- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:39.1-39.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者在开篇对城邦赋予的荣典表示感激,赞美城邦显赫的世系与神圣始祖,指出始祖神明企盼的是公民德行与法纪,进而全面陈述城邦齐心合力所展现的优越性与和睦之福。
Ἐγὼ χαίρω τιμώμενος ὑφ’ ὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ἡ ὑμετέρα πόλις κατά τε ἰσχὺν καὶ μέγεθος. οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένους τε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνων τε τῶν πρώτων καὶ Μακεδόνων· τὸ δὲ μέγιστον ἥρωάς τε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα.
我因受到你们的礼遇而感到欢喜,正如有节制之人因受到一座不论在力量还是规模上皆卓越不凡且名副其实的城邦——正如你们的城邦——的敬重而感到欢喜乃是理所当然的一样。你们的城邦在血统的崇高和民众定居的规模上,毫不逊色于任何地方闻名遐迩的城邦;其居民并非从各地凑拢而来的卑微寥落之辈,而是由最显赫的族群——希腊人的翘楚与马其顿人——构成;最重要的是,它拥有英雄与神明作为始祖。
πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γάρ. εἰ σφόδρα εὐδαίμονες ἔσονται1 καὶ θεοφιλεῖς καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ, βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, τῶν δὲ κακῶν ἀτιμίαν.
对于由神明肇建的城邦之民而言,和平、同心以及彼此之间的友谊最为合宜。因为不睦是可耻的;特别是倘若他们将极其繁荣昌盛且蒙神眷爱,并在福泽上超越旁人,只要他们愿彰显其世系的崇高乃属真实、而非虚妄空泛的传言。因为身为肇建者、同族与先祖的神明,绝不希望子孙坐拥任何事物——不论是土地的秀美、作物的丰饶,还是人口的繁盛——甚于拥有节制、德行、遵奉法令的政制,以及对良善公民的嘉奖与对邪恶之徒的惩黜。
ὡς ἔγωγε ἥδομαι νῦν ὁρῶν ὑμᾶς ἓν μὲν σχῆμα ἔχοντας, μίαν δὲ φωνὴν ἀφιέντας, ταὐτὰ δὲ βουλομένους. ποῖον μὲν γὰρ θέαμα κάλλιον πόλεως ὁμοφρονούσης; ποῖον δὲ ἄκουσμα σεμνότερον; ποία μὲν βουλεύεται πόλις ἄμεινον τῆς ἅμα βουλευομένης;2 ποία δὲ εὐμαρέστερον πράττει τῆς ἅμα πραττούσης; ποία δὲ ἧττον ἀποτυγχάνει τῆς ταὐτὰ βουλομένης; τίσι μὲν ἡδίω τἀγαθὰ τῶν ὁμονοούντων;3 τίσι δὲ κουφότερα τὰ λυπηρὰ τῶν κοινῇ φερόντων, ὥσπερ βάρος; τίσι δὲ σπανιώτερον συμβαίνει τὰ χαλεπὰ τῶν ἀλλήλους φυλαττόντων; ποία μὲν τοῖς πολίταις προσφιλεστέρα πόλις;
我现在看见你们展现出统一的仪态,发出同一的声音,怀揣相同的意志,心中实感欣慰!世上难道还有比一座同心同德的城邦更美好的景象吗?难道还有比这更庄严的倾听之物吗?哪座城邦能比齐心商议的城邦更擅于谋划?哪座城邦能比携手行动的城邦更顺遂地立事?哪座城邦能比众志成城的城邦更少遭遇挫败?对谁而言,福分能比对同心协力之人更为甘美?对谁而言,痛苦能比对如挑重担般共同承受之人更为轻盈?对谁而言,厄运能比对相互守护之人更为罕见?哪座城邦对其公民而言更为亲切?
ποία δὲ τιμιωτέρα τοῖς ξένοις; ποία δὲ χρησιμωτέρα τοῖς φίλοις; τίς δὲ τοῖς ἐχθροῖς φοβερωτέρα; ὁ παρὰ τίνων μὲν ἔπαινος δοκεῖ πιστότερος, ὁ παρὰ τίνων δὲ ψόγος ἀληθέστερος; τίνες μὲν ἰσοτιμότεροι τοῖς κρατοῦσιν; τίνας δὲ μᾶλλον αἰδοῦνται; τίνας μὲν οὕτως ἀγαπῶσιν οἱ χρηστοὶ ἄρχοντες; τίνων δὲ ἧττον καταφρονοῦσιν οἱ πονηροί; οὐ γὰρ δῆλον ὅτι τοῖς μὲν ὁμονοοῦσιν οὐ μόνον οἱ κρατοῦντες, ἀλλὰ καὶ οἱ θεοὶ προσέχουσιν, οἱ δὲ στασιάζοντες οὐδ’ αὑτῶν ἀκούουσιν; οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ,τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων.
哪座城邦在外邦人眼中更为尊贵?哪座城邦对盟友更为有益?哪座城邦对仇敌更令人畏惧?来自何人的赞扬被认为更为可靠,来自何人的斥责更为真确?谁更能享有与掌权者同等的尊荣?掌权者更敬重何人?贤明的统治者如此深爱何人?邪恶的统治者又更不敢轻视何人?难道还不明白:不仅掌权者,甚至神明都会关注同心之人,而陷于党争之人甚至彼此充耳不闻?因为,正如无人能轻易辨清声律不协的歌队究竟唱些什么,亦无人能听清相互争闹的城邦到底诉说何求。
- 39.2αἰσχρὸν γάρ. εἰ σφόδρα εὐδαίμονες ἔσονται
αἰσχρὸν γάρ 为一简短独立的省略句,承接前文“和平与同心合于由神肇建之人”,意为“因为[不睦/党争]是可耻的”。其后的 εἰ 引导的条件句配合将来时直陈式(εἰ σφόδρα εὐδαίμονες ἔσονται...),提出“假若他们想要极其繁盛并超越旁人……”的假设前提,为后文(θεοὶ γὰρ...)阐述始祖神明真正希冀于子孙的是德行与节制提供论述铺垫。
- 39.3τῆς ἅμα βουλευομένης
修饰比较级形容词 ἄμεινον 的比较属格。带冠词的现在分词隐含指代 πόλεως,意为“(比)齐心商议的城邦(更善于谋划)”。后文的 τῆς ἅμα πραττούσης 与 τῆς ταὐτὰ βουλομένης 亦采用完全相同的比较结构。
- 39.3τῶν ὁμονοούντων
依附于比较级 ἡδίω 的比较属格。它与句首的与格疑问词 τίσι(“对谁而言”)构成对照标准,意为“对谁而言,福祉能比[对]同心同德之人(更为甘美)”。接下来的 τῶν κοινῇ φερόντων 与 τῶν ἀλλήλους φυλαττόντων 亦具有完全相同的比较结构与句法功能。
