← 金嘴狄翁

演说集

§3.119-3.138

对待亲族与妻子的态度及作为操练的狩猎

君王将亲族视作灵魂的一部分并注重其品德,将妻子视为一生的伴侣;他视辛劳为愉悦,摈弃沉溺于声乐扮演的恶习,而将强健体魄与磨砺心志的真正狩猎视作君王事功的历练。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.119

ὅς γε1 τοὺς οἰκείους καὶ τοὺς συγγενεῖς μέρος νενόμικε τῆς αὑτοῦ ψυχῆς;

既然他已将至亲与族人视作自己灵魂的一部分,又怎会不如此呢?

§3.120

καὶ προνοεῖ γε οὐ μόνον ὅπως μετέχωσι τῆς λεγομένης εὐδαιμονίας, πολὺ δὲ μᾶλλον ὅπως ἄξιοι δοκῶσι κοινωνεῖν τῆς ἀρχῆς, καὶ τοῦτο ἐσπούδακεν ἐξ ἅπαντος ὅπως μὴ διὰ τὴν συγγένειαν αὐτούς, ἀλλὰ διὰ τὴν ἀρετὴν φαίνηται προτιμῶν. καὶ τοὺς μὲν ζῶντας μάλιστα πάντων ἀγαπᾷ καὶ φίλους ἀναγκαίους νενόμικεν.

并且他所预先考虑的,不仅在于让他们分享所谓的幸福,而更在于使他们显得配得上分担统治之权;他竭尽全力,务使自己显出是因美德而非因血缘才看重他们。对于在世的亲人,他爱之尤甚于一切,并将他们视为不可或缺的朋友。

§3.121

τοὺς μὲν γὰρ φίλους ἔστι διαλύσασθαι δυσχέρειάν τινα ἐν αὐτοῖς ἐνιδόντα· πρὸς δὲ τοὺς συγγενεῖς οὐχ οἷόν τε διαλύσασθαι τὴν συγγένειαν, ἀλλʼ ὁποῖοί ποτʼ ἂν ὦσιν, ἀνάγκη τοῦτο ἀκούειν τὸ ὄνομα.2

因为对于朋友,若在他们身上察觉出某种龃龉,尚可断绝关系;但对亲族而言,却无法断绝血缘纽带,无论他们是怎样的人,也必然承受这一名分。

§3.122

γυναῖκα δὲ οὐ κοίτης μόνον ἢ ἀφροδισίων κοινωνὸν νενόμικεν, βουλῆς δὲ καὶ ἔργων καὶ τοῦ ξύμπαντος βίου συνεργόν.

他看待妻子,不仅视其为床榻或情欲的伴侣,更视其为谋划、事业以及整个生命的协力者。

§3.123

μόνος δὲ τὴν εὐδαιμονίαν οὐχ ἡδυπάθειαν νενόμικε, πολὺ δὲ μᾶλλον καλοκἀγαθίαν, τὴν δὲ ἀρετὴν οὐκ ἀνάγκην, ἀλλὰ βούλησιν, τὴν δὲ καρτερίαν οὐ ταλαιπωρίαν, ἀλλʼ ἀσφάλειαν, καὶ τὰς μὲν ἡδονὰς αὔξει τοῖς πόνοις καὶ μείζους διὰ τοῦτο καρποῦται, τοὺς δὲ πόνους ἐπελαφρύνει τῷ ἔθει.

唯有他认为,幸福绝非享乐,而更在于纯粹的美德;美德不是勉强的义务,而是自发的意愿;坚忍不是苦难,而是安全的保障;他借辛劳增进快乐,从而享受更大的〔快乐〕,又借习惯减轻辛劳的负担。

§3.124

ταὐτὰ δὲ ἡγεῖται συμφέροντα καὶ ἡδέα· ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας,3 εἰ μέλλουσιν ὑγιαίνειν καὶ παραμένειν εἰς γῆρας, οὔποτε ἀργῷ καὶ ἀπόνῳ τῷ σώματι τροφὴν προσφέροντας, ἀλλὰ τοὺς μὲν τέχνας ἐργαζομένους, ἐνίας αὐτῶν καὶ πολὺν ἐχούσας τὸν κάματον, τοὺς μὲν χαλκέας, τοὺς δὲ ναυπηγούς, τοὺς δὲ οἰκοδόμους· ὅσοι δὲ κέκτηνται γῆν, διαπονοῦντας πρότερον τὰ περὶ γεωργίαν, ὅσοι δὲ ἐν ἄστει διάγουσι, τῶν κατὰ πόλιν τι πράττοντας· τῶν τε σχολὴν ἀγόντων τὰ γυμνάσια μεστὰ καὶ τὰς παλαίστρας, καὶ τοὺς μὲν τρέχοντας ἐν τοῖς δρόμοις, τοὺς δὲ αὖ παλαίοντας, τοὺς δὲ ἄλλο τι περὶ τὴν ἀγωνίαν ἀσκοῦντας οὐκ ὄντας ἀθλητάς. ἁπλῶς δὲ εἰπεῖν, ἑκάστων τῶν μὴ σφόδρα ἀνοήτων καὶ σίτων καὶ λουτρῶν καὶ ὑγιεινῶν καὶ πάντων, ὁ ἄρχων ἁπάντων τούτων διαφέρει τῷ μὴ μάτην πονεῖν μηδὲ τὸ σῶμα μόνον αὔξειν, ἀλλʼ ἕνεκα πράξεων· ἢ γὰρ ἦλθε πρός τι τῶν δεομένων προνοίας ἢ ἔφθασεν ὅπου δεῖ τάχους ἢ κατήνυσέν τι τῶν οὐ ῥᾳδίων ἀνυσθῆναι ἢ στρατιὰν ἐξέταξεν ἢ χώραν ἡμέρωσεν ἢ πόλιν ᾤκισεν ἢ ποταμοὺς ἔζευξεν ἢ γῆν ὁδευτὴν ἐποίησεν.

他认为有益之物即是愉悦之物;因为他看到,平民若要健康并颐养天年,绝不会以懒散和不劳作的身体进食,而是有的人操持手艺——其中有些技艺伴随着繁重的疲劳——有的成为铁匠,有的成为造船匠,有的成为建筑工;拥有土地的人,则先在农事上付出辛劳;寓居城中的人,则从事某些城邦事务;闲暇之人使体育场和角力学校座无虚席,有的在跑道上奔跑,有的在摔跤,有的虽非运动员,却在练习竞技的其他项目。简而言之,凡非极端愚昧之人,对于食物、沐浴、养生及一切事宜,皆是如此。统治者之所以异于众人,在于他并非徒然劳作,亦非单单为了增强体魄,而是为了实实在在的事业。因为他要么亲赴需要照管的事务,要么先期抵达需要迅捷之处,要么完成某项不易告成之功,要么排兵布阵,要么平定荒疆,要么营建城邑,要么跨水架桥,要么开辟通途。

§3.133

ἐπειδὴ ἄνθρωπον ὄντα φύσει τῶν ἐν τῷ βίῳ διαφερόντων καὶ τοῦτο τῶν ἄλλων ὥσπερ παραμύθιον ἔχειν δεῖ· ὅθεν δὴ πολλὰ πολλοῖς προσέπεσε νοσήματα ἀγεννῆ καὶ λυμαινόμενα τὰς ψυχάς, ἔτι δὲ καθαιροῦντα τὸ ἀξίωμα τῆς βασιλείας·

因为人受天性所限,在生活诸多卓绝之事中,必须拥有此类活动作为其他事物的慰藉与调节;正因如此,许多卑劣的病态嗜好侵袭了许多统治者,败坏了他们的灵魂,进而贬损了王权的尊严。

§3.134

ὁ μὲν γὰρ ᾠδῆς ἁλοὺς μινυρίζων διετέλει καὶ θρηνῶν ἐν τοῖς θεάτροις, ἀμελήσας δὲ τῆς αὑτοῦ βασιλείας, τοὺς παλαιοὺς ὑποκρινόμενος ἠγάπα βασιλέας· ὁ δὲ αὐλήσεως ἐραστὴς ἐγένετο·

其一人沉迷于歌唱,终日在剧场中低吟哀叹,荒废了自己的王位,却以扮演古代诸王自娱;另一人则酷爱吹奏双管笛。

§3.135

ὁ δὲ ἀγαθὸς βασιλεὺς τῶν μὲν τοιούτων οὐδέποτε ἀκροᾶται συνεχῶς· κάλλιστον δὲ εὕρεμα ἡγεῖται κυνηγεσίαν, καὶ τούτῳ μάλιστα χαίρει· δι’ οὗ τὸ μὲν σῶμα γίγνεται ῥωμαλεώτερον, ἡ ψυχὴ δὲ ἀνδρειοτέρα, τὰ πολεμικὰ δὲ ἅπαντα ἀσκεῖται.

然而明君绝不持续倾听此类靡靡之音;他将狩猎视为最美妙的创造,并最以此为乐;借此,体魄得以更加强健,灵魂得以更加英勇,一切戎机亦得以磨砺。

§3.136

καὶ γὰρ ἱππεῦσαι καὶ δραμεῖν ἀναγκαῖον καὶ ὑφίστασθαι πολλὰ τῶν ἀλκίμων θηρίων καὶ καῦμα ἀνέχεσθαι καὶ ψῦχος ὑπομένειν, πολλάκις δὲ καὶ λιμοῦ καὶ δίψους πειραθῆναι, διὰ δὲ τὴν ἐπιθυμίαν ἐθίζοντα καρτερεῖν μεθʼ ἡδονῆς οὐ μέντοι τήν γε Περσικὴν θήραν.

因为在狩猎中,策马疾驰、奔波、抵御许多凶猛的野兽、耐受酷暑、忍御严寒,以及屡次经受饥渴之苦,皆属必然;人凭着热望,便习于在愉悦中坚忍——然而这绝非波斯式的狩猎。

§3.137

ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες,4 ἅτε ἀσθενῆ καὶ δεδουλωμένα· ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖν χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν.

因为波斯人将野兽圈禁在禁苑之中,何时起意,便如在牢狱中一般将它们宰杀,既无寻觅之苦,亦无涉险之虞,盖因走兽已被削弱驯服;同样,他们也剥夺了寻获时的欢欣、追逐时的急切,以及猝然遭遇时的紧迫感。

§3.138

ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.

因为他们的行径,正如自诩善战之人舍弃与强敌交战,反倒在自家擒杀俘虏一般。

语法注4 条
  1. 3.119ὅς γε

    紧接前文反诘疑问句(“他又怎能不异乎寻常地关爱至亲与族人呢?”)的因果关系代词从句。小词 γε 起强调先行词特质的作用,构成“既然他……(又怎会不如此呢)”的语意。

  2. 3.121ἀνάγκη τοῦτο ἀκούειν τὸ ὄνομα

    动词 ἀκούω 在此具被动含义,意为“被称为……”或“承受……之名”(相当于拉丁语的 bene/male audire)。此处作为不定式受非人称短语 ἀνάγκη [ἐστί] 支配,意为“必然被称为这一名分/承担此名称”。

  3. 3.124ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας

    由感官动词 ὁρᾷ 支配的“宾格+分词”结构的开端。宾格 τοὺς μὲν ἰδιώτας 下接一系列并列分词——与否定词 οὔποτε 结合的 τροφὴν προσφέροντας,以及 ἐργαζομένους、διαπονοῦντας、πράττοντας 等——描绘平民劳作的种种情形,进而引出与主句 ὁ ἄρχων ἁπάντων τούτων διαφέρει...(“统治者之所以异于众人……”)的鲜明对比,构成庞大的句子骨架。

  4. 3.137ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες

    连词 ὡς 与分词 ζητοῦντες 及 κινδυνεύοντες 连用,表达行动主体(波斯人)的主观意图或行为样态,意为“既无寻觅之苦,亦无涉险之虞”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.119-3.138