- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.45-38.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以不分割家产的兄弟作比,并援引共同的先民与神明,力劝尼科米底亚人与尼西亚实现同心,继而论证和解必将长存并告诫提防挑拨之人,最终以祈求神明护佑美好决断结束演说。
ἢ τῶν μὲν ἀδελφῶν θαυμάζομεν τοὺς εἰς ἅπαν τὸν κοινὸν οἰκοῦντας οἶκον καὶ μὴ νενεμημένους τὰ πατρῷα ὑπὸ μικρολογίας, ὅ τε πλοῦτος αὐτῶν μείζων κατὰ τοῦτο, τῷ μὴ νενεμῆσθαι μηδὲ ἑκάστῳ τὸ ἥμισυ γεγονέναι τῶν πάντων, ἀλλὰ τὸ ὅλον ἀμφοτέρων δοκεῖν,1 ἔτι δὲ καὶ ὡς ἀγαθοὺς πάντες ἐκείνους ὁρῶσι καὶ ὡς δικαίους καὶ ὡς τῷ ὄντι ἀδελφούς· ἐν δὲ ταῖς πόλεσι γενομένη αὕτη ἡ ἀδελφότης οὐχὶ καὶ μεῖζον ἀγαθὸν ἔσται καὶ κάλλιον καὶ πλουσιώτερον;
抑或我们岂不钦佩那些在各方面同居一室、未曾出于斤斤计较而瓜分父业的兄弟吗?正因家产未被瓜分,每人未曾各领整体之半,而是整个产业被视为属于双方,他们的财富在这个意义上才更加丰厚;更有甚者,所有人都将他们视作善良、公正之人以及真正的兄弟。倘若这种手足之谊在诸城邦之间建立起来,难道不会成为更伟大、更美好、更丰饶的福祉吗?
ἄξιον δὲ αὐτὴν γενέσθαι καὶ διὰ τοὺς προγόνους κοινοὺς ὄντας ἀμφοτέραις ταῖς πόλεσι καὶ διὰ τοὺς θεούς, ὧν καὶ παρ’ ἐκείνοις καὶ παρ’ ὑμῖν ὁμοιαί εἰσι τιμαί. τοῦτο γάρ ἐστιν, ἐφ’ ᾧ καὶ μάλιστα ὀδυνηθείη τις ἄν, ὅτι πάντα κοινὰ ἔχοντες, καὶ προγόνους καὶ θεοὺς καὶ ἔθη καὶ ἑορτάς, οἱ δὲ πολλοὶ καὶ συγγενείας ἰδιωτικὰς καὶ φιλίας, ὥσπερ Ἕλληνες πρὸς βαρβάρους μαχόμεθα, ἢ τὸ ἔτι τούτου τῷ γιγνομένῳ ὑφ’ ὑμῶν ὁμοιότερον,2 ὥσπερ ἄνθρωποι πρὸς θηρία. οὐκ ὄψεσθε εἰς ἀλλήλους;
并且,这种友谊理当形成,既因双方向来共享共同的先祖,又因受敬奉的神明——在他们那里和在你们这里,神明享有的荣典皆属相同。因为这正是最令人痛心疾首之事:明明共享一切——共同的先祖、神明、习俗与节日,对多数人而言甚至还有私人的亲属之谊与友道,我们却宛如希腊人对阵野蛮人一般相互征伐,或者用更贴切于你们所作所为的比喻来说,宛如人类对阵野兽。难道你们不愿彼此相顾吗?
οὐκ ἀκούσεσθε ἀλλήλων; οὐκ ἀντιδεξιώσονται τὴν ἀρχὴν ποιησαμένων ὑμῶν ἀλλήλας αἱ πόλεις; οὐχὶ πάντα τὰ παρὰ ἀμφοτέροις ἀγαθὰ κτήσεσθε καταλλαγέντες; οὐ χρήσεσθε αὐτοῖς θέλοντες; ὄφελον ἐξῆν καὶ τὸν Ἐφεσίων δῆμον ποιήσασθαι ἀδελφὸν ὑμῶν. ὄφελον καὶ τὰ Σμυρναίων κοινὰ ὑμῖν ἐγένετο.3
难道你们不愿倾听彼此的声音吗?一旦你们开创先河,难道两座城邦不愿彼此携手示好吗?和解之后,难道你们不会获得双方拥有的一切福祉吗?难道你们不会欣然享用它们吗?但愿也能将以弗所人民纳为你们的兄弟!但愿士麦那人的财产也能为你们所共有!
ταῦτα δὲ πάντα τηλικαῦτα ὄντα ἀγαθὰ ἑνὸς ἕνεκα ὀνόματος ἀπόλλυτε, ποίαν ὠφέλειαν, τίνα ἡδονήν; ἀλλ’ ὅτι μὲν καὶ λυσιτελήσει ταῖς πόλεσιν ἡ καταλλαγὴ γενομένη καὶ μέχρι νῦν ὑμῖν οὐκ ἐλυσιτέλησεν ἡ στάσις οὖσα καὶ τὰ ἀγαθὰ τὰ ἐκ τῆς ὁμονοίας γενησόμενα καὶ τὰ κακὰ τὰ διὰ τὴν ἔχθραν ὑπάρχοντα, προείρηταί μοι μετρίως.
然而,如此巨大的一切福祉,你们难道要为一个虚名而弃绝吗?这究竟能带来何种益处,何种快慰?不过,和解一旦达成必将有益于诸城邦,至今为止的党争未曾给你们带来任何益处,以及同心带来的福祉与敌对造成的恶果,我先前已适度陈述过了。
λοιπὸν δὲ εἰπεῖν ὅτι καὶ μενεῖ ταῦτα διαλλαγέντων ὑμῶν. ἤδη γάρ τινές εἰσιν οἱ καὶ τοῦτο δεδοικότες, ὧν ἀποδέχομαι τοῦ φόβου τὴν αἰτίαν, εἴ γε λέγουσιν αὐτὸ ταῖς ἀληθείαις ἐπιθυμοῦντες τῆς ὁμονοίας καὶ φοβούμενοι μὴ λυθῇ καὶ οὐ τοὐναντίον αὐτοῦ χάριν τοῦ μηδὲ ὅλως αὐτὴν γενέσθαι τοῦτο προβάλλονται. τὸ μὲν οὖν μέγιστον ὑμῖν καὶ τὸ πιστότατον τοῦ μενεῖν τὴν ὁμόνοιαν ἐνέχυρον ἔστω τὸ συμφέρειν αὐτήν. ἃ γὰρ καὶ λόγῳ παραδειχθέντα διότι συνοίσει μόνον ἤδη πείθειν ὑμᾶς ἔοικε, πῶς οὐ χρὴ τὴν ἀπὸ τῶν ἔργων ἕξειν αὐτὰ πειθὼ βεβαιοτέραν;4
剩下的只有说明一点:一旦你们和解,这些善果亦将长存。因为如今已有人对此抱有疑虑,对于他们的担忧之由,倘若他们确是出于对同心的渴望、唯恐其破裂而道出此言,而非反过来为了彻底阻挠同心的实现而以此为借口,我是完全能够理解的。因此,昭示同心必将长存的最大且最可靠的保证,应当正是其自身的切身利益。因为仅凭言辞阐明其有利之处,便似乎已在说服你们,那么从实际行动中产生的信服力,又岂能不更加稳固?
ἔτι δὲ εὔθυμός εἰμι καὶ διὰ τὸ τῆς συνηθείας ὑμᾶς δυσαπαλλάκτως ἔχειν.5 εἰ γὰρ ἡ στάσις τοσούτῳ χρόνῳ διὰ τὴν συνήθειαν μόνον ἐμμεμένηκεν ὑμῖν, τηλικοῦτον οὖσα κακόν, πῶς οὐχὶ καὶ τὰς διαλλαγὰς εἰκός ἐστιν ἡδίους τε οὔσας καὶ δικαιοτέρας ποιήσειν καὶ τὴν συνήθειαν ἡδίονα; καὶ φυλάττεσθαι δὲ μικρά τινα δεήσει καὶ πρὸ ἁπάντων τοὺς ἄνδρας τοὺς ἀδόξους, ἄν ποτε διαβάλλωσιν ὑμᾶς ἀλλήλοις. μὴ γὰρ ἀκούσητε αὐτῶν ἴδιόν τι θηρωμένων, εἰ βουλήσονται πάλιν αὑτοῖς γενέσθαι τινὰ χώραν. καὶ μικρῶν δὲ ἕνεκεν μὴ παροξύνεσθαι.
再者,我也因你们不易摆脱既有习惯的性格而感到宽慰。因为,既然党争这样一种巨大的灾祸,单凭习惯便能在你们当中维系如此长久,那么更加令人愉悦且更加公正的和解,岂不理所当然会使这种习惯本身也变得更加愉悦吗?不过,你们仍须警惕某些琐细之事,尤须防范那些声名狼藉之徒,以防他们在你们彼此之间搬弄是非。倘若他们企图再次为自己谋取立足之地、猎取私利,切勿听信他们的话;亦切勿因琐事而动怒。
καὶ τοὺς θεοὺς δὲ εἰκός ἐστιν μᾶλλον πάντων ἐπιμελήσεσθαι τοῦ συμμεῖναι τὴν ὁμόνοιαν. οἶμαι γὰρ καὶ αὐτὴν ταύτην τὴν ἀρχὴν παρ’ ἐκείνων γενέσθαι καὶ οὐκ ἂν ἄλλως ἐπελθεῖν μοι τολμῆσαι περὶ τηλικούτου πράγματος ἐν ὑμῖν λέγειν, ὑπὲρ οὗ μηδεὶς πρότερον εἶπε μήτε νέος μήτε πρεσβύτερος. ἔστι δὲ καὶ ἄξιον αὐτοῖς εὔξασθαι πάλιν. οὐκοῦν ἐν ἀρχῇ μὲν εὐξάμην αὐτοῖς, ἵνα μοι πειθομένους παράσχωσιν ὑμᾶς· ἐπεὶ δὲ τοῦτο ἤδη ἐοίκατε ποιεῖν, λοιπόν ἐστιν εὔξασθαι περὶ τοῦ φυλάττειν αὐτοὺς εἰς ἀεὶ τὰ καλῶς δόξαντα ὑμῖν.
神明亦理当最关照这同心长久维系。因为我相信,这最初的开端本身亦源于神明的指引;若非如此,我绝不会贸然起意在你们面前就如此重大的事务发言——此前无论长幼,从未有人敢言及此事。我们亦有充分理由再次向神明祈祷。当初,我曾向他们祈求,使你们能顺服我的劝导;而既然你们如今看来已然依此而行,剩下的便是祈求他们永远护佑你们所作出的美好决断。
- 38.45τῷ μὴ νενεμῆσθαι μηδὲ ἑκάστῳ τὸ ἥμισυ γεγονέναι τῶν πάντων, ἀλλὰ τὸ ὅλον ἀμφοτέρων δοκεῖν
带定冠词不定式(τῷ 加完成时/现在时不定式)构成的与格短语,在此表原因或方式,对前文的 κατὰ τοῦτο(在这方面)作同格的补充说明(释义性)。三个并列的不定式(νενεμῆσθαι、γεγονέναι、δοκεῖν)具体阐明了兄弟财产未遭削减且更显丰厚的理由。
- 38.46ἢ τὸ ἔτι τούτου τῷ γιγνομένῳ ὑφ’ ὑμῶν ὁμοιότερον
该短语作前文比喻(ὥσπερ Ἕλληνες πρὸς βαρβάρους μαχόμεθα)的句子同格成分(宾格或独立主格)。τούτου 是比较属格(“比这更加”),τῷ γιγνομένῳ 则是比较级形容词 ὁμοιότερον 所支配的与格(“更切合于你们所作所为的事物”)。
- 38.47ὄφελον ἐξῆν ... ὄφελον καὶ ... ἐγένετο
小词 ὄφελον 后接过去直陈式(未完成过去时 ἐξῆν、不定过去时 ἐγένετο),构成表示与事实相反且不可实现的愿望句式(“但愿曾经能够……但愿已经成为……”)。修辞上借此提出与以弗所或士麦那结盟的假想,进一步衬托眼前同心之可贵。
- 38.49πῶς οὐ χρὴ τὴν ἀπὸ τῶν ἔργων ἕξειν αὐτὰ πειθὼ βεβαιοτέραν;
非人称动词 χρή 支配“宾格加不定式”结构,其中 αὐτά 为逻辑主语(回指前文关系从句的先行词 ἃ,即被证明有益的诸事),ἕξειν 为动词不定式,πειθὼ βεβαιοτέραν 是其宾语(“具有更稳固的说服力”)。χρή 接未来时不定式较为少见,在此表达对必然结果的合理预期。
- 38.50διὰ τὸ τῆς συνηθείας ὑμᾶς δυσαπαλλάκτως ἔχειν
介词 διά 支配带定冠词的不定式短语 τὸ ... ἔχειν,其中 ὑμᾶς 是不定式的逻辑主语(宾格)。短语 δυσαπαλλάκτως ἔχω 搭配分离属格(τῆς συνηθείας),是表示“难以从……摆脱开来 / 难以割舍习惯”的固定习语。
