- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.1-4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在展开亚历山大与狄奥根尼的著名会面之前,详细阐述了极度渴求威名的亚历山大为何在轻视与艳羡并存的复杂心理下,对这位自足安闲的哲学家产生戒惕并渴望与之相见。
φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν.1 ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνων τε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενος οὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν.
据说,亚历山大曾与狄奥根尼相遇,彼时前者全无闲暇,后者却坐享充裕的从容。因为一人是马其顿人及其他众多部族的君王,另一人则是来自锡诺普的流亡者。许多人谈论并记载此事,对亚历山大亦同样赞叹与称道,因他虽统领如此众多的人民且身为当时权势最盛之人,却不轻视与一位明智且能坚忍的贫苦之士结交。
οἱ γὰρ ἄνθρωποι χαίρουσι φύσει πάντες τιμωμένην ὁρῶντες φρόνησιν ὑπὸ τῆς μεγίστης ἐξουσίας τε καὶ δυνάμεως, ὥστε οὐ μόνον τἀληθῆ διηγοῦνται περὶ τῶν τοιούτων, ἀλλὰ καὶ αὐτοὶ πλάττουσιν ὑπερβάλλοντες, προσέτι καὶ τἄλλα ἀφαιρούμενοι τῶν φρονίμων, οἷον χρήματα καὶ τιμὰς καὶ τὴν τοῦ σώματος δύναμιν, ὅπως διὰ μόνην δόξωσι τιμᾶσθαι τὴν ξύνεσιν.
因为人天生都乐见智慧受到至高权威与力量的尊崇,以至于对于此类事情,人们不仅据实叙述,更添油加醋地加以编造,甚至剥除智者身上诸如财富、名位与体魄等其余一切,好使他们看起来完全是单凭心智而受人敬重。
ὡς δὲ εἰκὸς ἐκείνοις γενέσθαι τὴν ξυνουσίαν, εἴποιμʼ ἄν, ἐπειδὴ καὶ τυγχάνομεν σχολὴν ἄγοντες ἀπὸ τῶν ἄλλων πραγμάτων.
至于他们相聚的情形按理当是如何,既然我们此刻恰好从其余事务中脱身而享有闲暇,我便不妨讲述一番。
ἦν μὲν γάρ, ὥς φασιν, ὁ Ἀλέξανδρος ἀνθρώπων φιλοτιμότατος καὶ μάλιστα δόξης ἐραστὴς καὶ τοῦ καταλιπεῖν ὡς μέγιστον αὑτοῦ ὄνομα ἐν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, καὶ ἐπεθύμει γε τιμᾶσθαι σχεδὸν οὐχ ὑπὸ τῶν ἀνθρώπων μόνον πανταχοῦ, ἀλλʼ εἴ πως δυνατὸν ἦν, ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἐν τοῖς ὄρεσι θηρίων.
因为正如人们所言,亚历山大是世人中最好胜者,极度渴慕荣耀,一心想在所有希腊人与蛮族之中留下至高威名,他甚至渴望不仅在各处受到人类的尊崇,若有可能,就连飞禽与山野走兽亦能尊奉于他。
τῶν μὲν οὖν ἄλλων πάντων κατεφρόνει καὶ οὐδένα ᾤετο ἀξιόμαχον αὑτῷ περὶ τούτου τοῦ πράγματος, οὔτε τὸν Πέρσην οὔτε τὸν Σκύθην οὔτε τὸν Ἰνδὸν οὔτε ἐν τοῖς Ἕλλησιν οὐδένα οὔτε ἄνδρα οὔτε πόλιν.
因此,他轻视其余所有人,认为在这一事上无人堪为自己的对手,无论波斯人、斯基泰人、印度人,抑或希腊人中的任何人或城邦,概莫能外。
ᾐσθάνετο γὰρ ὅτι μικροῦ διεφθαρμένοι πάντες εἰσὶ τὰς ψυχὰς ὑπὸ τρυφῆς καὶ ἀργίας καὶ τοῦ κερδαίνειν καὶ ἡδονῆς ἥττονες. περὶ Διογένους δὲ πυνθανόμενος τῶν τε λόγων οὓς ἔλεγεν καὶ τῶν ἔργων ἃ ἔπραττεν, καὶ ὅπως διήνεγκε τὴν φυγήν, ἐνίοτε μὲν κατεφρόνει τῆς τε πενίας τἀνδρὸς καὶ τῆς εὐτελείας, ἅτε νέος ὢν καὶ τραφεὶς ἐν βασιλικῷ τύφῳ, πολλάκις δὲ ἐθαύμαζε καὶ ἐζηλοτύπει τῆς τε ἀνδρείας τοῦτον2 καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης, ὅτι τοιοῦτος ὢν πᾶσι τοῖς Ἕλλησι γιγνώσκοιτο καὶ θαυμάζοιτο, καὶ οὐδεὶς ἠδύνατο τῶν ἄλλων οἷος ἐκεῖνος γενέσθαι τῇ φιλοτιμίᾳ· καὶ ὅτι αὐτῷ μὲν ἔδει τῆς Μακεδόνων φάλαγγος καὶ τοῦ Θετταλῶν ἱππικοῦ καὶ Θρᾳκῶν καὶ Παιόνων καὶ ἄλλων πολλῶν, εἰ μέλλοι βαδίζειν ὅποι βούλοιτο καὶ τυγχάνειν ὧν ἐπιθυμοῖ· ὁ δὲ μόνος ἀπῄει πάνυ ἀσφαλῶς οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτός, ἔνθα αὐτῷ ἐδόκει· καὶ ὅτι αὐτὸς μὲν χρυσίου καὶ ἀργυρίου παμπόλλου ἐδεῖτο, ὥστε ἐπιτελέσαι τι ὧν ἐβούλετο· ἔτι δὲ εἰ μέλλοι πειθομένους ἕξειν Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, θεραπευτέον αὐτῷ τούς τε ἄρχοντας καὶ τὸν ἄλλον ὄχλον λόγοις τε καὶ δώροις πολλάκις· ὁ δὲ οὐδένα ἀνθρώπων ὑπῄει θωπεύων, ἀλλὰ τἀληθῆ πρὸς ἅπαντας λέγων καὶ οὐδεμίαν δραχμὴν κεκτημένος ὡς ἐβούλετο ἔπραττε καὶ τῶν προκειμένων οὐδενὸς ἀπετύγχανε καὶ τὸν βίον ἔζη μόνος, ὃν ἡγεῖτο ἄριστον καὶ εὐδαιμονέστατον, καὶ οὐκ ἂν ἠλλάξατο τὴν ἐκείνου βασιλείαν οὐδὲ τὸν τῶν Περσῶν τε καὶ Μήδων πλοῦτον ἀντὶ τῆς ἑαυτοῦ πενίας.
因为他察觉到,世人几乎无一例外,其灵魂皆因奢靡、懈怠与牟利而败坏,沦为享乐的奴隶。然而当他听闻有关狄奥根尼的言论、行事,以及他如何度过流亡生涯时,鉴于自己年轻且成长于王者的傲慢之中,他有时确也轻视此人的贫困与简陋,但常常又钦佩并艳羡其英勇、坚忍,尤其是其声誉——因为此人虽处境如此,却名动全体希腊人并广受赞叹,而其余任何人在好胜心上皆无法望其项背;并且,亚历山大自己若想随心所欲巡行四方并达成所愿,就必须依赖马其顿方阵、色萨利骑兵、色雷斯人、培奥尼亚人以及众多其他军队;而狄奥根尼不仅在白昼,即便在黑夜,亦能独自一人全然安全地前往他认为合适之处;再者,亚历山大自己为了成就心中所愿,需耗费巨额金银,且若欲使马其顿人及其他希腊人俯首听命,还须屡屡用言辞与礼物笼络统领及寻常大众;然而狄奥根尼却不奉迎任何人,只对众人直陈实情,身无分文却能如愿以偿,所谋之事实无不成,独享他认为至善、至福之生活,绝不愿以自身的贫穷去换取亚历山大的王位,或是波斯人与米底人的富贵。
διὰ ταῦτα δὴ δακνόμενος, εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο,3 τυχὸν δέ τι καὶ ὠφεληθήσεσθαι νομίζων ἀπὸ τῆς συνουσίας τἀνδρός, πάλαι μὲν ἐπεθύμει θεάσασθαι τὸν ἄνδρα καὶ συγγενέσθαι αὐτῷ·
正因被这些念头所刺痛——唯恐有人生活得如此从容安闲反倒超越了他,且名声同样显赫——同时又自忖或许能从与此人的相处中有所获益,他早已渴望亲见其人并与之一谈。
- 4.1οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν
交错且对仗的分词修饰结构。宾格分词短语 οὐ πάνυ τι σχολάζοντα(毫无闲暇)修饰不定式 συμβαλεῖν 的逻辑主语 Ἀλέξανδρον,而与格分词短语 πολλὴν ἄγοντι σχολήν(大享清闲)则修饰间接宾语 Διογένει。二者借由词根 σχολ- 的反复与缓叙(litotes)修辞,鲜明反衬出君王日理万机与哲人悠游自适的极端对照。
- 4.7ἐζηλοτύπει τῆς τε ἀνδρείας τοῦτον
表情感动词 ἐζηλοτύπει(艳羡、嫉妒)的格支配结构。被羡慕的对象(狄奥根尼)用宾格 τοῦτον 表示,而羡慕的起因或属性则由原因属格引导(即 τῆς τε ἀνδρείας... καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης)。
- 4.11εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο
由分词 δακνόμενος(受到刺痛、深感焦躁)所引出的表疑虑与关切的间接疑问从句。句中并列了将来时直陈语气 διοίσει 与将来时祈愿语气 ἔσοιτο。在过去时态的间接引语体系中,前者保留了原始思绪中生动的直陈语气,后者则转入次要时态序列所要求的祈愿语气,体现了句法上的交替(variatio)。
