- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.118-4.128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者将好名之神轻浮无常的凌空飞翔比作伊卡洛斯与伊克西翁之轮,剖析了受制于大众毁誉之野心家的可悲本性。
ἀλλʼ ἐκεῖνοι μέν, ὁπότε βουληθεῖεν, ἐπεδείκνυντο τὴν αὑτῶν δύναμιν, τέως δὲ μετὰ τῶν ἄλλων ἡρώων ἐν τῇ Ἀργοῖ συνέπλεον ναυτιλλόμενοι καὶ τἄλλα πράττοντες οὐδενὸς ἧττον. ὁ δὲ τῶν φιλοδόξων ἀνδρῶν προστάτης ἀεὶ μετέωρος, οὐδέποτε γῆς ἐφαπτόμενος οὐδὲ ταπεινοῦ τινος, ἀλλὰ ὑψηλὸς καὶ μετάρσιος, ὅταν μὲν αἰθρίας τύχῃ καὶ γαλήνης ἢ ζεφύρου τινὸς ἐπιεικῶς πνέοντος, ἀεὶ μᾶλλον ἀγαλλόμενός τε καὶ ἀνιὼν εἰς αὐτὸν τὸν αἰθέρα, πολλάκις δʼ ἐν σκοτεινῷ νέφει κρυπτόμενος, ἀδοξίας τινὸς συντρεχούσης καὶ ψόγου παρὰ τῶν πολλῶν ἀνθρώπων, οὕς ἐκεῖνος θεραπεύει καὶ τιμᾷ καὶ τῆς εὐδαιμονίας τῆς αὑτοῦ κυρίους ἀπέδειξεν.
然而,那些英雄只是在自己愿意的时候才显露自身的力量,其余之时则与其他英雄一同在阿尔戈船上航行,行船操作与处理其他事务均不落人后。但这群好名之士的庇护者却始终悬于半空,绝不触碰大地或任何低下之物,而是高高在上,凌空而行;每逢晴空万里、风平浪静,或是西风柔和吹拂之时,他便愈发得意洋洋,直冲以太之巅;然而,当恶名与来自凡夫俗子的谴责蜂拥而至时,他却屡屡隐匿于阴云之中——而那些凡夫俗子,正是他所巴结奉承、尊崇备至,并立为自身幸福的主宰之人。
οὐδέν γε μὴν προσέοικεν ἀσφαλείας ἕνεκεν οὔτε ἀετοῖς οὔτε γεράνοις οὔτε ἄλλῳ τινὶ πτηνῷ γένει τὴν φύσιν, ἀλλὰ μᾶλλον ἄν τις αὐτὸν προσεικάσειε τῇ Ἰκαρίου βιαίῳ καὶ παρὰ φύσιν φορᾷ, οὐ δυνατὸν τέχνημα ἐπιχειρήσαντος Δαιδάλου τεχνήσασθαι.1
若就安全而言,他绝不类同于鹰隼、鹤或任何天生生有双翼的禽类,倒不如说,人可以将他比作伊卡洛斯那强行悖逆天性的飞翔——那是代达罗斯企图施展巧计去完成不可能之工艺的产物。
τοιγαροῦν ὑπὸ νεότητος καὶ ἀλαζονείας ἐπιθυμῶν ὑψηλότερος τῶν ἄστρων φέρεσθαι χρόνον μέν τινα ἐσῴζετο βραχύν, χαλωμένων δὲ τῶν δεσμῶν καὶ τοῦ κηροῦ ῥέοντος, ἐπωνυμίαν ἀπὸ τοῦδε τῷ πελάγει παρέσχεν, οὗπερ ἠφανίσθη πεσών·
因此,伊卡洛斯出于年少轻狂与傲慢,渴望飞得比星辰更高,虽短暂保得性命,但随着绑带松脱、蜡封融化,他坠落匿迹之处的海洋,便自此以他的名字命名。
κἀκεῖνος ἀσθενέσι καὶ κούφοις τῷ ὄντι πιστεύσας πτεροῖς, λέγω δὲ τιμαῖς τε καὶ ἐπαίνοις ὑπὸ τῶν ἀνθρώπων τῶν πολλῶν ὡς ἔτυχε γιγνομένοις, ἐπισφαλῶς καὶ ἀσταθμήτως φέρεται καὶ φέρει τὸν ἄνδρα τὸν αὑτοῦ ζηλωτήν τε καὶ ὑπηρέτην, νῦν μὲν ὑψηλὸν καὶ μακάριον πολλοῖς φαινόμενον, πάλιν δὲ αὖ ταπεινόν τε καὶ ἄθλιον τοῖς τε ἄλλοις καὶ πρώτῳ καὶ μάλιστα αὑτῷ δοκοῦντα.
而那好名之神同样仰赖着真正脆弱而轻浮的双翼——我指的是凡夫俗子随性赐予的荣耀与称赞——危殆而不定地飘荡,并裹挟着那狂热追随并服侍他的凡人:那人时而为众人看似崇高而享尽福祉,时而又在他人眼中、首先且尤甚是在他自己心中,显得卑微而凄惨。
εἰ δέ τῳ οὐ φίλον πτηνὸν αὐτὸν διανοεῖσθαι καὶ ποιεῖν, ὁ δὲ ἀφομοιούτω αὐτὸν τῇ τοῦ Ἰξίονος χαλεπῇ καὶ βιαίῳ φορᾷ τε καὶ ἀνάγκῃ, τροχοῦ τινος ῥύμῃ κύκλῳ κινουμένου τε καὶ φερομένου. οὐ γὰρ ἀπεοικὸς οὐδὲ μακρὰν δὴ τῶν σοφῶν τε καὶ κομψῶν εἰκασμάτων εἴη ἂν ὁ τροχὸς δόξῃ παραβαλλόμενος, τῇ τε κινήσει καὶ μεταβολῇ πάνυ ῥᾳδίως περιθέων, ἐν δὲ τῇ περιφορᾷ παντοῖα σχήματα τὴν ψυχὴν ἀναγκάζων λαμβάνειν μᾶλλον ἢ ὁ τῶν κεραμέων τὰ ἐπʼ αὐτῷ πλαττόμενα.
倘若有人不愿将他想象并塑造为生有双翼者,那么便将他比作伊克西翁那残酷暴烈的飞旋与必然的桎梏罢,即随着车轮的冲力作圆周运动并被裹挟流转。因为将车轮比作虚名,既非不当,亦不失为明智巧妙的设喻:车轮因其运动与变迁而极易飞旋,并在旋转之中迫使灵魂呈现万般形态,甚于陶工的车轮塑造其上的陶胚。
ἄνδρα δὴ τοιοῦτον εἱλούμενον ἀεὶ καὶ περιφερόμενον, κόλακα δήμων τε καὶ ὄχλων ἐν ἐκκλησίαις ἢ ἐπιδείξεσιν ἢ βασιλέων ἢ τυράννων λεγομέναις δὴ φιλίαις καὶ θεραπείαις, τίς οὐκ ἂν ἐλεήσειε τῆς φύσεως καὶ τοῦ βίου; λέγω δὲ οὐχ ὃς ἂν2 ἀπὸ τοῦ βελτίστου προεστηκὼς πολύ τι πλῆθος ἀνθρώπων πειθοῖ καὶ λόγῳ μετʼ εὐνοίας καὶ δικαιοσύνης πειρᾶται ῥυθμίζειν τε καὶ ἄγειν ἐπὶ τὰ βελτίω.
见到这样一个人始终辗转颠簸、随波逐流,在公民大会或演说场上充当民众与暴民的谄媚者,或在所谓的友谊与侍奉中曲意逢迎君王与僭主,有谁会不怜悯他的天性与人生?然而我指的并非那些出于最崇高动机统领大众、以善意与正义借助劝导和理性之辞力图规范民众并引向至善之人。
ἐχέτω δὴ καὶ οὗτος ἡμῖν ὁ δαίμων τέλος, ἵνα μὴ νῦν στολάς τε καὶ μορφὰς προστιθέντες αὐτῷ καὶ τἄλλα τὰ προσήκοντα πολὺν καὶ ἄπειρον εἰσφερώμεθα λόγων ὄχλον.
那么,且让我们就此终结对这位神明的描绘罢,免得我们如今再为他增添衣装、形貌及其他相称的属相,从而引出冗长无际的繁复辞藻。
εἴη δʼ ἂν αὐτοῦ τὸ ἦθος, ὡς ἐν βραχεῖ περιλαβεῖν, φιλόνικον, ἀνόητον, χαῦνον, ἀλαζονείᾳ καὶ ζηλοτυπίᾳ καὶ πᾶσι τοῖς τοιούτοις ἔγγιστα χαλεποῖς καὶ ἀγρίοις πάθεσιν. ἅπαντα γὰρ ταῦτα φιλοτίμῳ τρόπῳ ψυχῆς ἀκοινώνητα καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι,3 πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον· ἐκείνοις γὰρ δὴ μάλιστα τοῦτο πλεῖστον καὶ συνεχέστατον συμβαίνειν λέγουσι, φαινομένης τε καὶ ἀπολλυμένης τῆς ἄγρας·
若要简而言之,他的性情乃是好争、愚蠢、浮夸,且与傲慢、嫉妒以及所有此类残酷野蛮的情欲最为接近。因为好名之心的灵魂必然伴随着所有这些孤僻、野蛮与残酷的情感;加之他所屈从并执着之事物本身动荡不定,致使他自身亦多有变节、心思无常,其欢喜与悲戚的交替,比人们传闻中的猎人还要频繁和连续——因为据说这种情形在猎人身上发生得最多且最连绵不绝,全凭猎物的显现或失落而定。
ὅταν μὲν γὰρ εὐδοκιμήσεις τε καὶ ἔπαινοι συμβαίνωσιν αὐτοῖς, ἡ ψυχὴ τοῦ τοιούτου ἀνδρὸς αὔξει καί βλαστάνει καὶ θαυμαστὸν ἴσχει μέγεθος, καθάπερ Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρᾳ μιᾷ βλαστῆσαι καὶ τέλειον γενέσθαι· ταχὺ δὲ αὖ πάλιν συστέλλεται καὶ ταπεινοῦται καὶ φθίνει, ψόγου τινὸς προσπεσόντος ἢ δυσφημίας.
每当佳誉与赞赏临头时,此等之人的灵魂便滋长繁茂,显出惊人的庞大,正如人们相传在雅典,神圣的橄榄幼芽在一天之内便破土成形一般;然而一旦遭遇斥责或诋毁,它转瞬之间便又萎缩、卑屈、衰亡下去了。
- 4.120οὐ δυνατὸν τέχνημα ἐπιχειρήσαντος Δαιδάλου τεχνήσασθαι
独立属格结构(genitive absolute)。Δαιδάλου 作分词 ἐπιχειρήσαντος 的逻辑主语,不定式 τεχνήσασθαι 作补足语依附于 ἐπιχειρήσαντος,而 οὐ δυνατὸν τέχνημα 为其直接宾语。整个短语用以阐释前文“伊卡洛斯之飞翔(τῇ Ἰκαρίου ... φορᾷ)”的背景事由。
- 4.124λέγω δὲ οὐχ ὃς ἂν
限定说明前文直接宾语 ἄνδρα ... τοιοῦτον 的插入式补充短语。λέγω δὲ οὐ[χ] 为习惯用法(“我指的并非……”),由关系代词 ὃς ἂν 引导的不定关系分句作为实质名词性从句充当 λέγω 的宾语。
- 4.127ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι
由表示客观原因的连词 ἅτε 引导宾格分词 δουλεύοντα 和 προσέχοντα 的因果结构(与 αὐτὸν 保持一致)。两个分词共同支配与格短语 ἀνωμάλῳ ... πράγματι,表明其心智动荡不居的原因在于“因为他屈从并执着于动荡无常的事物”。
