίαν, ὅτι οὐ κατεπλάγη ἐπιστάντος αὐτῷ. καὶ γάρ πως πεφύκασιν οἱ μὲν θαρραλέοι τοὺς θαρραλέους φιλεῖν, οἱ δὲ δειλοὶ τοὺς μὲν ὑφορῶνται καὶ μισοῦσιν ὡς ἐχθρούς, τοὺς δὲ ἀγεννεῖς προσίενται καὶ ἀγαπῶσιν.2 ὅθεν τοῖς μὲν ἀλήθεια καὶ παρρησία πάντων ἐστὶν ἥδιστον, τοῖς δὲ κολακεία καὶ ψεῦδος, καὶ ἀκούουσιν ἡδέως οἱ μὲν τῶν πρὸς χάριν ὁμιλούντων, οἱ δὲ τῶν πρὸς ἀλήθειαν.
亚历山大随即对他这份无畏与从容深感赞赏,因为在自己立于其身旁时,此人毫无畏惧退缩之色。盖因勇敢者生性自会喜爱勇敢之人,而懦夫则对勇敢者投以猜忌并视如仇敌加以憎恨,反倒接纳并喜爱卑琐之人。因此,对前者而言,真理与直言乃是世间最悦人之物,对后者而言,谄媚与谎言方是如此;一类人乐于聆听顺应己意之人的言语,另一类人则乐于聆听讲求真实之人的言语。
ὁ οὖν Διογένης ὀλίγον ἐπισχὼν ἤρετο αὐτὸν ὅστις εἴη καὶ τί βουλόμενος ἥκοι πρὸς αὐτόν, ἤ, ἔφη, τῶν ἐμῶν τι ληψόμενος; ἦ γάρ, ἔφη, χρήματα ἔστι σοι καὶ ἔχεις ὅτου ἂν μεταδοίης; πολλά γε, εἶπε, καὶ πολλοῦ ἄξια, ὧν σὺ οὐκ οἶδα εἴ ποτε δυνήσῃ μεταλαβεῖν.3 οὐ μέντοι ʽἄορας οὐδὲ λέβητασʼ οὐδὲ κρατῆρας οὐδὲ κλίνας καὶ τραπέζας τυγχάνω κεκτημένος, ὥς τινές φασι κεκτῆσθαι Δαρεῖον ἐν Πέρσαις.
于是狄奥根尼稍停片刻,便询问他是谁,来找自己意欲何为,“还是说,”他问道,“你是要来拿走我身边的某样东西?”亚历山大说:“难道你真有财产,并拥有能与他人分享之物?”他回答道:“多得很,而且价值连城,不过我不知道你是否有朝一日能够分享得到。然而我手头并不拥有‘刀剑与大锅’,亦无调酒缸、睡榻与餐桌,不像有人传说大流士在波斯所拥有的那些。”
τί δέ, ἔφη, οὐκ οἶσθα Ἀλέξανδρον τὸν βασιλέα; τό γε ὄνομα, εἶπεν, ἀκούω πολλῶν λεγόντων, ὡς κολοιῶν περιπετομένων, αὐτὸν δὲ οὐ γιγνώσκω· οὐ γάρ εἰμι ἔμπειρος αὐτοῦ τῆς διανοίας. ἀλλὰ νῦν, ἔφη, γνώσῃ καὶ τὴν διάνοιαν· ἥκω γὰρ ἐπʼ αὐτὸ τοῦτο, ἐμαυτόν τε παρέξων σοι καταμαθεῖν καὶ σὲ ὀψόμενος. ἀλλὰ χαλεπῶς, ἔφη, με ἂν ἴδοις, ὥσπερ τὸ φῶς οἱ τὰ ὄμματα ἀσθενεῖς. τόδε δέ μοι εἰπέ, σὺ ἐκεῖνος εἶ Ἀλέξανδρος, ὃν λέγουσιν ὑποβολιμαῖον;4 καὶ ὃς ἀκούσας ἠρυθρίασε μὲν καὶ ὠργίσθη, κατέσχε δʼ ἑαυτόν· μετενόει δέ, ὅτι εἰς λόγους ἠξίωσεν ἐλθεῖν ἀνδρὶ σκαιῷ τε καὶ ἀλαζόνι, ὡς αὐτὸς ἐνόμιζεν.
亚历山大说:“怎么,难道你不知道亚历山大王?”他说:“这个名字我倒听许多人提及,犹如四处飞鸣的寒鸦,但此人本身我却不识;因为我对他的心智一无所知。”亚历山大说:“那么现在,你也当认识其心智了;因为我正是为此而来,既要把我自己展示给你以供了解,亦要亲自见一见你。”狄奥根尼说:“然而你要看清我可不容易,正像眼目衰弱者看光亮一样。不过请你告诉我这一点:你便是人们传说的那个偷换之子亚历山大吗?”亚历山大听闻此言,不禁面红耳赤,怒火中烧,但他克制了自己;不过他心中颇为懊悔,后悔自己竟屈尊与一个在他看来粗鄙而自大的人交谈。
ὁ οὖν Διογένης καταμαθὼν αὐτὸν τεταραγμένον, ἐβουλήθη μεταβαλεῖν αὐτοῦ τὴν ψυχήν, ὥσπερ οἱ παῖδες τοὺς ἀστραγάλους. εἰπόντος δὲ αὐτοῦ, Πόθεν δέ σοι ἐπῆλθεν ἡμᾶς ὑποβολιμαίους εἰπεῖν; ὁπόθεν, ἔφη, καὶ τὴν μητέρα σου ἀκούω ταῦτα περὶ σοῦ λέγειν. ἢ οὐκ Ὀλυμπιάς ἐστιν ἡ εἰποῦσα ὅτι οὐκ ἐκ Φιλίππου τυγχάνεις γεγονώς, ἀλλʼ ἐκ δράκοντος ἢ Ἄμμωνος ἢ οὐκ οἶδα ὅτου ποτὲ θεῶν ἢ ἀνθρώπων ἢ θηρίων; καίτοι οὕτως ὑποβολιμαῖος ἂν εἴης.
狄奥根尼察觉到他内心紊乱,便想要像孩童玩掷骰骨那样扭转他的心境。当亚历山大问道:“你究竟因何缘故竟称我们为偷换之子?”狄奥根尼答道:“正因我听闻你母亲关于你说了这些话。难道不是奥林匹娅斯亲口说你并非腓力所生,而是出自巨蟒、阿蒙神,抑或不知何方神明、凡人或野兽?然而如此一来,你便是个偷换之子了。
ἢ σὺ τοὺς ἀλεκτρυόνας οὐ καλεῖς νόθους, οἳ ἂν ὦσιν ἐξ ἀνομοίων; ἢ οὐ μείζων σοι δοκεῖ διαφορὰ θεοῦ πρὸς γυναῖκα θνητὴν ἢ γενναίου ἀλεκτρυόνος;5 εἰ οὖν γέγονας οὕτως καθάπερ φασί, καὶ σὺ νόθος ἂν εἴης ὥσπερ ἀλεκτρυών. τυχὸν δὲ καὶ μαχιμώτατος ἔσῃ τῶν ἄλλων διὰ ταύτην τὴν νοθείαν.
难道对于杂交而生的雄鸡,你不会称之为杂种吗?难道在你看来,神明与凡间女子之间的差异,不比纯种雄鸡与杂类之间的差异更为悬殊吗?因此,若真如人们所言那般降生,那你也就像雄鸡一样是个杂种了。或许,因为这种杂种血统,你将来也会比其余众人更为好战呢。”
- 4.14ἀνέβλεψε πρὸς αὐτὸν γοργόν
中性单数宾格 γοργόν 用作同源/内在宾格转化的副词,意为“凶猛地”或“威严地”,与后文的 ὥσπερ οἱ λέοντες 呼应,描摹狄奥根尼逼人的目光。
- 4.15οἱ δὲ δειλοὶ τοὺς μὲν ὑφορῶνται καὶ μισοῦσιν ὡς ἐχθρούς, τοὺς δὲ ἀγεννεῖς προσίενται καὶ ἀγαπῶσιν
此处承接前句的 οἱ μὲν θαρραλέοι τοὺς θαρραλέους φιλεῖν,前半句的 τοὺς μέν 作代词用,指代前文提到的 τοὺς θαρραλέους(勇敢者),与后半句的 τοὺς δὲ ἀγεννεῖς(卑劣者)形成对比。
- 4.16ὧν σὺ οὐκ οἶδα εἴ ποτε δυνήσῃ μεταλαβεῖν
关系代词 ὧν 指向前文的先行词 πολλὰ καὶ πολλοῦ ἄξια,作動词 μεταλαβεῖν 所支配的部分属格。它跨越起插入语作用的 οὐκ οἶδα εἰ(不知是否),维系了整个从属句的骨架。
- 4.18ὑποβολιμαῖον
该词本义指“被偷换的孩子/调包之子”(冒充亲生抚养者)。在紧接着的问答中,亚历山大自诩为阿蒙神或巨蟒之子的神话起源,被狄奥根尼降格解释为“非腓力亲生、而是与异类杂交的私生杂种(νόθος)”,具有极强的嘲讽色彩。
- 4.54ἢ οὐ μείζων σοι δοκεῖ διαφορὰ θεοῦ πρὸς γυναῖκα θνητὴν ἢ γενναίου ἀλεκτρυόνος;
此句属于比较从句中的省笔结构(brachylogy)。后半段 ἢ γενναίου ἀλεκτρυόνος 之后省略了与 πρὸς ἕτερον(或 πρὸς ἀγεννῆ ἀλεκτρυόνα 等)相当的成分,意指“神与凡间女子的差异,大于纯种雄鸡(与杂种雄鸡)之间的差异”。
